1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

10

φθείρεσθαι ἐπὶ τὸ μὴ φθείρεσθαι, οὐδεὶς ἀπὸ τοῦ πεινῇν ἐπὶ τὸ μηδέποτε τοῦτο πάσχειν. ∆ιὰ τοῦτο οὐδὲ ἐγκλήματα ταῦτά ἐστιν, οὐδὲ ὀνειδίζομεν ἑαυτοὺς ἐπὶ τούτοις. Οὐδὲ μέλλων τίς τινι ἐγκαλεῖν εἶπεν· Ὦ φθαρτὲ καὶ παθητέ· ἀλλ' ἢ μοιχείαν ἢ πορνείαν ἤ τι τῶν τοιούτων ἀεὶ προφέρομεν τοῖς ὑπευθύνοις, καὶ δικασταῖς προσάγομεν τοῖς ἐγκαλοῦσι καὶ κολάζουσι, καὶ ἐπὶ τοῖς ἐναντίοις τιμῶσιν. Ὅταν οὖν καὶ ἐξ ὧν πρὸς ἀλλήλους ποιοῦμεν, καὶ ἐξ ὧν δικαζόμενοι πάσχομεν, καὶ ἐξ ὧν νόμους ἐγράψαμεν, καὶ ἐξ ὧν ἑαυτῶν καταγινώσκομεν, κἂν μηδεὶς ὁ κατηγορῶν ᾖ, καὶ ἐξ ὧν ῥᾳθυμοῦντες μὲν χείρους, φοβούμενοι δὲ βελτίους γινόμεθα, καὶ ἐξ ὧν ἄλλους ὁρῶμεν κατορθοῦντας καὶ πρὸς ἄκρον φιλοσοφίας ἀφικομένους, εὔδηλον ὅτι καὶ ἐφ' ἡμῖν κεῖται τὸ κατορθοῦν· τί μάτην ψυχραῖς ἑαυτοὺς ἀπατῶμεν οἱ πολλοὶ προφάσεσι καὶ ἀπολογίαις, μὴ μόνον συγγνώμην οὐ φερούσαις, ἀλλὰ καὶ κόλασιν ἀφόρητον, δέον τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν πρὸ τῶν ὀφθαλμῶν ἔχοντας ἀρετῆς ἐπιμελεῖσθαι, καὶ μικρὰ πονέσαντας, τοὺς ἀκηράτους λαβεῖν στεφάνους; Οὐδὲν γὰρ ἡμῶν ταῦτα προστήσεται τὰ ῥήματα· ἀλλ' οἱ σύνδουλοι καὶ τὰ ἐναντία κατωρθωκότες κατακρινοῦσι τοὺς διαμαρτάνοντας πάντας, τὸν ὠμὸν ὁ ἐλεήμων, τὸν πονηρὸν ὁ χρηστὸς, τὸν θρασὺν ὁ ἐπιεικὴς, τὸν βάσκανον ὁ φιλόφρων, τὸν κενόδοξον ὁ φιλόσοφος, τὸν ῥᾴθυμον ὁ σπουδαῖος, τὸν ἀκόλαστον ὁ σώφρων. Οὕτως οἴσει τὴν κρίσιν ἡμῖν ὁ Θεὸς, ἑκάτερά τε στήσει τὰ τάγματα, τοὺς μὲν ἐπαινῶν, τοὺς δὲ κολάζων. Ἀλλὰ μὴ γένοιτό τινα τῶν παρόντων γενέσθαι τῶν κολαζομένων καὶ ἠτιμωμένων, ἀλλὰ τῶν στεφανουμένων καὶ τῶν τῆς θείας βασιλείας ἐπιτυγχανόντων· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Γʹ.

Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ

Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα. ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. αʹ. Ὅπερ ἀεὶ ἔλεγον, ὅτι ἠρέμα καὶ κατὰ μικρὸν δεῖ τὰς ἐπιπλήξεις ποιεῖσθαι, τοῦτο καὶ ὁ Παῦλος ἐνταῦθα ποιεῖ. Μέλλων γὰρ εἰς πρᾶγμα ἐμβαίνειν πολλῶν κινδύνων γέμον, καὶ τὴν Ἐκκλησίαν ἐκ βάθρων ἱκανὸν ὂν ἀνασπάσαι, προσηνέστερον τῷ λόγῳ κέχρηται. Φησὶ γὰρ παρακαλεῖν αὐτοὺς, παρακαλεῖν δὲ διὰ τοῦ Χριστοῦ, ὡς οὐδὲ αὐτὸς ἀρκῶν μόνος ταύτην θέσθαι τὴν ἱκετηρίαν, καὶ πεῖσαι. Τί δέ ἐστι, Παρακαλῶ διὰ τοῦ Χριστοῦ; Τὸν Χριστὸν λαμβάνω σύμ 61.22 μαχον, καὶ βοηθὸν αὐτοῦ τὸ ὄνομα τὸ ἠδικημένον καὶ ὑβρισμένον· σφόδρα ἐντρεπτικῶς, ὥστε μὴ ἀπαναισχυντῆσαι αὐτούς· ἰταμοὺς γὰρ ἡ ἁμαρτία ποιεῖ. ∆ιὰ τοῦτο ἂν μὲν εὐθέως σφοδρῶς ἐπιπλήξῃς, ἀπηνῆ καὶ ἀναίσχυντον εἰργάσω· ἂν δὲ ἐντρέψῃς, κατέκαμψας τὸν αὐχένα, κατέσπασας τὴν παῤῥησίαν, κάτω νεύειν ἐποίησας. Ὅπερ καὶ ὁ Παῦλος κατασκευάζων, παρακαλεῖ τέως διὰ τοῦ ὀνόματος τοῦ Χριστοῦ. Καὶ τί ποτέ ἐστιν ὃ παρακαλεῖ· Ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα. Τοῦ σχίσματος ἡ ἔμφασις καὶ αὐτὸ τῆς κατηγορίας 61.23 τὸ ὄνομα ἱκανὰ σφόδρα αὐτῶν καθάψασθαι. Οὐ γὰρ πολλὰ γέγονεν ὁλόκληρα μέρη, ἀλλὰ καὶ τὸ ἓν ἀπώλετο. Εἰ μὲν γὰρ Ἐκκλησίαι ἦσαν ὁλόκληροι, ἦν πολλὰ τὰ συστήματα· εἰ δὲ σχίσματα, καὶ τὸ ἓν διεφθάρη. Τὸ γὰρ ὁλόκληρον, ὅταν εἰς πολλὰ διαιρεθῇ, οὐ μόνον πολλὰ οὐ γίνεται, ἀλλὰ καὶ τὸ ἓν ἀπόλλυται. Τοιαύτη τῶν σχισμάτων ἡ φύσις. Εἶτα, ἐπειδὴ σφόδρα καθήψατο τῇ προσηγορίᾳ τοῦ σχίσματος, πάλιν λεαίνει καὶ πραΰνει λέγων· Ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Ἐπειδὴ γὰρ εἶπεν, Ἵνα τὸ αὐτὸ λέγητε, Μὴ νομίσητε, φησὶν, ὅτι μέχρι ῥημάτων εἶπον εἶναι τὴν ὁμόνοιαν· τὴν γὰρ ἀπὸ διανοίας συμφωνίαν ἐπιζητῶ· ἀλλ'