1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

2

ἐπίστευον ἀνάστασιν εἶναι σωμάτων, τὰ τῆς Ἑλληνικῆς μωρίας ἔτι νοσοῦντες. Καὶ γὰρ ἅπαντα ταῦτα ἀπὸ τῆς κατὰ τὴν φιλοσοφίαν τὴν ἔξωθεν ἀνοίας ἐτίκτετο, καὶ αὕτη ἦν τῶν κακῶν ἡ μήτηρ· ἐντεῦθεν καὶ διῄρηντο, καὶ αὐτὸ τοῦτο ἀπὸ τῶν φιλοσόφων μαθόντες. Καὶ γὰρ ἐκεῖνοι κατ' ἀλλήλων ἔστησαν, ἀεὶ ὑπὲρ φιλαρχίας καὶ κενοδοξίας ἕκαστος τοῖς ἀλλήλων ἐναντιούμενοι δόγμασι, καὶ σπουδάζοντες ἐφευρεῖν τι τοῖς προτέροις. Ταῦτα δὲ ἔπασχον, ἐπειδὴ λογισμοῖς ἐπέτρεπον τὰ καθ' ἑαυτούς. Ἔγραψαν μὲν οὖν αὐτῷ διὰ Φορτουνάτου καὶ Στεφανᾶ καὶ Ἀχαϊκοῦ, δι' ὧν καὶ αὐτὸς γράφει. Καὶ τοῦτο ἐδήλωσεν ἐν τῷ τέλει τῆς Ἐπιστολῆς, οὐ μὴν περὶ πάντων, ἀλλὰ περὶ γάμου καὶ παρθενίας· διὸ καὶ ἔλεγε· Περὶ δὲ ὧν ἐγράψατέ μοι. Αὐτὸς μέντοι, καὶ ὑπὲρ ὧν ἔγραψαν, καὶ ὑπὲρ ὧν οὐκ ἔγραψαν, ἐπιστέλλει, πάντα μετὰ ἀκριβείας μαθὼν αὐτῶν τὰ ἐλαττώματα. Καὶ τὸν Τιμόθεον δὲ ἀποστέλλει μετὰ τῶν γραμμάτων, εἰδὼς ὅτι πολλὴν μὲν ἰσχὺν ἔχει καὶ τὰ γράμματα, οὐ μικρὰν δὲ αὐτοῖς οἴσει προσθήκην καὶ ἡ παρουσία τοῦ μαθητοῦ. Ἐπειδὴ δὲ αἰσχυνόμενοι οἱ διανειμάμενοι τὴν Ἐκκλησίαν, μὴ δόξωσι φιλοτιμίας ἕνεκεν τοῦτο πεποιηκέναι, προκαλύμματα τοῦ πάθους ἐπενόησαν, τὸ τὰ τελειότερα δῆθεν διδάσκειν, καὶ σοφώτεροι τῶν ἄλλων εἶναι· κατ' αὐτοῦ πρῶτον ὁ Παῦλος ἵσταται τοῦ νοσήματος, τὴν ῥίζαν τῶν κακῶν ἀναστέλλων, καὶ τὴν ἐντεῦθεν φυεῖσαν διχόνοιαν· καὶ πολλῇ κέχρηται τῇ παῤῥησίᾳ. Ἦσαν γὰρ αὐτῷ καὶ μαθηταὶ οὗτοι μάλιστα πάντων· διό φησιν· Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε. Καὶ ἀσθενέστερόν γε τῶν ἄλλων διέκειντο· διό φησιν, Οὐ γὰρ ὡς πνευματικοῖς ἐλάλησα· οὔπω γὰρ ἐδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. Τοῦτο δὲ λέγει, ἵνα μὴ νομίσωσιν, ὅτι ὑπὲρ τοῦ παρελθόντος τοῦτο λέγει χρόνου. ∆ιὸ ἐπήγαγε· Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. Πλὴν ἀλλ' οὐδὲ πάντας εἰκὸς ἦν διεφθάρθαι, ἀλλ' εἶναί τινας ἐν αὐτοῖς καὶ σφόδρα ἁγίους. Καὶ τοῦτο ἐν μέσῳ τῆς Ἐπιστολῆς ἐδήλωσεν εἰπών· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, καὶ ἐπαγαγὼν, Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Ἐπεὶ οὖν ἐξ ἀπονοίας πάντα ἐτίκτετο τὰ κακὰ καὶ τοῦ νομίζειν εἰδέναι τι πλέον, ταύτην πρὸ τῶν ἄλλων καθαιρεῖ, καὶ ἀρχόμενός φησι·

ΟΜΙΛΙΑ Αʹ.

Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης

ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. αʹ. Ὅρα πῶς εὐθέως ἐκ προοιμίων τὸν τῦφον κατέβαλε, καὶ χαμαὶ ἔῤῥιψε πᾶσαν αὐτῶν τὴν οἴησιν, 61.12 κλητὸν ἑαυτὸν εἰπών. Οὐ γὰρ αὐτὸς εὗρον, φησὶν, ὅπερ ἔμαθον, οὐδὲ οἰκείᾳ κατέλαβον σοφίᾳ, ἀλλὰ διώκων καὶ πορθῶν τὴν Ἐκκλησίαν, ἐκλήθην. Ἐνταῦθα δὲ τοῦ μὲν καλοῦντος τὸ πᾶν· τοῦ δὲ κληθέντος οὐδὲν, ὡς εἰπεῖν, γίνεται, ἢ τὸ ὑπακοῦσαι μόνον. Χριστοῦ Ἰησοῦ. Ὁ διδάσκαλος ὑμῶν Χριστός· καὶ ὑμεῖς ἀνθρώπους ἐπιγράφεσθε τῆς διδασκαλίας προστάτας· ∆ιὰ θελήματος Θεοῦ. Ὁ γὰρ 61.13 Θεὸς τοῦτο ἠθέλησε τὸ οὕτως ὑμᾶς σωθῆναι. Οὐδὲν γὰρ ἡμεῖς κατωρθώσαμεν, ἀλλὰ διὰ τοῦ θελήματος τοῦ Θεοῦ τὴν σωτηρίαν εὑράμεθα· καὶ ἐπειδὴ αὐτῷ ἔδοξεν, ἐκλήθημεν, οὐκ ἐπειδὴ ἄξιοι ἦμεν. Πάλιν μετριάζει, συντάττων ἑαυτῷ τὸν ἐλάττονα πολλῷ· καὶ γὰρ πολὺ τὸ μέσον ἦν Παύλου καὶ Σωσθένους. Εἰ δὲ, ἔνθα τοσοῦτον ἦν τὸ μέσον, συνέταξεν ἑαυτῷ τὸν καταδεέστερον, τί ἂν ἔχοιεν εἰπεῖν ἐκεῖνοι οἱ τοὺς ὁμοτίμους ὑπερορῶντες; Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Οὐ τοῦδε καὶ τοῦδε, ἀλλὰ τοῦ Θεοῦ. Τῇ οὔσῃ ἐν Κορίνθῳ. Ὁρᾷς πῶς καθ' ἑκάστην λέξιν κατέβαλεν αὐτῶν τὸ φύσημα, τὴν