1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

13

εὐαγγελίσασθαι πολλοῦ δεῖται πόνου. γʹ. Λέγει δὲ καὶ τὴν αἰτίαν, δι' ἣν εὐχαριστεῖ, ὅτε οὐδένα ἐβάπτισε. Τίς οὖν ἐστιν αὕτη; Ἵνα μή τις εἴπῃ, φησὶ, ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε. Τί δαί; περὶ γὰρ ἐκείνων τοῦτο ἔλεγον; Οὐδαμῶς· ἀλλὰ δέδοικα, φησὶ, μὴ καὶ εἰς τοῦτο προβῇ τὸ νόσημα. Εἰ γὰρ εὐτελῶν ἀνθρώπων καὶ οὐδενὸς ἀξίων λόγου βαπτιζόντων, αἵρεσις γέγονεν, εἰ ἐγὼ ὁ καταγγείλας τὸ βάπτισμα πολλοὺς ἐβάπτισα, εἰκὸς ἦν συστάντας μὴ μόνον ἐπὶ τῷ ὀνόματί μου καλεῖσθαι, ἀλλὰ καὶ τὸ βάπτισμα ἐμοὶ ἐπιφημίζειν. Εἰ γὰρ ἀπὸ τῶν ἐλαττόνων τοσοῦτον ἐγένετο κακὸν, ἴσως ἂν καὶ ἔτι πολλῷ χαλεπώτερον ἀπὸ τῶν μειζόνων προὔβη. Ἐντρέψας τοίνυν τοὺς διεφθαρμένους ταύτῃ, καὶ προσειπὼν, Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον, πάλιν αὐτῶν ὑποσύρει τὸν τῦφον λέγων· Λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. Ἐντεῦθεν γὰρ δείκνυσιν, ὅτι οὐδὲ περισπούδαστον ἦν αὐτῷ τῆς ἀπὸ τούτου τιμῆς ἀπολαύειν παρὰ τῶν πολλῶν, οὐδὲ δόξης ἕνεκεν ἐπὶ 61.26 τοῦτο ἤρχετο. Οὐ τούτοις δὲ μόνον, ἀλλὰ καὶ τοῖς ἑξῆς σφόδρα αὐτῶν καταστέλλει τὴν φλεγμονὴν, λέγων· Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλὰ εὐαγγελίζεσθαι. Τὸ γὰρ ἐπιπονώτερον καὶ πολλοῦ δεόμενον μόχθου καὶ ψυχῆς σιδηρᾶς, καὶ ὃ πάντα συνεῖχε, τοῦτο ἦν. ∆ιὸ καὶ Παῦλος αὐτὸ ἐνεχειρίζετο. Καὶ τίνος ἕνεκεν μὴ ἀποσταλεὶς βαπτίζειν, ἐβάπτιζεν; Οὐ μαχόμενος τῷ ἀποστείλαντι, ἀλλ' ἐκ περιουσίας τοῦτο ποιῶν. Οὐ γὰρ εἶπεν, ὅτι Ἐκωλύθην, ἀλλ' ὅτι Οὐκ ἀπεστάλην ἐπὶ τούτῳ, ἀλλ' ἐπὶ τῷ ἀναγκαιοτάτῳ. Τὸ μὲν γὰρ εὐαγγελίζεσθαι ἑνός που καὶ δευτέρου, τὸ δὲ βαπτίζειν παντὸς ἂν εἴη τοῦ τὴν ἱερωσύνην ἔχοντος. Ἄνθρωπον μὲν γὰρ κατηχούμενον λαβόντας καὶ πεπεισμένον βαπτίσαι, παντὸς οὑτινοσοῦν ἐστιν· ἡ γὰρ προαίρεσις τοῦ προσιόντος λοιπὸν ἐργάζεται τὸ πᾶν, καὶ ἡ τοῦ Θεοῦ χάρις· ὅταν δὲ ἀπίστους δέῃ κατηχῆσαι, πολλοῦ δεῖ πόνου, πολλῆς τῆς σοφίας· τότε δὲ καὶ τὸ κινδυνεύειν προσῆν. Ἐκεῖ μὲν γὰρ τὸ πᾶν γέγονε, καὶ πέπεισται ὁ μυσταγωγεῖσθαι μέλλων, καὶ οὐδὲν μέγα, πεισθέντα βαπτίσαι· ἐνταῦθα δὲ πολὺς ὁ πόνος ὥστε μεταπεῖσαι προαίρεσιν, καὶ μεταθεῖναι γνώμην, καὶ ἀναμοχλεῦσαι πλάνην, καὶ καταφυτεῦσαι τὴν ἀλήθειαν. Ἀλλ' οὐ λέγει ταῦτα οὕτως, οὐδὲ κατασκευάζει καί φησιν, ὅτι οὐδένα πόνον ἔχει τὸ βαπτίσαι, ἀλλὰ τὸ εὐαγγελίσασθαι· οἶδε γὰρ ἀεὶ μετριάζειν· ἀλλ' ἐν τῇ συγκρίσει τῆς ἔξωθεν σοφίας σφόδρα ἀποτείνεται, ἔνθα καταφορικωτέρῳ ἠδύνατο χρήσασθαι λόγῳ. Οὐ τοίνυν ἐναντιούμενος τῷ πέμποντι ἐβάπτιζεν· ἀλλ' ὥσπερ ἐπὶ τῶν χηρῶν, εἰπόντων τῶν ἀποστόλων, Οὐκ ἔστιν ἀρεστὸν καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις, διηκονήσατο, οὐκ ἐναντιούμενος ἐκείνοις, ἀλλ' ἐκ περιουσίας ποιῶν· οὕτω καὶ ἐνταῦθα. Ἐπεὶ καὶ νῦν τοῖς μὲν ἀφελεστέροις τῶν πρεσβυτέρων τοῦτο ἐγχειρίζομεν, τὸν δὲ διδασκαλικὸν λόγον τοῖς σοφωτέροις· ἐκεῖ γάρ ἐστιν ὁ πόνος καὶ ὁ ἱδρώς. ∆ιὸ καὶ αὐτός φησιν· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ὥσπερ γὰρ τὸ μὲν διδάξαι τοὺς παλαίοντας, ἀνδρός ἐστι γενναίου καὶ παιδοτρίβου σοφοῦ, τὸ δὲ ἐπιθεῖναι τὸν στέφανον τῷ νικήσαντι καὶ τοῦ μὴ δυναμένου παλαίειν ἐστὶ, καίτοι γε ὁ στέφανος λαμπρότερον ποιεῖ τὸν νικήσαντα· οὕτω καὶ ἐπὶ τοῦ βαπτίσματος· ἀδύνατον μὲν γὰρ χωρὶς αὐτοῦ σωθῆναι, οὐδὲν δὲ μέγα ὁ βαπτίζων ποιεῖ, προαίρεσιν παρεσκευασμένην λαβών. Οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Καθελὼν τὸ φύσημα τῶν διὰ τὸ βαπτίζειν μέγα φρονούντων, μεθίσταται λοιπὸν πρὸς τοὺς ἐπὶ σοφίᾳ τῇ ἔξωθεν κομπάζοντας, καὶ κατ' αὐτῶν ὁπλίζεται σφοδρότερον. Πρὸς μὲν γὰρ τοὺς ἐπὶ τῷ βαπτίζειν πεφυσιωμένους ἔλεγεν, Εὐχαριστῶ, ὅτι οὐδένα ἐβάπτισα, καὶ ὅτι οὐκ ἀπέστειλέ με ὁ Χριστὸς βαπτίζειν· καὶ οὔτε σφοδρῶς οὔτε κατασκευαστικῶς κέχρηται τῷ λόγῳ, ἀλλ' αἰνιξάμενος δι' ὀλίγων ἅπερ ἐβούλετο, παρέδραμεν· ἐνταῦθα δὲ ἐκ προοιμίων χαλεπὴν δίδωσι τὴν πληγὴν λέγων· Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Τί τοίνυν μέγα φρονεῖς, ἐφ' ᾧ ἐγκαλύπτεσθαι ἔδει; Εἰ γὰρ