1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

141

κέχρηται· οὐδὲ γὰρ εἶπεν, ὅτι Ἔσχε δικαιοσύνην, ἀλλὰ, Κατέλαβε. Τὸ γὰρ καινὸν μάλιστα καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ὁ διώκων οὐ κατέλαβεν, ὁ δὲ μὴ διώκων κατέλαβε. Καὶ δοκεῖ μὲν αὐτοῖς χαρίζεσθαι τῷ λέγειν, ∆ιώκων· ὕστερον δὲ καιρίαν ἐπάγει τὴν πληγήν. Ἐπειδὴ γὰρ ἔχει ἰσχυρὰν λύσιν ἐπαγαγεῖν, οὐδὲν δέδοικε χαλεπωτέραν ποιῶν τὴν ἀντίθεσιν. ∆ιὰ τοῦτο οὐδὲ περὶ πίστεως διαλέγεται, καὶ τῆς ἐντεῦθεν δικαιοσύνης, ἀλλὰ δείκνυσι πρὸ τῆς πίστεως καὶ ἐν τοῖς οἰκείοις ἡττηθέντας αὐτοὺς καὶ καταδεδικασμένους. Σὺ μὲν γὰρ, ὦ Ἰουδαῖε, φησὶν, οὐδὲ τὴν ἐκ τοῦ νόμου δικαιοσύνην εὗρες· παρέβης γὰρ αὐτὸν, καὶ ὑπεύθυνος γέγονας τῇ ἀρᾷ· οὗτοι δὲ οἱ μὴ διὰ τοῦ νόμου ἐλθόντες, ἀλλ' ἑτέρας ὁδοῦ, μείζονα ταύτης εὗρον δικαιοσύνην, τὴν ἀπὸ τῆς πίστεως· ὅπερ οὖν καὶ ἀνώτερον ἔλεγεν. Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν· δεικνὺς, ὅτι αὕτη ἡ δικαιοσύνη μείζων ἐκείνης ἐστίν. Ἔμπροσθεν μὲν οὖν ἔλεγον, ὅτι δύο ἐστὶ τὰ ἀπορούμενα, νυνὶ δὲ καὶ τρία τὰ ζητήματα γέγονεν· ὅτι τὰ ἔθνη καὶ εὗρε δικαιοσύνην, καὶ μὴ διώκοντα εὗρε, καὶ μείζονα εὗρε τῆς ἐκ τοῦ νόμου. Τὰ αὐτὰ δὴ ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων διαπορεῖται πάλιν ἐξ ἐναντίας, ὅτι Ἰσραὴλ οὐχ εὗρε, καὶ σπουδάζων οὐχ εὗρε, καὶ τὴν ἐλάττονα οὐχ εὗρεν. Ἐμβαλὼν τοίνυν εἰς ἀπορίαν τὸν ἀκροατὴν, ἐπάγει λοιπὸν σύντομον τὴν λύσιν, καὶ τὴν αἰτίαν φησὶ τῶν εἰρημένων ἁπάντων. Τίς οὖν ἐστιν ἡ αἰτία; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόμου. Αὕτη ἡ σαφεστάτη τοῦ χωρίου παντὸς λύσις, ἣν εὐθέως ἐκ προοιμίων εἰ εἶπεν, οὐκ ἂν οὕτως εὐπαράδεκτος ἐγεγόνει· ἐπειδὴ δὲ μετὰ πολλὰς ἀπορίας καὶ κατασκευὰς καὶ ἀποδείξεις αὐτὴν τέ 60.564 θεικε, καὶ προδιορθώσεσι μυρίαις ἐχρήσατο, εὐμαθεστέραν τε αὐτὴν λοιπὸν καὶ εὐπαράδεκτον μᾶλλον ἐποίησε. Τοῦτο γὰρ αἴτιον τῆς ἀπωλείας αὐτῶν φησιν, Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόμου ἠθέλησαν δικαιωθῆναι. Καὶ οὐκ εἶπεν, Ἐξ ἔργων, ἀλλ', Ὡς ἐξ ἔργων νόμου, δεικνὺς ὅτι οὐδὲ ταύτην ἔσχον τὴν δικαιοσύνην. Προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτὸν οὐ καταισχυνθήσεται. Εἶδες πάλιν πῶς ἀπὸ τῆς πίστεως ἡ παῤῥησία, καὶ καθολικὴ ἡ δωρεά; Οὐ γὰρ περὶ Ἰουδαίων εἴρηται μόνον, ἀλλὰ περὶ παντὸς τοῦ τῶν ἀνθρώπων γένους. Πᾶς γὰρ, φησὶ, κἂν Ἰουδαῖος, κἂν Ἕλλην, κἂν Σκύθης, κἂν Θρᾲξ, κἂν ὁστισοῦν ἕτερος ᾖ πιστεύσας, πολλῆς ἀπολαύσεται τῆς παῤῥησίας. Τὸ δὲ θαυμαστὸν τοῦ προφήτου, ὅτι οὐχ ὅτι πιστεύσουσι μόνον εἶπεν, ἀλλ' ὅτι καὶ ἀπιστήσουσι· τὸ γὰρ προσκόψαι, τὸ ἀπιστῆσαί ἐστιν. Ὥσπερ οὖν ἀνωτέρω τούς τε ἀπολλυμένους τούς τε σωζομένους ἐδήλωσεν εἰπὼν, Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάττης, τὸ ἐγκατάλειμμα σωθήσεται· καὶ, Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν· καὶ, Ἐκάλεσεν οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν· οὕτω δὴ καὶ ἐνταῦθα λέγει, ὅτι οἱ μὲν πιστεύσουσιν, οἱ δὲ προσκόψουσι· τὸ δὲ προσκόπτειν ἐκ τοῦ μὴ προσέχειν γίνεται, ἐκ τοῦ πρὸς ἕτερα κεχηνέναι. Ἐπεὶ οὖν καὶ οὗτοι τῷ νόμῳ προσεῖχον, προσέκοψαν τῷ λίθῳ. Προσκόμματος δὲ λίθον καὶ πέτραν σκανδάλου φησὶν ἀπὸ τῆς γνώμης καὶ τοῦ τέλους τῶν μὴ πιστευσάντων. Ἄρα ὑμῖν δῆλα γέγονε τὰ εἰρημένα, ἢ πολλῆς ἔτι δεῖται τῆς σαφηνείας; Ἐγὼ μὲν οἶμαι τοῖς προσεσχηκόσιν εὐσύνοπτα εἶναι· εἰ δέ τινας διέλαθεν, ἔξεστι καὶ ἰδίᾳ συντυχόντας ἐρωτῆσαι καὶ μαθεῖν. ∆ιὰ γὰρ τοῦτο καὶ εἰς μακρότερον ἐξήνεγκα τοῦ λόγου τὴν ἐξήγησιν, ἵνα μὴ ἀναγκασθῶ, διατεμὼν τὸ συνεχὲς τῆς ἀκολουθίας λυμήνασθαι τὴν σαφήνειαν τῶν λεγομένων. ∆ιὸ δὴ καὶ ἐνταῦθα καταλύσω τὸν λόγον, οὐδὲν περὶ τῶν ἠθικωτέρων ὑμῖν διαλεχθεὶς, ὅπερ ἔθος ἡμῖν ποιεῖν, ὥστε μὴ πάλιν ἐπισκοτίσαι τῇ μνήμῃ τὰ πλήθη τῶν λεγομένων. Ὥρα δὴ λοιπὸν καταλῦσαι εἰς τὸ προσῆκον τέλος, κατακλείσαντας τὸν λόγον, τὴν δοξολογίαν τοῦ τῶν ὅλων Θεοῦ, κοινῇ τοίνυν ἀναπαυσάμενοι ἡμεῖς