1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

3

διάνοιαν ἐθίζων διὰ πάντων πρὸς τὸν οὐρανόν; Ἐκκλησίαν δὲ Θεοῦ καλεῖ, δεικνὺς ὅτι ἡνῶσθαι αὐτὴν χρή. Εἰ γὰρ Θεοῦ ἐστιν, ἥνωται, καὶ μία ἐστὶν, οὐκ ἐν Κορίνθῳ μόνον, ἀλλὰ καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ. Τὸ γὰρ τῆς Ἐκκλησίας ὄνομα οὐ χωρισμοῦ, ἀλλὰ ἑνώσεώς ἐστι καὶ συμφωνίας ὄνομα. Ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ. Πάλιν τοῦ Ἰησοῦ τὸ ὄνομα. οὐδαμοῦ ἀνθρώπων τίθησι. Τί δέ ἐστιν ὁ ἁγιασμός; Τὸ λουτρὸν, ὁ καθαρισμός. Ἀναμιμνήσκει γὰρ αὐτοὺς τῆς οἰκείας ἀκαθαρσίας, ἧς ἀπήλλαξε, καὶ πείθει μικρὰ φρονεῖν· οὐ γὰρ ἐν τοῖς οἰκείοις κατορθώμασιν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἡγιάσθησαν. Κλητοῖς ἁγίοις. Καὶ γὰρ τοῦτο αὐτὸ τὸ πίστει σωθῆναι, φησὶν, οὐκ ἐξ ὑμῶν· οὐ γὰρ προσήλθετε πρῶτοι, ἀλλ' ἐκλήθητε. Ὥστε οὐδὲ τὸ μικρὸν τοῦτο, ὑμέτερον ὅλον. Καίτοι εἰ καὶ προσήλθετε, μυρίων ὄντες ὑπεύθυνοι κακῶν, οὐδὲ οὕτως ὑμῖν χάρις, ἀλλὰ τῷ Θεῷ. ∆ιὰ τοῦτο καὶ Ἐφεσίοις γράφων ἔλεγε· Χάριτί ἐστε σεσωσμένοι διὰ πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν. Οὐδὲ ἡ πίστις ὑμῶν ὁλόκληρος· οὐ γὰρ ὑμεῖς ἐπιστεύσατε προλαβόντες, ἀλλὰ κληθέντες ὑπηκούσατε. Σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐ τοῦ δεῖνος καὶ τοῦ δεῖνος, ἀλλὰ Τὸ ὄνομα τοῦ Κυρίου. Ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. Εἰ γὰρ καὶ πρὸς Κορινθίους τὰ γράμματά ἐστι γεγραμμένα μόνον, ἀλλὰ καὶ πάντων τῶν ἐν πάσῃ τῇ γῇ μέμνηται πιστῶν, δεικνὺς ὅτι τὴν ἐπὶ τῆς οἰκουμένης μίαν δεῖ εἶναι Ἐκκλησίαν, καίτοι τόποις πολλοῖς κεχωρισμένην, καὶ πολλῷ μᾶλλον τὴν ἐν Κορίνθῳ. Εἰ δὲ ὁ τόπος χωρίζει, ἀλλ' ὁ Κύριος αὐτοὺς συνάπτει κοινὸς ὤν· διὸ καὶ ἑνῶν αὐτοὺς ἐπήγαγε τὸ, Ἡμῶν τε καὶ αὐτῶν. Πολὺ δὲ τοῦτο ἐκείνου κυριώτερον. Ὥσπερ γὰρ οἱ ἐν ἑνὶ τόπῳ ὄντες, ὅταν πολλοὺς ἔχωσιν ἐναντίους δεσπότας, διεσπασμένοι εἰσὶ, καὶ οὐδὲν ἀπὸ τοῦ τόπου εἰς ὁμόνοιαν ὠφελοῦνται, διάφορα τῶν δεσποτῶν ἐπιταττόντων, καὶ πρὸς ἑαυτοὺς ἑλκόντων (Οὐ δύνασθε γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμμωνᾷ)· οὕτως οἱ ἐν διαφόροις τόποις ὄντες, ἐὰν μὴ διαφόρους ἔχωσι κυρίους, ἀλλ' ἕνα μόνον, οὐδὲν ἀπὸ τῶν τόπων εἰς ὁμόνοιαν παραβλάπτονται, τοῦ Κυρίου τοῦ ἑνὸς συνάπτοντος αὐτούς. Οὐ λέγω τοίνυν, φησὶν, ὅτι πρὸς Κορινθίους Κορίνθιοι ὄντες ὁμονοεῖν ὀφείλετε μόνον, ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἐν τῇ οἰκουμένῃ πάσῃ, κοινὸν ἔχοντες ∆εσπότην. ∆ιὰ τοῦτο καὶ ἐκ δευτέρου προσέθηκε τὸ, Ἡμῶν. Ἐπειδὴ γὰρ εἶπε, Τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μὴ δόξῃ χωρίζειν παρὰ τοῖς ἀνοήτοις, ἐπάγει πάλιν, Κυρίου ἡμῶν τε καὶ αὐτῶν. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ἀναγνώσομαι κατὰ τὸ νόημα οὕτω· Παῦλος καὶ Σωσθένης τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, καὶ πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν τε καὶ αὐτῶν ἐν παντὶ τόπῳ, 61.14 κἂν ἐν Ῥώμῃ, κἂν ὅπου δήποτε ἂν ὦσι· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἢ οὕτω πάλιν, ὃ καὶ μᾶλλον ἡγοῦμαι ἀληθέστερον εἶναι· Παῦλος καὶ Σωσθένης τοῖς ἐν Κορίνθῳ ἡγιασμένοις, κλητοῖς ἁγίοις σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. Τουτέστι, Χάρις ὑμῖν καὶ εἰρήνη ὑμῖν τοῖς ἐν Κορίνθῳ ἡγιασμένοις, καὶ κλητοῖς γενομένοις· οὐ μόνοις, ἀλλὰ μετὰ πάντων τῶν ἐν παντὶ τόπῳ ἐπικαλουμένων τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ αὐτῶν. Εἰ δὲ ἀπὸ χάριτος ἡ εἰρήνη, τί μέγα φρονεῖς, τί μέγα φυσᾷς, χάριτι σωθείς; εἰ δὲ εἰρήνην ἔχεις πρὸς τὸν Θεὸν, τί ἑτέροις σεαυτὸν προσνέμεις; τοῦτο γὰρ διαστασιάζειν ἐστί. Τί γὰρ, εἰ πρὸς τόνδε εἰρηνεύετε καὶ πρὸς τόνδε, καὶ χάριν ἔχετε; Ἐγὼ δὲ ἀπὸ τοῦ Θεοῦ αἰτῶ ταῦτα ὑμῖν ἀμφότερα γενέσθαι, καὶ ἀπ' αὐτοῦ καὶ πρὸς αὐτόν. Οὔτε γὰρ βεβαία μένει, ἂν μὴ τῆς ἄνωθεν ἀπολαύσῃ ῥοπῆς· οὔτε, ἐὰν μὴ πρὸς αὐτὸν ᾖ, ἔσται τι πλέον ὑμῖν. Οὐδὲν γὰρ ὄφελος ἡμῖν, κἂν πρὸς πάντας ὦμεν εἰρηνικοὶ, πρὸς δὲ τὸν Θεὸν ἐκπεπολεμωμένοι· ὥσπερ οὐδὲν βλάβος ἡμῖν, κἂν παρὰ πάντων πολεμώμεθα, τῷ δὲ Θεῷ εἰρηνεύωμεν· καὶ πάλιν οὐδὲν ὄφελος, κἂν παρὰ πᾶσιν εὐδοκιμῶμεν, τῷ δὲ Κυρίῳ προσκρούωμεν· ὥσπερ οὐδεὶς κίνδυνος, κἂν πάντες ἡμᾶς ἀποστρέφωνται καὶ