1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

227

δόκιμον ἐν Χριστῷ. πᾶσαν ἀρετὴν καταλέγει. Καὶ τίνος ἕνεκεν οὐδαμοῦ φησι, Τὸν κύριόν μου τὸν δεῖνα, καὶ τὸν δεσπότην μου; Ὅτι ταῦτα ἐκείνων μείζω τὰ ἐγκώμια· ἐκεῖνα μὲν γὰρ τιμῆς ἐστιν ἁπλῶς, ταῦτα δὲ ἀρετῆς. Καὶ τούτῳ δὲ αὐτῷ τετίμηκεν αὐτοὺς οὐχ ὡς ἔτυχε, τῷ πολλοὺς τῶν καταδεεστέρων μετὰ τῶν ὑψηλῶν καὶ μεγάλων προσαγορεύειν. Τῷ μὲν γὰρ προσειπεῖν, καὶ μετ' ἀλλήλων προσειπεῖν, καὶ ἐν τῇ αὐτῇ ἐπιστολῇ, πάντας ὁμοίως ἐτίμησε· τῷ δὲ τὰ ἰδιάζοντα ἑκάστου θεῖναι ἐγκώμια, τὴν ἰδιάζουσαν ἑκάστου παρέστησεν ἡμῖν ἀρετήν· ὡς μήτε φθόνον τεκεῖν τῷ τοὺς μὲν τιμῆσαι, τοὺς δὲ ἀτιμάσαι, μήτε ῥᾳθυμίαν καὶ σύγχυσιν ἐργάσασθαι ἐκ τοῦ πάντας τῶν αὐτῶν ἀξιῶσαι οὐ τῶν αὐτῶν ὄντας ἀξίους. γʹ. Ὅρα γοῦν πῶς πάλιν ἐπὶ τὰς θαυμαστὰς ἔρχεται γυναῖκας. Εἰπὼν γὰρ, Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου, καὶ Ἡρωδίωνα τὸν συγγενῆ μου, καὶ τοὺς ἐκ τῶν Ναρκίσσου (οὓς εἰκὸς ἴσως μὴ τοιούτους εἶναι, οἵους τοὺς ἔμπροσθεν· διὸ οὐδὲ ὀνομαστὶ τῶν πάντων μέμνηται, καὶ τὸ προσῆκον αὐτοῖς ἐγκώμιον ἀποδοὺς, τὸ πιστοὺς εἶναι· τοῦτο γάρ ἐστι, Τοὺς ὄντας ἐν Κυρίῳ)· ἐπὶ γυναῖκας πάλιν ἄγει τὴν πρόσρησιν, λέγων· Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Καὶ περὶ μὲν ἐκείνης φησὶν, ὅτι Ἐκοπίασεν εἰς ἡμᾶς· 60.671 περὶ δὲ τούτων, ὅτι ἔτι κοπιῶσιν. Οὐ μικρὸν δὲ τοῦτο ἐγκώμιον, τὸ ἐν ἔργοις εἶναι δι' ὅλου, καὶ μὴ μόνον ἐνεργεῖν, ἀλλὰ καὶ κοπιᾷν. Τὴν δὲ Περσίδα καὶ ἀγαπητὴν καλεῖ, δεικνὺς μείζονα τούτων οὖσαν· Ἀσπάσασθε γὰρ, φησὶ, Περσίδα τὴν ἀγαπητήν. Καὶ πολὺν αὐτῇ μαρτυρεῖ κάματον, λέγων· Ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ. Οὕτως οἶδεν ἕκαστον κατὰ τὴν ἀξίαν ὀνομάζειν, τούτους τε προθυμοτέρους ποιῶν τῷ μηδενὸς τῶν προσόντων αὐτοῖς ἀποστερεῖν, ἀλλὰ καὶ τὴν μικροτάτην ὑπεροχὴν ἀνακηρύττειν· τούς τε ἑτέρους σπουδαιοτέρους κατασκευάζων, καὶ εἰς τὸν αὐτὸν ἐνάγων ζῆλον τοῖς περὶ τούτων ἐγκωμίοις· Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. Ὁλόκληρα πάλιν ἐνταῦθα τὰ ἀγαθὰ, ὅταν καὶ ὁ παῖς τοιοῦτος ᾖ, καὶ ἡ μήτηρ τοιαύτη, καὶ πλήρης ἡ οἰκία εὐλογίας, καὶ ἡ ῥίζα τῷ καρπῷ συμβαίνῃ. Οὐδὲ γὰρ ἁπλῶς εἶπε, Μητέρα αὐτοῦ καὶ ἐμοῦ, εἰ μὴ πολλὴν ἐμαρτύρει τῇ γυναικὶ τὴν ἀρετήν. Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἐνταῦθα μὴ τοῦτο ἴδῃς, ὅτι χωρὶς ἐγκωμίων αὐτοὺς τίθησιν, ἀλλ' ὅτι σφόδρα καὶ τοὺς καταδεεστέρους ὄντας ἁπάντων οὐκ ἀπηξίωσε τῆς παρ' αὐτοῦ προσρήσεως· μᾶλλον δὲ οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον, τὸ καὶ ἀδελφοὺς αὐτοὺς καλεῖν, ὡσπεροῦν καὶ τοὺς μετ' αὐτοὺς ἁγίους· Ἀσπάσασθε γὰρ, φησὶ, Φιλόλογον καὶ Ἰουλίαν, καὶ Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους· ὅπερ μέγιστον ἦν ἀξίωμα, καὶ τιμῆς μέγεθος ἄφατον. Εἶτα, ἵνα μηδεμία φιλονεικία γένηται τῷ τοὺς μὲν οὕτω, τοὺς δὲ οὕτω προσειρῆσθαι, καὶ τοὺς μὲν ὀνομαστὶ, τοὺς δὲ ἀδιορίστως, καὶ τοὺς μὲν μετὰ πλειόνων ἐγκωμίων, τοὺς δὲ μετὰ ἐλαττόνων, ἀνακιρνᾷ πάλιν αὐτοὺς τῇ τῆς ἀγάπης ἰσοτιμίᾳ καὶ τῷ ἁγίῳ φιλήματι, λέγων· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· διὰ τῆς εἰρήνης ταύτης πάντα ἐκβάλλων θορυβοῦντα αὐτοὺς λογισμὸν καὶ μικροψυχίας ἀφορμὴν, ἵνα μήτε ὁ μέγας καταφρονῇ τοῦ ἐλάττονος, μήτε ὁ μικρὸς βασκαίνῃ τῷ μείζονι· ἀλλὰ καὶ ὑπεροψία καὶ φθόνος ἀπελαύνηται, τοῦ φιλήματος τούτου πάντα καταπραΰνοντός τε καὶ ἐξισοῦντος. ∆ιὸ οὐ μόνον αὐτοὺς ἀσπάσασθαι κελεύει οὕτως, ἀλλὰ καὶ τὸν πασῶν Ἐκκλησιῶν ἀσπασμὸν οὕτως αὐτοῖς διαπέμπεται. Ἀσπάζονται γὰρ, φησὶν, ὑμᾶς, οὐκέτι τὸν δεῖνα καὶ τὸν δεῖνα κατ' ἰδίαν, ἀλλὰ κοινῇ πάντας, αἱ ἐκκλησίαι τοῦ Χριστοῦ. Εἶδες πῶς οὐ μικρὰ καὶ ἀπὸ τῶν προσρήσεων τούτων ἐκερδάναμεν; Ὅσους θησαυροὺς ἐμέλλομεν παρατρέχειν, εἰ μὴ καὶ τουτὶ τὸ μέρος τῆς ἐπιστολῆς μετὰ ἀκριβείας ἐξητάσαμεν, τῆς ἡμῖν ἐγχωρούσης λέγω; ὡς εἴ γε τις εὑρεθείη σοφὸς ἀνὴρ καὶ πνευματικὸς, καὶ βαθύτερον καταβήσεται, καὶ πλείους ὄψεται τοὺς μαργαρίτας. Ἀλλ' ἐπειδή τινες ἐζήτησαν πολλάκις, τί δήποτε ἐν τῇ ἐπιστολῇ ταύτῃ