1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

166

Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; Ὃ δὲ λέγει. τοιοῦτόν ἐστιν· ὅτι οὕτω σοφὸς ὢν, οὐδὲ παρ' ἑτέρου σοφός ἐστιν, ἀλλ' αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν· καὶ τοσαῦτα ἐργασάμενος καὶ χαρισάμενος ἡμῖν, οὐ παρ' ἑτέρου δανεισάμενος ταῦτα ἔδωκεν, ἀλλ' οἴκοθεν ἀναβλύσας, οὐδὲ ἀμοιβὴν ὀφείλων τινὶ, ὡς παρ' αὐτοῦ εἰληφώς τι, ἀλλ' αὐτὸς κατάρχων ἀεὶ τῶν εὐεργεσιῶν. Τοῦτο γὰρ μάλιστά ἐστι πλούτου, τὸ καὶ ὑπερχεῖσθαι καὶ μὴ δεῖσθαι ἑτέρου. ∆ιὸ καὶ ἐπήγαγεν· Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα. Αὐτὸς εὗρεν, αὐτὸς ἐποίησεν, αὐτὸς συγκροτεῖ· καὶ γὰρ καὶ πλούσιός ἐστι, καὶ οὐ δεῖται παρ' ἑτέρου λαβεῖν· καὶ σοφός ἐστι, καὶ οὐ δεῖται συμβούλου. Τί λέγω συμβούλου; Οὐδὲ εἰδέναι τις δύναται τὰ αὐτοῦ, ἀλλ' ἢ μόνος αὐτὸς ὁ πλούσιος καὶ σοφός. Καὶ γὰρ πολλοῦ πλούτου, τὸ τοὺς ἐξ ἐθνῶν εὐπόρους οὕτω ποιῆσαι, καὶ πολλῆς σοφίας, τὸ τοὺς Ἰουδαίων καταδεεστέρους Ἰουδαίων διδασκάλους κατασκευάσαι. Εἶτα, ἐπειδὴ ἐξεπλάγη, καὶ εὐχαριστίαν ἀναφέρει λέγων· Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὅταν γάρ τι τοιοῦτον λέγῃ μέγα καὶ ἀπόῤῥητον, θαυμάζων εἰς δόξαν καταλήγει. Τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ ποιεῖ· καὶ γὰρ καὶ ἐκεῖ θαυμάσας, αὐτὸ δὴ τοῦτο ὅπερ καὶ ἐνταῦθα ἐπήγαγεν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. ηʹ. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, καὶ πανταχοῦ τὸν Θεὸν δοξάζωμεν διὰ τῆς κατὰ τὸν βίον ἐπιμελείας, μηδὲ προγόνων ἀρεταῖς θαῤῥῶμεν, τὸ κατὰ τοὺς Ἰουδαίους εἰδότες παράδειγμα. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν αὕτη παρὰ Χριστιανοῖς ἡ συγγένεια, ἀλλ' ἡ κατὰ Πνεῦμα ἀγχιστεία. Οὕτω καὶ ὁ Σκύθης τοῦ Ἀβραὰμ γίνεται παῖς, καὶ ὁ ἐκείνου παῖς τοῦ Σκύθου πάλιν ἀλλοτριώτερος καθίσταται. Μὴ τοίνυν κατορθώμασι πατέρων θαῤῥῶμεν, ἀλλὰ, κἂν θαυμαστὸν ἔχῃς τὸν γεγεννηκότα, μὴ νομίσῃς ἀρκεῖν σοι τοῦτο εἰς σωτηρίαν, ἢ εἰς τιμὴν καὶ δόξαν, ἐὰν μὴ συγγενὴς αὐτῷ γένῃ κατὰ τοὺς τρόπους· ὥσπερ οὖν κἂν φαῦλον ἔχῃς, μὴ νόμιζε καταδικάζεσθαι ἐντεῦθεν καὶ αἰσχύνεσθαι, εἴ γε τὰ κατὰ σαυτὸν διαθῇς καλῶς. Τί γὰρ τῶν ἐθνῶν ἀτιμότερον; ἀλλ' ὅμως τῇ πίστει ταχέως τῶν ἁγίων γεγόνασι συγγενεῖς. Τί δὲ Ἰουδαίων οἰκειότερον; ἀλλ' ὅμως διὰ τὴν ἀπιστίαν ἠλλοτριώθησαν. Ἐκείνη μὲν γὰρ ἡ συγγένεια φύσεώς ἐστι καὶ ἀνάγκης, καθ' ἣν πάντες ἐσμὲν συγγενεῖς· ἀπὸ τοῦ Ἀδὰμ γὰρ πάντες γεγόναμεν, καὶ οὐκ ἂν εἴη μᾶλλον ἕτερος ἑτέρου συγγενὴς, καὶ κατὰ τὸν τοῦ Ἀδὰμ καὶ κατὰ τὸν τοῦ Νῶε λόγον καὶ κατὰ τὸν τῆς γῆς τῆς κοινῆς ἁπάντων μητέρος· ἡ δὲ τῶν στεφάνων ἀξία συγγένεια, ἡ διαιροῦσα ἡμᾶς ἀπὸ τῶν 60.594 φαύλων ἐστίν. Οὐ γὰρ ἔστι πάντας εἶναι συγγενεῖς ἐνταῦθα, ἀλλὰ τοὺς ὁμοτρόπους· οὐδὲ ἀδελφοὺς καλοῦμεν τοὺς τὰς αὐτὰς λύσαντας ὠδῖνας ἡμῖν, ἀλλὰ τοὺς τὸν αὐτὸν ζῆλον ἐπιδεικνυμένους. Οὕτω καὶ τέκνα Θεοῦ καλεῖ ὁ Χριστὸς, οὕτω καὶ υἱοὺς διαβόλου πάλιν ἐξ ἐναντίας, οὕτω καὶ ἀπειθείας, οὕτω καὶ γεέννης, οὕτω καὶ ἀπωλείας. Οὕτω καὶ Παύλου Τιμόθεος παῖς ἦν ἐξ ἀρετῆς, καὶ γνήσιον τέκνον ἐκαλεῖτο, τοῦ δὲ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ οὐδὲ ὄνομα ἴσμεν· καίτοι γε ὁ μὲν κατὰ φύσιν ἦν αὐτῷ προσήκων· ἀλλ' οὐδὲν ὄφελος· ὁ δὲ καὶ φύσει καὶ τόπῳ διεστηκώς (καὶ γὰρ Λύστρων πολίτης ἦν)· ἀλλ' ὅμως πάντων ἐγγύτερος γέγονε. Γενώμεθα τοίνυν καὶ ἡμεῖς τῶν ἁγίων παῖδες, μᾶλλον δὲ γενώμεθα καὶ Θεοῦ παῖδες. Ὅτι γὰρ ἔστι καὶ Θεοῦ γενέσθαι παῖδας, ἄκουσον τί φησι· Γίνεσθε οὖν τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. ∆ιὰ τοῦτο καὶ Πατέρα καλοῦμεν εὐχόμενοι, καὶ οὐχὶ τῆς χάριτος μόνον ἀναμιμνήσκοντες ἑαυτοὺς, ἀλλὰ καὶ τῆς ἀρετῆς, ἵνα μηδὲν ἀνάξιον τῆς τοιαύτης συγγενείας ποιῶμεν. Καὶ πῶς ἔστι, φησὶν, υἱὸν εἶναι Θεοῦ; Πάντων ἀπηλλαγμένον τῶν παθῶν, ἐπιείκειαν ἐπιδεικνύμενον περὶ τοὺς ὑβρίζοντας καὶ ἀδικοῦντας· καὶ γὰρ ὁ Πατὴρ ὁ σὸς τοιοῦτος περὶ τοὺς βλασφημοῦντάς ἐστι. ∆ιὰ τοῦτο πολλὰ πολλάκις εἰπὼν, οὐδαμοῦ φησιν, Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν· ἀλλ' ὅτε εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, τότε τοῦτο τὸ ἔπαθλον