1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

170

ἀλλ' ἀνακαίνισον αὐτὴν μετανοίᾳ καὶ δάκρυσι καὶ ἐξομολογήσει καὶ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ· καὶ μηδέποτε τοῦτο διαλίπῃς ποιῶν. Καὶ πῶς δυνησόμεθα τοῦτο ποιεῖν; Εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. Ἢ τοῦτό φησιν, Ἀνανεώθητε ἵνα μάθητε τὰ συμφέροντα καὶ τὸ θέλημα τοῦ Θεοῦ· ἢ ὅτι Οὕτω δύνασθε ἀνανεωθῆναι, ἐὰν μάθητε τὰ συμφέροντα, καὶ τί ποτε βούλεται ὁ Θεός. Ἂν γὰρ ἴδῃς τοῦτο, καὶ τῶν πραγμάτων μάθῃς διαγινώσκειν τὰς φύσεις, ἐπελάβου τῆς ὁδοῦ τῆς κατ' ἀρετὴν ἁπάσης. Καὶ τίς ἀγνοεῖ τὰ συμφέροντα, φησὶ, καὶ τί τὸ θέλημα τοῦ Θεοῦ; Οἱ πρὸς τὰ παρόντα ἐπτοημένοι πράγματα, οἱ πλοῦτον ζηλωτὸν εἶναι νομίζοντες, καὶ πενίαν ἐξευτελίζοντες, οἱ δυναστείας διώκοντες, οἱ πρὸς τὴν δόξαν τὴν ἔξωθεν κεχηνότες, οἱ μεγάλους ἑαυτοὺς εἶναι νομίζοντες, ὅταν οἰκίας λαμπρὰς ἐγείρωσι, καὶ τάφους πολυτελεῖς πρίωνται, καὶ ἀνδραπόδων ἀγέλας ἔχωσι, καὶ πολὺν εὐνούχων περιφέρωσιν ἐσμόν. Οὗτοι καὶ τὰ συμφέροντα αὐτοῖς καὶ τὸ θέλημα τοῦ Θεοῦ ἀγνοοῦσι· καὶ γὰρ ἀμφότερα ταῦτα ἕν τί ἐστι. γʹ. Τά τε γὰρ συμφέροντα ἡμῖν ὁ Θεὸς βούλεται· καὶ ἃ βούλεται ὁ Θεὸς, ταῦτα καὶ συμφέροντα ἡμῖν. Τίνα οὖν ἐστιν, ἅπερ ὁ Θεὸς βούλεται; Ἐν πενίᾳ ζῇν, ἐν ταπεινοφροσύνῃ, ἐν ὑπεροψίᾳ δόξης, ἐν ἐγκρατείᾳ, οὐκ ἐν τρυφῇ, ἐν θλίψει, οὐκ ἐν ἀνέσει, ἐν τῷ πένθει, οὐκ ἐν τῷ διαχεῖσθαι καὶ γελᾷν, ἐν τοῖς ἄλλοις οἷς ἐνομοθέτησεν ἅπασιν. Ἀλλ' οἱ πολλοὶ ταῦτα καὶ οἰωνίζονται, τοσοῦτον ἀπέχουσι νομίζειν εἶναι τὰ συμφέροντα, καὶ Θεοῦ θελήματα. ∆ιά τοι τοῦτο οὐδὲ ἐγγύς ποτε τῶν ὑπὲρ τῆς ἀρετῆς ἐλθεῖν δυνήσονται πόνων. Οἱ γὰρ μηδὲ αὐτὸ τοῦτο, ὅ τι ποτέ ἐστιν ἀρετὴ εἰδότες, ἀλλὰ τὴν κακίαν ἀντὶ ταύτης θαυμάζοντες, καὶ τὴν πόρνην ἀντὶ τῆς σώφρονος γυναικὸς ἑαυτοῖς συγκατακλείοντες, πότε δυνήσονται ἀποστῆναι τοῦ παρόντος αἰῶνος; ∆ιὸ χρὴ πρὸ τῶν ἄλλων ἁπάντων τὴν κρίσιν ἡμῖν εἶναι τῶν πραγμάτων διηρθρωμένην· κἂν μὴ μετίωμεν ἀρετὴν, ἐπαινεῖν ἀρετήν· κἂν μὴ φύγωμεν κακίαν, κακίζειν πονηρίαν, ἵνα τέως τὰς ψήφους ἀδεκάστους ἔχωμεν. Οὕτω γὰρ ὁδῷ προβαίνοντες, καὶ τῶν ἔργων ἐπιλαβέσθαι δυνησόμεθα. ∆ιά τοι τοῦτο καὶ αὐτὸς κελεύει ἀνανεοῦσθαι, Εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ. Ἐνταῦθα δέ μοι καὶ Ἰουδαίων καθάπτεσθαι δοκεῖ, τῶν ἐχομένων τοῦ νόμου. Θέλημα μὲν γὰρ ἦν τοῦ Θεοῦ καὶ ἡ παλαιὰ πολιτεία· ἀλλ' οὐ προηγούμενον, ἀλλὰ διὰ τὴν ἐκείνων ἀσθένειαν συγχωρηθέν· τὸ δὲ τέλειον καὶ εὐάρεστον, ἡ καινὴ πολιτεία. Καὶ γὰρ λογικὴν ὅτε ἐκάλεσε λατρείαν, πρὸς ἐκείνην ἀντιδιαστέλλων αὐτὴν οὕτως ὠνόμασε. Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι, 60.599 παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Ἀνωτέρω εἰπὼν, ∆ιὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παρακαλῶ ὑμᾶς, ἐνταῦθα πάλιν λέγει, ∆ιὰ τῆς χάριτος. Ὅρα διδασκάλου ταπεινοφροσύνην, ὅρα γνώμην κατεσταλμένην. Οὐδαμοῦ ἑαυτὸν ἀξιόπιστον εἶναί φησι πρὸς τὴν τοιαύτην παραίνεσιν καὶ συμβουλήν· ἀλλὰ ποτὲ μὲν τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ παραλαμβάνει μεθ' ἑαυτοῦ, ποτὲ δὲ τὴν χάριν. Οὐ γὰρ ἐμὸν λόγον λέγω, φησὶν, ἀλλὰ τὸν ἀπὸ τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Λέγω γὰρ ὑμῖν διὰ τῆς σοφίας τοῦ Θεοῦ, λέγω γὰρ ὑμῖν διὰ τῆς νομοθεσίας τοῦ Θεοῦ, ἀλλὰ, ∆ιὰ τῆς χάριτος· συνεχῶς τῶν εὐεργεσιῶν ἀναμιμνήσκων, ὥστε εὐγνωμονεστέρους ποιῆσαι, καὶ δεῖξαι καὶ ταύτῃ ὑπευθύνους ὄντας τῇ τῶν λεγομένων ὑπακοῇ. Παντὶ τῷ ὄντι ἐν ὑμῖν. Οὐχὶ τῷ δεῖνι καὶ τῷ δεῖνι μόνον, ἀλλὰ καὶ ἄρχοντι καὶ ἀρχομένῳ, καὶ δούλῳ καὶ ἐλευθέρῳ, καὶ ἰδιώτῃ καὶ σοφῷ, καὶ γυναικὶ καὶ ἀνδρὶ, καὶ νέῳ καὶ γέροντι· κοινὸς γὰρ οὗτος ὁ νόμος, ἐπειδὴ καὶ δεσποτικός. Οὕτω καὶ ἀνεπαχθῆ ποιεῖται τὸν λόγον, πᾶσι προτιθεὶς τὰ διδάγματα, καὶ τοῖς οὐκ οὖσιν ὑπευθύνοις, ἵνα οἱ ὑπεύθυνοι τὴν τοιαύτην ἐπιτίμησιν καὶ διόρθωσιν εὐκολώτερον δέξωνται. Καὶ τί λέγεις, εἰπέ μοι; Μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν. Τὴν μητέρα ἐνταῦθα εἰσάγει τῶν ἀγαθῶν, τὴν ταπεινοφροσύνην, τὸν διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος. Καθάπερ γὰρ ἐκεῖνος εἰς