6
ΟΜΙΛΙΑ Βʹ.
Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ
ὑμῖν ἐν Χριστῷ Ἰησοῦ· ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ. αʹ. Ὃ τοῖς ἄλλοις παραινεῖ ποιεῖν, λέγων, Ἐν εὐχαριστίᾳ τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεὸν, τοῦτο καὶ αὐτὸς ἔπραττε, διδάσκων ἡμᾶς ἀπὸ τούτων ἄρχεσθαι τῶν λόγων ἀεὶ, καὶ πρὸ πόντων εὐχαριστεῖν τῷ Θεῷ. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ φίλον, ὡς τὸ εὐχαρίστους εἶναι, καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ ἄλλων. ∆ιὸ καὶ πάσης σχεδὸν Ἐπιστολῆς τοῦτο προτίθησιν· ἐνταῦθα δὲ καὶ ἀναγκαιότερον ἢ ἐν ταῖς ἄλλαις αὐτὸ πράττει. Ὁ γὰρ εὐχαριστῶν, καὶ ὡς εὖ παθὼν εὐχαριστεῖ, καὶ ἐπὶ χάριτι εὐχαριστεῖ· ἡ δὲ χάρις οὐκ ὀφειλὴ οὐδὲ ἀμοιβὴ οὐδὲ ἀντίδοσις· ὃ πανταχοῦ μὲν ἀναγκαῖον λέγειν, πολλῷ δὲ πλέον ἐπὶ Κορινθίων τῶν κεχηνότων πρὸς τοὺς διατεμόντας τὴν Ἐκκλησίαν. Τῷ Θεῷ μου. Ἀπὸ πολλῆς τῆς διαθέσεως τὸ κοινὸν ἁρπάζει καὶ ἰδιοποιεῖται, ὃ καὶ προφήταις ἔθος ἀεὶ λέγειν· Ὁ Θεὸς, ὁ Θεός μου. Καὶ εἰς προτροπὴν αὐτοὺς ἐνάγει τοῦ καὶ αὐτοὺς τοῦτο λέγειν. Ὁ γὰρ οὕτω λέγων, ἀπὸ πάντων τῶν ἀνθρωπίνων ἀναχωρεῖ, καὶ χωρεῖ πρὸς ἐκεῖνον, ὃν μετὰ πολλῆς καλεῖ τῆς διαθέσεως. Τοῦτο γὰρ δύναται λέγειν γνησίως ὁ ἀπὸ τῶν βιωτικῶν ἀναβαίνων ἀεὶ πρὸς τὸν Θεὸν, καὶ ἁπάντων αὐτὸν προτιθεὶς πάντοτε, καὶ εὐχαριστῶν διηνεκῶς, οὐχ ὑπὲρ τῆς ἤδη δοθείσης χάριτος, ἀλλ' εἴ ποτέ τι καὶ μετὰ ταῦτα ἀγαθὸν γέγονε, καὶ ὑπὲρ τούτου τὴν αὐτὴν ἀναφέρει εὐφημίαν αὐτῷ. ∆ιὰ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Εὐχαριστῶ, ἀλλὰ, Πάντοτε ὑπὲρ ὑμῶν, παιδεύων αὐτοὺς καὶ ἀεὶ εἰδέναι χάριν, καὶ μηδενὶ ἑτέρῳ, ἀλλ' ἢ τῷ Θεῷ μόνον. Ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ. Ὁρᾷς πῶς πανταχόθεν αὐτοὺς διορθοῦται; Ἔνθα γὰρ χάρις ἐστὶν, ἔργα οὐκ ἔστιν· ἔνθα ἔργα, οὐκέτι χάρις ἐστίν. Εἰ τοίνυν χάρις, τί μέγα φρονεῖτε; πόθεν πεφυσιωμένοι ἐστέ; Τῇ δοθείσῃ ὑμῖν. Καὶ διὰ τίνος ἐδόθη; ἆρα δι' ἐμοῦ, ἢ δι' ἑτέρου ἀποστόλου; Οὐδαμῶς, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ· τὸ γὰρ, Ἐν Χριστῷ Ἰησοῦ, τοῦτό ἐστιν.Ὅρα πῶς πολλαχοῦ τὸ, ἐν, ἀντὶ τοῦ, δι' οὗ, ἐστίν. Οὐκ ἄρα ἔλαττον τοῦτο τοῦ, διά. Ὅτι ἐν παντὶ ἐπλουτίσθητε. Πάλιν διὰ τίνος; Ἐν αὐτῷ, φησί. Καὶ οὐχ ἁπλῶς ἐπλουτίσθητε, ἀλλὰ καὶ Ἐν παντί. Ὅταν οὖν καὶ πλοῦτος ᾖ, καὶ Θεοῦ πλοῦτος, καὶ ἐν παντὶ, καὶ διὰ τοῦ Μονογενοῦς, ἐννόησον τὸν ἄφατον θησαυρόν. Ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Λόγῳ οὐ τῷ ἔξωθεν, ἀλλὰ τῷ τοῦ Θεοῦ. Ἔστι γὰρ γνῶσις λόγου χωρὶς, καὶ ἔστι γνῶσις μετὰ λόγου. Καὶ γὰρ εἰσὶ πολλοὶ γνῶσιν μὲν ἔχοντες, λόγον δὲ οὐκ ἔχοντες, οἷον οἱ ἰδιῶται, καὶ μὴ δυνάμενοι παραστῆσαι σαφῶς ἅπερ ἔχουσιν ἐν διανοίᾳ. Ἀλλ' οὐχ ὑμεῖς τοιοῦτοι, φησὶν, ἀλλὰ καὶ νοῆσαι καὶ εἰπεῖν ἱκανοί. Καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν. Ἐν τάξει ἐπαίνων καὶ εὐχαριστίας σφόδρα αὐτῶν καθάπτεται. Οὐ γὰρ διὰ τῆς ἔξωθεν φιλοσοφίας, φησὶν, οὐδὲ διὰ τῆς ἔξωθεν παιδεύσεως, ἀλλὰ διὰ τῆς χάριτος τοῦ Θεοῦ, καὶ τοῦ πλούτου καὶ τῆς γνώσεως καὶ τοῦ λόγου τοῦ παρ' αὐτοῦ δοθέντος ἠδυνήθητε μαθεῖν τὰ τῆς ἀληθείας δόγματα καὶ βεβαιωθῆναι εἰς τὸ μαρτύριον τοῦ Κυρίου, τουτέστιν, εἰς τὸ κήρυγμα. Πολλῶν γὰρ ἀπελαύσατε σημείων, πολλῶν θαυμάτων, ἀφάτου χάριτος, ὥστε δέξασθαι τὸ κήρυγμα. Εἰ τοίνυν ἐβεβαιώθητε διὰ σημείων καὶ χάριτος, τίνος ἕνεκεν παρασαλεύεσθε; Ταῦτα δὲ ὁμοῦ καὶ καθαπτο 61.18 μένου, καὶ προκαταλαμβάνοντος αὐτούς ἐστι τὰ ῥήματα. Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι. Μέγα ἐνταῦθα ζητεῖται· εἰ οἱ πλουτισθέντες ἐν παντὶ λόγῳ, ὡς μηδὲν ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, πῶς οὗτοι σαρκικοί εἰσιν. Εἰ γὰρ παρὰ τὴν ἀρχὴν τοιοῦτοι ἦσαν, πολλῷ μᾶλλον νῦν. Πῶς οὖν αὐτοὺς σαρκικοὺς καλεῖ; Οὐ γὰρ ἠδυνήθην ὑμῖν λαλῆσαι, φησὶν, ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι παρὰ τὴν ἀρχὴν πιστεύσαντες, καὶ παντοίων ἐπιτυχόντες χαρισμάτων (καὶ γὰρ ἐζήλουν αὐτὰ), ὕστερον ῥᾳθυμότεροι γεγόνασιν· ἢ εἰ μὴ τοῦτο, ὅτι οὐ πρὸς