1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

4

μισῶσιν, ὁ δὲ Θεὸς ἀποδέχηται καὶ φιλῇ. Ἡ γὰρ ὄντως χάρις, ἡ ὄντως εἰρήνη, παρὰ τοῦ Θεοῦ. Ὁ μὲν γὰρ τὴν παρὰ τῷ Θεῷ χάριν ἔχων, οὐδένα δέδοικε, κἂν μυρία πάσχῃ δεινά· οὐ λέγω ἄνθρωπον, ἀλλ' οὐδὲ αὐτὸν τὸν διάβολον· ὁ δὲ τούτῳ προσκεκρουκὼς, πάντας ὑποπτεύει, κἂν ἐν ἀσφαλείᾳ εἶναι δοκῇ. Ἄστατον γὰρ τὸ τῶν ἀνθρώπων γένος, καὶ οὐ φίλοι μόνον καὶ ἀδελφοὶ, ἀλλ' ἤδη καὶ πατέρες μεταβαλλόμενοι, πολλάκις ἀπὸ πικρᾶς αἰτίας τοῦτον, ὃν ἐγέννησαν, ὃν ἐφύτευσαν, πάντων πολεμίων μᾶλλον ἤλασαν· καὶ παῖδες πατέρας ἐξέβαλον. Σκόπει δέ. βʹ. Εἶχε χάριν ὁ ∆αυῒδ παρὰ τῷ Θεῷ· εἶχε χάριν ὁ Ἀβεσαλὼμ παρὰ τοῖς ἀνθρώποις· οἷον οὖν τέλος ἑκάτερος ἔσχε, καὶ τίς ηὐδοκίμησε μᾶλλον, ἴστε. Εἶχε χάριν ὁ Ἀβραὰμ παρὰ τῷ Θεῷ, ὁ δὲ Φαραὼ παρὰ τοῖς ἀνθρώποις· χαριζόμενοι γὰρ αὐτῷ, τὴν γυναῖκα τοῦ δικαίου προὔδωκαν. Τίς οὖν λαμπρότερος γέγονε καὶ μακάριος, παντί που δῆλον. Καὶ τί λέγω περὶ δικαίων; Εἶχον χάριν οἱ Ἰσραηλῖται παρὰ τῷ Θεῷ, ἐμισοῦντο δὲ παρὰ ἀνθρώπων τῶν Αἰγυπτίων· ἀλλ' ὅμως τῶν μισούντων περιεγένοντο, καὶ ἐκράτησαν, μεθ' ὅσης ἅπαντες ἴστε περιφανείας. Τοῦτο τοίνυν σπουδάζωμεν ἅπαντες· κἂν δοῦλος ᾖ τις, τοῦτο εὐχέσθω, πρὸ τοῦ δεσπότου παρὰ τῷ Θεῷ χάριν εὑρεῖν· κἂν γυνή τις ᾖ, πρὸ τοῦ ἀνδρὸς παρὰ τοῦ Σωτῆρος Θεοῦ ζητείτω χάριν· κἂν στρατιώτης ᾖ, πρὸ τοῦ βασιλέως καὶ πρὸ τοῦ ἄρχοντος τὴν ἄνωθεν εὔνοιαν ζητείτω· οὕτω γὰρ καὶ παρὰ ἀνθρώποις ἐπέραστος ἔσῃ. Πῶς δ' ἄν τις εὕροι χάριν παρὰ τῷ Θεῷ; Πῶς δὲ ἑτέρως, εἰ μὴ ἀπὸ ταπεινοφροσύνης; Ὁ Θεὸς γὰρ, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν· καὶ, Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καὶ τεταπεινωμένην καρδίαν ὁ Θεὸς οὐκ ἐξουδενώσει. Εἰ γὰρ παρὰ ἀνθρώποις οὕτω ποθεινὸν τὸ ταπεινὸν, πολλῷ μᾶλλον παρὰ Θεῷ. Οὕτω καὶ οἱ ἐξ ἐθνῶν χάριν εὗρον, οὕτω καὶ οἱ Ἰουδαῖοι τῆς χάριτος ἐξέπεσον· Τῇ γὰρ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγη 61.15 σαν. Ὁ ταπεινὸς οὗτος, καὶ ἐπίχαρις γίνεται καὶ πᾶσιν ἡδὺς, καὶ εἰρήνῃ σύντροφος διηνεκεῖ, καὶ οὐδεμίαν ἔχων πολέμων ὑπόθεσιν. Κἂν γὰρ ὑβρίσῃς, κἂν λοιδορήσῃς, κἂν ὁτιοῦν εἴπῃς, σιγήσεται καὶ πράως οἴσει, καὶ τοσαύτην ἕξει τὴν εἰρήνην πρὸς πάντας, ὅσην οὐδὲ ἔστιν εἰπεῖν, καὶ πρὸς τὸν Θεὸν δέ. Τὰ γὰρ τοῦ Θεοῦ προστάγματα, μετὰ ἀνθρώπων εἰρηνεύειν ἐστὶ, καὶ ὁ βίος ἅπας ἡμῖν οὕτω κατορθοῦται ἐν τῇ πρὸς ἀλλήλους εἰρήνῃ· οὐ γὰρ δὴ Θεόν τις ἀδικῆσαι δυνήσεται· ἀνώλεθρος γὰρ ἡ φύσις ἐκείνη, καὶ παντὸς ἀνωτέρα πάθους. Οὐδὲν οὕτω θαυμαστὸν ποιεῖ τὸν Χριστιανὸν, ὡς ταπεινοφροσύνη. Ἄκουσον γοῦν τοῦ Ἀβραὰμ λέγοντος· Ἐγὼ δέ εἰμιγῆ καὶ σποδός· καὶ τοῦ Θεοῦ περὶ Μωϋσέως πάλιν, ὅτι πραότατος ἦν πάντων ἀνθρώπων. Οὐδεὶς γὰρ ἐκείνου ταπεινότερος γέγονεν, ὃς δῆμον τοσοῦτον ἄγων, καὶ τὸν βασιλέα καὶ τὸ στρατόπεδον ἅπαν τῶν Αἰγυπτίων καθάπερ μυίας καταποντίσας, καὶ τοσαῦτα μὲν ἐν Αἰγύπτῳ, τοσαῦτα δὲ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐργασάμενος καὶ ἐπὶ τῆς ἐρήμου, καὶ τοσαύτης ἀπολαύσας μαρτυρίας, ὡς εἷς τῶν πολλῶν ὢν, οὕτω διέκειτο· καὶ τοῦ κηδεστοῦ γαμβρὸς ταπεινότερος ἦν, καὶ ἐδέχετο τὴν παρ' ἐκείνου γνώμην. Καὶ οὐδὲ ἐδυσχέραινεν οὐδὲ εἶπε· Τί τοῦτο; μετὰ τοιαῦτα καὶ τοσαῦτα κατορθώματα ἦλθες ἡμῖν συμβουλεύων; ὅπερ πάσχουσιν οἱ πολλοὶ, κἂν ἀρίστην τις εἰσηγήσηται γνώμην, διὰ τὸ τοῦ προσώπου ταπεινὸν καταφρονοῦντες. Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ διὰ ταπεινοφροσύνης πάντα κατώρθου. Ἐντεῦθεν καὶ τῶν βασιλικῶν κατεφρόνησεν αὐλῶν, ἐπειδὴ ταπεινὸς ἦν ὄντως· τὸ γὰρ ὑγιὲς φρόνημα καὶ τὸ ὑψηλὸν ἡ ταπεινοφροσύνη ποιεῖ. Πόσης γὰρ οἴει μεγαλοφροσύνης εἶναι καὶ μεγαλοψυχίας τὸ καὶ οἰκίας καὶ τραπέζης ὑπεριδεῖν βασιλικῆς; Καὶ γὰρ ὡς θεοὶ τιμῶνται οἱ βασιλεῖς παρ' Αἰγυπτίοις, καὶ πλούτου καὶ θησαυρῶν ἀπολαύουσι μυρίων. Ἀλλ' ὅμως πάντα ἀφεὶς ἐκεῖνα, καὶ αὐτὰ τῆς Αἰγύπτου ῥίψας τὰ σκῆπτρα, τοῖς αἰχμαλώτοις καὶ καταπονουμένοις, τοῖς ἐν τῷ πηλῷ καὶ τῇ πλινθείᾳ δαπανωμένοις, οὓς οἱ δοῦλοι αὐτοῦ ἐβδελύττοντο (ἐβδελύττοντο γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, φησὶ), τούτοις προσέδραμε, καὶ τῶν δεσποτῶν αὐτοὺς προετίθει. Ὅθεν