1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

144

οὐρανομήκους τινὸς καὶ μεγάλης. Καὶ οὐκ εἶπε, Μὴ εἴπῃς, ἁπλῶς, ἀλλὰ, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τουτέστι, Μηδὲ ἐννοήσῃς ἀμφιβάλλειν καὶ εἰπεῖν κατὰ σεαυτόν· Καὶ πῶς τοῦτο δυνατόν; Ὁρᾷς, ὅτι τοῦτο μάλιστα πίστεως ἴδιον, καὶ τὴν κάτω πᾶσαν ἀκολουθίαν ἀφέντας τὸ ὑπὲρ φύσιν ἐπιζητεῖν, καὶ λογισμῶν ἀσθένειαν 60.567 ἐκβάλλοντας, ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως καὶ ἅπαντα παραδέχεσθαι; Καίτοι γε οὐ ταῦτα ἔλεγον Ἰουδαῖοι μόνον, ἀλλ' ὅτι οὐ δυνατὸν ἐκ πίστεως δικαιωθῆναι. Ἀλλ' αὐτὸς ἐφ' ἕτερον αὐτὸ ἄγει τὸ γεγενημένον, ἵνα, ὅταν δείξῃ μέγα οὕτως ὂν, ὡς καὶ μετὰ τὸ γεγενῆσθαι πίστεως αὐτὸ δεῖσθαι, δικαίως δόξῃ τούτοις τὸν στέφανον πλέκειν. Καὶ κέχρηται ῥήμασι τοῖς ἐν τῇ Παλαιᾷ κειμένοις, σπουδάζων ἀεὶ τὰ τῆς καινοτομίας καὶ τῆς πρὸς ἐκείνην μάχης ἐγκλήματα διαφεύγειν. Τοῦτο γὰρ, ὃ περὶ πίστεως ἐνταῦθά φησι, περὶ τῆς ἐντολῆς αὐτοῖς λέγει Μωϋσῆς, δεικνὺς ὅτι πολλῆς ἀπήλαυσαν παρὰ τοῦ Θεοῦ τῆς εὐεργεσίας. Οὐ γὰρ ἔστιν εἰπεῖν, φησὶν, ὅτι εἰς τὸν οὐρανὸν ἀναβῆναι δεῖ καὶ πέλαγος διαβῆναι μέγα, καὶ τότε λαβεῖν τὰς ἐντολάς· ἀλλὰ τὰ οὕτω μεγάλα καὶ ὑπέρογκα, εὔκολα ἡμῖν ἐποίησεν ὁ Θεός. Τί δέ ἐστιν, Ἐγγύς σου τὸ ῥῆμά ἐστι; Τουτέστιν, εὔκολόν ἐστιν· ἐν γὰρ τῇ διανοίᾳ σου καὶ τῇ γλώσσῃ ἡ σωτηρία. Οὐ μακρὰν ὁδὸν βαδίσαντας, οὐδὲ πέλαγος πλεύσαντας, οὐδὲ ὄρη παρελθόντας, οὕτω δεῖ σωθῆναι· ἀλλ' εἰ μηδὲ αὐτὸν βουληθῇς ὑπερβῆναι τὸν οὐδὸν, ἔξεστί σοι καὶ οἴκοι καθημένῳ σωθῆναι· ἐν γὰρ τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ ἐστὶ τῆς σωτηρίας ἡ ἀφορμή. Εἶτα καὶ ἑτέρωθεν εὔκολον ποιῶν τὸν τῆς πίστεως λόγον, φησὶν, ὅτι Ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. Ἐννόησον γὰρ τὸ ἀξίωμα τοῦ ποιήσαντος, καὶ οὐκέτι ὄψεις δυσκολίαν οὐδεμίαν ἐν τῷ πράγματι. Οὐκοῦν, ὅτι μὲν οὖν Κύριος, ἐκ τῆς ἀναστάσεως δῆλον· ὃ καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς ἔλεγε· Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐξ ἀναστάσεως νεκρῶν· ὅτι δὲ καὶ ἡ ἀνάστασις εὔκολος, ἐκ τῆς τοῦ ποιήσαντος ἰσχύος ἀποδέδεικται καὶ τοῖς σφόδρα διαπιστοῦσιν. Ὅταν οὖν καὶ μείζων ἡ δικαιοσύνη καὶ κούφη καὶ εὐπαράδεκτος, καὶ ἄλλως δικαιωθῆναι μὴ ᾖ· οὐκ ἐσχάτης φιλονεικίας τὸ τοῖς ἀδυνάτοις ἐπιχειρεῖν, τὰ εὔκολα ἀφέντας καὶ ῥᾴδια; Οὐ γὰρ ἔχοιεν ἂν εἰπεῖν, ὅτι ὡς φορτικὸν τὸ πρᾶγμα παρῃτήσαντο. γʹ. Εἶδες πῶς πάσης αὐτοὺς ἀποστερεῖ συγγνώμης; Ποίας γὰρ ἂν εἶεν ἀπολογίας ἄξιοι, τὸ μὲν φορτικώτερον ἑλόμενοι καὶ ἀνήνυτον, παραδραμόντες δὲ τὸ κοῦφον καὶ δυνάμενον αὐτοὺς σῶσαι, κἀκεῖνα παρασχεῖν, ἅπερ ὁ νόμος οὐκ ἴσχυσε; Ταῦτα γὰρ οὐδὲν ἕτερον, ἀλλ' ἢ φιλονεικούσης γνώμης ἐστὶ μόνον, καὶ πρὸς τὸν Θεὸν στασιαζούσης. Ὁ μὲν γὰρ νόμος ἐπαχθὴς, ἡ δὲ χάρις ῥᾳδία· ὁ νόμος, κἂν μυρία φιλονεικήσωσιν, οὐ σώζει· ἡ χάρις καὶ τὴν ἐξ ἑαυτῆς καὶ τὴν ἐκ τοῦ νόμου παρέχει δικαιοσύνην. Τίς οὖν αὐτοὺς ἐξαιρήσεται λόγος, πρὸς μὲν ταύτην φιλονείκως διακειμένους, ἐκείνου δὲ ἀντεχομένους εἰκῆ καὶ μάτην; Εἶτα, ἐπειδὴ μέγα εἴρηκε, πάλιν ἀπὸ τῆς Γραφῆς αὐτὸ πιστοῦται. Λέγει γὰρ ἡ Γραφὴ, φησί· Πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ καταισχυνθήσεται. Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντα καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Πᾶς γὰρ, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Εἶδες πῶς καὶ τῆς πίστεως καὶ τῆς ὁμολογίας παράγει μαρτυρίας; Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Πᾶς ὁ πιστεύων, τὴν πίστιν ἐδήλωσε· τὸ δὲ εἰπεῖν, Ὃς ἂν ἐπικαλέσηται, τὴν ὁμολογίαν ἐνέφηνεν. Εἶτα πάλιν τὸ κοινὸν τῆς χάριτος ἀνακηρύττων, καὶ τὸ ἐκείνων φύσημα καταστέλλων, ἃ διὰ πολλῶν ἔμπροσθεν ἀπέδειξε, ταῦτα ἐν βραχέσιν ἀναμιμνήσκει, πάλιν δεικνὺς, ὅτι οὐδὲν τὸ 60.568 μέσον τοῦ Ἰουδαίου καὶ τοῦ ἀκροβύστου. Οὐ γάρ ἐστι διαστολὴ, φησὶν, Ἰουδαίου τε καὶ Ἕλληνος. Καὶ ὃ περὶ τοῦ Πατρὸς εἴρηκεν ἐν τῇ περὶ τούτου ἀποδείξει, τοῦτο καὶ ἐνταῦθα περὶ τοῦ Χριστοῦ λέγει. Ὥσπερ γὰρ ἔμπροσθεν αὐτὸ κατασκευάζων ἔλεγεν· Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, ἐπείπερ καὶ εἷς ὁ Θεός· οὕτω καὶ ἐνταῦθά φησιν· Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντα καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Ὁρᾷς πῶς