1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

16

τούτων οἰκοδομῶμεν τὴν Ἐκκλησίαν, καὶ τούτων συναγάγωμεν τὸν πλοῦτον. Οὐκ ἔστι ψυχῆς οὐδὲν ἀντάξιον, οὐδὲ ὁ κόσμος ἅπας. Ὥστε κἂν μυρία δῷς χρήματα πένησιν, οὐδὲν τοιοῦτον ἐργάσῃ, οἷον ὁ μίαν ψυχὴν ἐπιστρέφων. Ὁ γὰρ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται, φησί. Μέγα μὲν γὰρ ἀγαθὸν καὶ τὸ ἐλεεῖν τοὺς πενομένους· ἀλλ' οὐδὲν τοιοῦτον, οἷον τὸ πλάνης ἀπαλλάττειν· ὁ γὰρ τοῦτο ποιῶν, κατὰ Παῦλον γίνεται καὶ Πέτρον. Ἔξεστι γὰρ ἀναδέξασθαι τὸ ἐκείνων κήρυγμα, οὐχ ἵνα κινδυνεύωμεν καθάπερ ἐκεῖνοι, καὶ λιμοὺς καὶ λοιμοὺς καὶ τὰ ἄλλα ὑποφέρωμεν (εἰ 61.30 ρήνης γὰρ ὁ παρὼν καιρὸς), ἀλλ' ἵνα τὴν ἀπὸ προθυμίας σπουδὴν ἐπιδειξώμεθα. Καὶ γὰρ ἔξεστιν οἴκοι καθημένους ταύτην τὴν ἁλείαν ἐργάζεσθαι. Εἴ τις ἔχει φίλον καὶ συγγενῆ καὶ οἰκεῖον, ταῦτα ποιείτω, ταῦτα λεγέτω· καὶ ἔσται κατὰ Πέτρον καὶ Παῦλον. Καὶ τί λέγω Πέτρον καὶ Παῦλον; Στόμα ἔσται τοῦ Χριστοῦ· Ὁ γὰρ ἐξαγαγὼν τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται, φησί. Κἂν μὴ σήμερον πείσῃς, αὔριον πείσεις· κἂν μηδέποτε πείσῃς, σὺ τὸν μισθὸν ἕξεις ἀπηρτισμένον· κἂν μὴ πάντας πείσῃς, ὀλίγους ἀπὸ πολλῶν δυνήσῃ· ἐπεὶ καὶ οἱ ἀπόστολοι οὐχὶ πάντας τοὺς ὄντας ἀνθρώπους ἔπεισαν, ἀλλ' ὅμως πᾶσι διελέχθησαν, καὶ τὸν ἐπὶ πᾶσι μισθὸν ἔχουσιν. Οὐ γὰρ πρὸς τὸ τέλος τῶν κατορθουμένων, ἀλλὰ πρὸς τὴν γνώμην τῶν κατορθούντων ὁ Θεὸς τοὺς στεφάνους ὁρίζειν εἴωθε. Κἂν δύο καταβάλῃς ὀβολοὺς, δέχεται· καὶ ὅπερ ἐπὶ τῆς χήρας ἐποίησε, τοῦτο καὶ ἐπὶ τῶν διδασκόντων ἐργάζεται. Μὴ τοίνυν, ἐπειδὴ τὴν οἰκουμένην οὐ δύνασαι σῶσαι καὶ τῶν ὀλίγων καταφρόνει, μηδὲ τῇ τῶν μεγάλων ἐπιθυμίᾳ τῶν μικρῶν ἀφελκύσῃς σεαυτόν. Κἂν ἑκατὸν μὴ δυνηθῇς, τῶν δέκα ἐπιμελήθητι· κἂν δέκα μὴ δυνηθῇς, μηδὲ τῶν πέντε καταφρονήσῃς· κἂν πέντε μὴ δυνηθῇς, τοῦ ἑνὸς μὴ ὑπερίδῃς· κἂν τὸν ἕνα μὴ δυνηθῇς, μηδὲ οὕτως ἀθύμει, μηδὲ τὰ παρὰ σαυτοῦ κωλύσῃς. Οὐχ ὁρᾷς, ὅτι καὶ ἐν τοῖς συναλλάγμασιν οὐ μόνον ἀπὸ χρυσίου, ἀλλὰ καὶ ἐξ ἀργυρίου τὰς ἐμπορίας ποιοῦνται οἱ περὶ ταῦτα σχολάζοντες; Ἂν μὲν γὰρ μηδέπω τῶν μικρῶν καταφρονῶμεν, καὶ τῶν μεγάλων ἀνθεξόμεθα· ἂν δὲ τῶν μικρῶν ὑπερίδωμεν, οὐδὲ ἐκείνων ἐπιληψόμεθα εὐκόλως. Οὕτως ἕκαστος πλούσιος γίνεται, καὶ μικρὰ καὶ μεγάλα συλλέγων· οὕτω καὶ ἡμεῖς ποιῶμεν, ἵνα ἐν πᾶσι πλουτήσαντες, ἐπιτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ∆ʹ.

Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμέ νοις μωρία ἐστὶ, τοῖς δὲ

σωζομένοις ἡμῖν δύ ναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συν ετῶν ἀθετήσω· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; αʹ. Τοῖς κάμνουσι καὶ ψυχοῤῥαγοῦσι καὶ αἱ τροφαὶ αἱ ὑγιεῖς ἀηδεῖς, οἱ φίλοι καὶ οἱ προσήκοντες ἐπαχθεῖς, καὶ οὐδὲ γνωρίζονται πολλάκις, ἀλλὰ καὶ ἐνοχλεῖν δοκοῦσιν. Οὕτω δὴ καὶ τοῖς τὰς ψυχὰς ἀπολλυμένοις συμβαίνειν εἴωθε· τὰ γὰρ πρὸς σωτηρίαν φέροντα ἀγνοοῦσι, καὶ τοὺς κηδομένους αὐτῶν ἐνοχλεῖν νομίζουσι. Γίνεται δὲ τοῦτο οὐ παρὰ τὴν τοῦ πράγματος φύσιν, ἀλλὰ παρὰ τὴν ἐκείνων νόσον. Καὶ ὅπερ οἱ παραπαίοντες ποιοῦσιν, ἀπεχθανόμενοι πρὸς τοὺς ἐπιμελομένους αὐτῶν, καὶ λοιπὸν λοιδορούμενοι· τοῦτο καὶ οἱ ἄπιστοι πάσχουσιν. Ἀλλ' ὥσπερ ἐπ' ἐκείνων οἱ ὑβριζόμενοι τότε μάλιστα αὐτοὺς ἐλεοῦσι καὶ δακρύουσι, δεῖγμα ἔσχατον τῆς ἐπιτεταμένης ἀῤῥωστίας τοῦτο ποιούμενοι, ὅταν τοὺς φιλτάτους ἀγνοῶσιν· οὕτω καὶ ἡμεῖς ἐπὶ τῶν Ἑλλήνων ποιήσωμεν, καὶ μᾶλλον τῶν γυναικῶν ὀλολύξωμεν ἐπ' αὐτοῖς, ὅτι τὴν κοινὴν ἀγνοοῦσι σωτηρίαν. Οὐ γὰρ οὕτω γυναῖκα ἄνδρα δεῖ φιλεῖν, ὡς ἡμᾶς πάντας ἀνθρώπους, καὶ πρὸς σωτηρίαν ἐφέλκεσθαι, κἂν