1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

9

καὶ τὰ δικαστήρια; Ἀλλ' οὐ τὴν γνῶσιν, ἀλλὰ τὴν πρᾶξιν αὐτήν. Καὶ τίνος ἔμελλες λαμβάνειν τὸν μισθὸν, εἰ τὸ πᾶν ἔμελλεν ἔσεσθαι τοῦ Θεοῦ; Εἰπὲ γάρ μοι, σὲ καὶ τὸν Ἕλληνα ἁμαρτάνοντας ὁμοίως ὁ Θεὸς κολάζει; Οὐδαμῶς· ἔχεις γὰρ τέως τὴν ἀπὸ τῆς γνώσεως παῤῥησίαν. Τί οὖν, εἴ τις ἄρα εἶπε νῦν, ὅτι ὑπὲρ τῆς γνώσεως καὶ σὺ καὶ ὁ Ἕλλην τῶν αὐτῶν ἀξιωθήσεσθε, ἆρα οὐκ ἂν ἐδυσχέρανας; Ἔγωγε οἶμαι· εἶπες γὰρ ἂν, ὅτι ἔχων εὑρεῖν οἴκοθεν ὁ Ἕλλην τὴν γνῶσιν, οὐκ ἠθέλησεν. Ἂν οὖν καὶ ἐκεῖνος λέγῃ, ὅτι Ἔδει τὸν Θεὸν ἐνθεῖναι τὴν γνῶσιν ἡμῖν φυσικῶς, οὐχὶ καταγελάσῃ, καὶ πρὸς αὐτὸν ἐρεῖς, ∆ιὰ τί γὰρ μὴ ἐζήτησας; διὰ τί μὴ ἐσπούδασας, καθάπερ ἐγώ; καὶ μετὰ πολλῆς στήσῃ τῆς παῤῥησίας, καὶ ἐρεῖς, ὅτι ἀνοίας ἐσχάτης ἦν τὸ ἐγκαλεῖν τῷ Θεῷ, ὅτι μὴ τῇ φύσει τὴν γνῶσιν ἐνέθηκε; Ταῦτα δὲ ἐρεῖς, ἐπειδή σοι κατώρθωται τὰ τῆς γνώσεως· οὕτω καὶ τὰ τοῦ βίου εἰ κατώρθωτο, οὐκ ἂν ταῦτα ἐζήτησας, ἀλλ' ἐπειδὴ ἀποκάμνεις πρὸς τὴν ἀρετὴν, διὰ τοῦτο τοὺς ἀνοήτους τούτους προβάλλῃ λόγους. Πῶς δὲ καὶ ἐχρῆν ποιῆσαι ἀνάγκῃ γίνεσθαι καλόν; Οὐκοῦν ἔμελλεν ἡμῖν τὰ ἄλογα φιλονεικεῖν τῆς ἀρετῆς, ἅτε ἡμῶν σωφρονέστερα 61.21 ἔνια ὄντα. Ἀλλ' ἐβουλόμην, φησὶν, εἶναι ἀνάγκῃ καλὸς, καὶ πάντων ἀποστερεῖσθαι τῶν μισθῶν, ἢ προαιρέσει φαῦλος, καὶ κολάζεσθαι καὶ τιμωρεῖσθαι. Ἀλλ' οὐκ ἔστιν ἀνάγκῃ ποτὲ καλὸν εἶναι. Εἰ μὲν οὖν ἀγνοεῖς τὸ πρακτέον, δεῖξον, καὶ τότε ἐροῦμεν ὅπερ εἰπεῖν δεῖ· εἰ δὲ οἶδας πονηρὰν τὴν ἀσέλγειαν οὖσαν, τίνος ἕνεκεν οὐ φεύγεις τὸ πονηρόν; Οὐ δύναμαι, φησίν. Ἀλλ' ἕτεροι οἱ τὰ μείζω κατορθώσαντες κατηγορήσουσί σου, καὶ ἐπιστομίσουσί σε ἐκ περιουσίας πολλῆς. Σὺ μὲν γὰρ ἴσως καὶ μετὰ γυναικὸς ὢν οὐ σωφρονεῖς, ἄλλος δὲ καὶ χωρὶς γυναικὸς ἀκέραιον διατηρεῖ τὴν ἁγνείαν. Τίνα οὖν ἔχεις ἀπολογίαν, τὸ μέτρον οὐ φυλάττων, ἑτέρου ὑπὲρ τὰ σκάμματα πηδῶντος; Ἀλλ' οὐκ εἰμὶ τοιοῦτος, φησὶ, τοῦ σώματος τὴν φύσιν ἢ τὴν προαίρεσιν. Ἐπειδὴ μὴ θέλεις, οὐκ ἐπειδὴ μὴ δύνασαι· καὶ γὰρ δείκνυμι πάντας ἐπιτηδείως πρὸς ἀρετὴν ἔχοντας. Ὃ γὰρ μὴ δύναταί τις ποιῆσαι, οὐδὲ ἀνάγκης ἐπικειμένης δυνήσεται ποιῆσαι· εἰ δὲ ἀνάγκης ἐπικειμένης δύναται ὁ μὴ ποιῶν, παρὰ προαίρεσιν οὐ ποιεῖ. Οἷόν τι λέγω· Ἀναπτῆναι καὶ πρὸς τὸν οὐρανὸν ἀρθῆναι σῶμα ἔχοντα, βαρὺ πάντως καὶ ἀδύνατον. Τί οὖν, εἰ βασιλεὺς ἐπιτάξειε τοῦτο ποιῆσαι, καὶ θάνατον ἠπείλησε λέγων, ὅτι Τοὺς μὴ πετομένους ἀνθρώπους ἀποτέμνεσθαι κελεύω καὶ καίεσθαι, ἢ ἄλλο τι πάσχειν τοιοῦτον, ἆρα ἄν τις ὑπήκουσεν; Οὐδαμῶς· οὐ δέχεται γὰρ ἡ φύσις. Ἂν δὲ ἐπὶ σωφροσύνης τὸ αὐτὸ τοῦτο γένηται, καὶ θῇ διατάγματα, ὥστε τὸν ἀσελγαίνοντα κολάζεσθαι, καίεσθαι. μαστίζεσθαι, μυρία πάσχειν δεινὰ, ἆρα οὐκ ἂν ἐπείσθησαν πολλοὶ τῷ προστάγματι; Οὐχὶ, φησί· καὶ γὰρ κεῖται καὶ νῦν νόμος ὁ κελεύων μὴ μοιχεύειν, καὶ οὐ πάντες πείθονται. Οὐκ ἐπειδὴ ὁ φόβος ἠσθένησεν, ἀλλ' ἐπειδὴ λήσεσθαι προσδοκῶσιν οἱ πολλοί· ὡς εἰ παρῆν αὐτοῖς ἀσελγαίνειν μέλλουσιν ὁ νομοθέτης καὶ ὁ δικάζων, ἴσχυσεν ἂν ὁ φόβος ἐκβαλεῖν τὴν ἐπιθυμίαν. Ἐπεὶ κἂν ἐλάττονα ταύτης ἑτέραν ἀνάγκην ἐπαγάγω, καὶ λαβὼν αὐτὸν ἀπὸ τῆς ἐρωμένης γυναικὸς ἀπαγάγω καὶ δήσας καθείρξω, δυνήσεται ἐνεγκεῖν, καὶ μηδὲν παθεῖν ἀηδές. Μὴ τοίνυν λέγωμεν, ὅτι ὁ δεῖνα φύσει καλὸς, καὶ ὁ δεῖνα φύσει κακός. Εἰ γὰρ φύσει ἀγαθὸς, οὐδέποτε δυνήσεται γενέσθαι κακός· καὶ εἰ φύσει κακὸς, οὐκ ἄν ποτε γένοιτο ἀγαθός. Νῦν δὲ ὁρῶμεν ὀξυῤῥόπους τὰς μεταβολὰς, καὶ ἀπὸ τούτων εἰς θάτερα μεταβάλλοντας, καὶ ἀπ' ἐκείνων εἰς ταῦτα μεταπίπτοντας. Καὶ ταῦτα οὐκ ἐν ταῖς Γραφαῖς ἔστιν ἰδεῖν μόνον, οἷον ὅτι τελῶναι γεγόνασιν ἀπόστολοι, καὶ μαθηταὶ 61.22 προδόται, καὶ πόρναι γυναῖκες σώφρονες, καὶ λῃσταὶ εὐδοκίμησαν, καὶ μάγοι προσεκύνησαν, καὶ ἀσεβεῖς εἰς εὐσέβειαν μετέβαλον, ἐπί τε τῆς Καινῆς ἐπί τε τῆς Παλαιᾶς· ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν πολλὰ τοιαῦτα συμβαίνοντα ἴδοι τις ἄν. Εἰ δὲ φυσικὰ ἦν, οὐκ ἂν μετέπεσον. Καὶ γὰρ φύσει παθητοὶ ὄντες, οὐκ ἄν ποτε ἀπὸ σπουδῆς γενοίμεθα ἀπαθεῖς. Τὸ γὰρ φύσει τι ὂν, οὐκ ἂν ἐκπέσῃ τοῦ κατὰ φύσιν. Οὐδεὶς γοῦν ἀπὸ τοῦ καθεύδειν ἐπὶ τὸ μὴ καθεύδειν μετέπεσεν, οὐδεὶς ἀπὸ τοῦ