1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

8

δῆλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι οὐκ εἰκῆ οὐδὲ ἁπλῶς τοῦτο ποιεῖ, ἀλλὰ τῇ πυκνότητι τῆς καλῆς ταύτης προσηγορίας τὴν φλεγμονὴν αὐτῶν ἀπαντλῶν, καὶ τὴν σηπεδόνα τοῦ νοσήματος ἐκκαθαίρων. Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Βαβαὶ, πόσον ἐνταῦθα εἶπεν! πόσον μέγεθος δωρεᾶς ἐνέφηνεν! Εἰς κοινωνίαν τοῦ Μονογενοῦς ἐκλήθητε, καὶ ἀνθρώποις ἑαυτοὺς προσνέμετε; τί ταύτης τῆς ἀθλιότητος χεῖρον; Καὶ πῶς ἐκλήθητε; ∆ιὰ τοῦ Πατρός. Ἐπειδὴ γὰρ δι' αὐτοῦ καὶ ἐν αὐτῷ συνεχῶς ἔλεγε περὶ τοῦ Υἱοῦ, ἵνα μὴ νομίσωσιν, ὅτι ὡς ἐλάττονος αὐτοῦ οὕτω μέμνηται, προσένειμεν αὐτὸ τῷ Πατρί. Οὐ γὰρ διὰ τοῦδε καὶ τοῦδε, φησὶν, ἀλλὰ διὰ τοῦ Πατρὸς ἐκλήθητε, δι' αὐτοῦ καὶ ἐπλουτίσθητε. Πάλιν ἐκλήθητε, οὐκ αὐτοὶ προσήλθετε. Τί δέ ἐστιν, Εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ; Ἄκουσον αὐτοῦ τοῦτο αὐτὸ σαφέστερον ἑτέρωθι λέγοντος· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ συναποθνήσκομεν, καὶ συζήσομεν. Εἶτα, ἐπειδὴ μέγα εἴρηκε, προσέθηκε καὶ λογισμὸν πληροφορίαν ἔχοντα ἀναντίῤῥητον· Πιστὸς γὰρ, φησὶν, ὁ Θεός· τουτέστιν ἀληθής. Εἰ δὲ ἀληθὴς, ἃ ἐπηγγείλατο καὶ ποιήσει· ἐπηγγείλατο δὲ κοινωνοὺς ἡμᾶς ποιήσειν τοῦ μονογενοῦς Υἱοῦ· ἐπὶ τοῦτο γὰρ καὶ ἐκάλεσεν· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα αὐτοῦ, καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Ταῦτα δὲ προοικονομεῖ νῦν ἐν τῷ λόγῳ, ὥστε μὴ μετὰ τὸ σφοδρὸν τῶν ἐγκλημάτων εἰς ἀπόγνωσιν αὐτοὺς ἐμπεσεῖν. Πάντως γὰρ τὰ παρὰ τοῦ Θεοῦ ἕψεται, ἂν μὴ σφόδρα ἡμεῖς ἀφηνιάσωμεν· καθάπερ οἱ Ἰουδαῖοι καλούμενοι οὐκ ἤθελον δέξασθαι τὰ ἀγαθά. Τοῦτο δὲ οὐκέτι τοῦ καλοῦντος ἦν, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Αὐτὸς μὲν γὰρ ἐβούλετο δοῦναι, ἐκεῖνοι δὲ, μὴ θελήσαντες λαβεῖν, ἑαυτοὺς ἐξέβαλον. Εἰ μὲν γὰρ εἰς ἐπίπονον καὶ ἐπίμοχθον ἐκάλει πρᾶγμα, οὐκ ἦσαν μὲν οὐδὲ οὕτω συγγνώμης ἄξιοι παραιτούμενοι, πλὴν ἀλλ' εἶχον αὐτὸ τοῦτο λέγειν· Εἰ δὲ ἐπὶ καθαρμὸν καὶ 61.20 δικαιοσύνην καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν καὶ χάριν καὶ δωρεὰν, καὶ τὰ παρεσκευασμένα ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ Θεὸς ὁ καλῶν, καὶ δι' ἑαυτοῦ καλῶν, ποίας ἂν εἶεν συγγνώμης ἄξιοι οἱ μὴ προστρέχοντες; Μὴ τοίνυν τὸν Θεὸν αἰτιάσθω τις. Οὐ γὰρ παρὰ τὸν καλοῦντα γίνεται τὸ μὴ πιστεῦσαι, ἀλλὰ παρὰ τοὺς ἀποπηδῶντας. Ἀλλ' ἔδει, φησὶ, καὶ ἄκοντας ἐναγαγεῖν. Ἄπαγε· οὐ γὰρ βιάζεται οὐδὲ ἀναγκάζει. Τίς γὰρ ἐπὶ τιμὰς καὶ στεφάνους καὶ εὐωχίας καὶ πανηγύρεις καλῶν, ἄκοντας καὶ δεδεμένους ἕλκει; Οὐκ ἔστιν οὐδείς· τοῦτο γὰρ ὑβρίζοντός ἐστιν. Εἰς γέενναν ἄκοντας πέμπει, εἰς δὲ βασιλείαν ἑκόντας καλεῖ· εἰς τὸ πῦρ δεδεμένους ἄγει καὶ οἰμώζοντας, εἰς δὲ τὰ μυρία ἀγαθὰ οὐχ οὕτως· ἐπεὶ τοῦτο καὶ αὐτὰ διαβάλλει τὰ ἀγαθὰ, εἰ μὴ τοιαύτη αὐτῶν ἐστιν ἡ φύσις, ὡς καὶ ἑκόντας προσδραμεῖν, καὶ χάριν εἰδότας πολλήν. γʹ. Καὶ πόθεν οὐ πάντες αὐτὰ αἱροῦνται, φησί; Παρὰ τὴν οἰκείαν ἀσθένειαν. Καὶ τίνος ἕνεκεν αὐτῶν οὐκ ἐκκόπτει τὴν ἀσθένειαν; Καὶ πῶς, εἰπέ μοι, καὶ τίνι τρόπῳ ἐκκόψαι ἐχρῆν; οὐχὶ κτίσιν εἰργάσατο διδάσκουσαν αὐτοῦ τὴν φιλανθρωπίαν καὶ τὴν δύναμιν; Οἱ οὐρανοὶ γὰρ, φησὶ, διηγοῦνται δόξαν Θεοῦ. Οὐχὶ καὶ προφήτας ἔπεμψεν; οὐχὶ καὶ ἐκάλεσε καὶ ἐτίμησεν; οὐχὶ ἐθαυματούργησεν; οὐ νόμον ἔδωκε καὶ γραπτὸν καὶ φυσικόν; οὐ τὸν Υἱὸν ἀπέστειλεν; οὐκ ἀποστόλους ἔπεμψεν; οὐ σημεῖα εἰργάσατο; οὐ γέενναν ἠπείλησεν; οὐ βασιλείαν ἐπηγγείλατο; οὐ καθ' ἑκάστην ἡμέραν ἀνατέλλει τὸν ἥλιον αὐτοῦ; οὐχὶ ἅπερ ἐπέταξεν, οὕτως εὔκολα καὶ ῥᾴδια, ὡς πολλοὺς ὑπερβαίνειν αὐτοῦ τὰ προστάγματα τῇ περιουσίᾳ τῆς φιλοσοφίας; Τί ἔδει ποιῆσαι τῷ ἀμπελῶνι, καὶ οὐκ ἐποίησα; Καὶ διὰ τί μὴ ἐποίησεν ἡμῖν φυσικὴν τὴν γνῶσιν, φησὶ, καὶ τὴν ἀρετήν; Τίς ταῦτά φησιν; ὁ Ἕλλην ἢ ὁ Χριστιανός; Ἀμφότεροι μὲν, ἀλλ' οὐχ ὑπὲρ τῶν αὐτῶν· ἀλλ' ὁ μὲν ὑπὲρ τῆς γνώσεως, ὁ δὲ ὑπὲρ τοῦ βίου φιλονεικεῖ. Οὐκοῦν πρῶτον πρὸς τὸν ἡμέτερον ἐροῦμεν· οὐ τοσοῦτον γάρ μοί ἐστιν τῶν ἔξω λόγος, ὅσον τῶν οἰκείων μελῶν. Τί οὖν φησιν ὁ Χριστιανός; Αὐτὴν ἔδει τὴν γνῶσιν ἡμῖν ἐνθεῖναι τῆς ἀρετῆς. Ἐνέθηκε μὲν οὖν· εἰ γὰρ μὴ ἐνέθηκε, πόθεν ᾔδειμεν τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα; πόθεν οἱ νόμοι