1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

18

κατέβη ἀπὸ τοῦ σταυροῦ, οὐκ ἐπειδὴ οὐκ ἠδύνατο, ἀλλ' ἐπειδὴ οὐκ ἠβούλετο. Ὃν γὰρ ἡ τυραννὶς οὐ κατέσχε τοῦ θανάτου, πῶς ἧλοι σταυροῦ κατασχεῖν ἠδύναντο; βʹ. Ἀλλὰ ταῦτα ἡμῖν γνώριμα, τοῖς δὲ ἀπίστοις οὐκέτι. ∆ιὰ τοῦτο ἔλεγεν, ὅτι ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις 61.32 ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Οὐδὲν παρ' ἑαυτοῦ φορτικὸν τέως τίθησιν, ἀλλὰ πρότερον ἐπὶ τὴν μαρτυρίαν ἔρχεται τῆς Γραφῆς, καὶ τότε τὴν ἐκεῖθεν παῤῥησίαν λαβὼν καταφορικώτερον κέχρηται τοῖς λόγοις, καί φησιν· Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Εἰπὼν ὅτι Γέγραπται, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν ἐπάγει λέγων· Ποῦ σοφός; ποῦ γραμματεύς; ὁμοῦ καὶ Ἑλλήνων καὶ Ἰουδαίων καθαπτόμενος. Ποῖος γὰρ φιλόσοφος, τίς τῶν περὶ τοὺς συλλογισμοὺς ἐσχολακότων, τίς τῶν τὰ Ἰουδαίων εἰδότων ἔσωσε, καὶ τὴν ἀλήθειαν ἐγνώρισεν; Οὐκ ἔστιν οὐδεὶς, ἀλλὰ τῶν ἁλιέων τὸ πᾶν γέγονε. Συμπεράνας τοίνυν τὸ προκείμενον, καὶ κατενεγκὼν αὐτῶν τὸν τῦφον, καὶ εἰπών· Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; λέγει καὶ τὴν αἰτίαν, δι' ἢν ταῦτα γέγονεν οὕτως. Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, φησὶν, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ὁ σταυρὸς ἐφάνη. Τί δέ ἐστιν, Ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ; Τῇ διὰ τῶν ἔργων φαινομένῃ, δι' ὧν ἠθέλησε γνωρισθῆναι. ∆ιὰ τοῦτο γὰρ αὐτὰ καὶ τοιαῦτα κατεσκεύασεν, ἵνα ἀναλόγως ἐκ τῶν ὁρωμένων ὁ ποιητὴς θαυμάζηται. Μέγας ὁ οὐρανὸς, καὶ ἀπειροπληθὴς ἡ γῆ· θαύμασον τοίνυν τὸν πεποιηκότα. Καὶ γὰρ ὁ μέγας οὗτος οὐ μόνον ἐγένετο ὑπ' αὐτοῦ, ἀλλὰ καὶ μετ' εὐκολίας, καὶ ἡ ἄπειρος ἐκείνη γῆ καὶ αὐτὴ ὡς οὐδὲν παρήγετο. ∆ιὰ τοῦτο περὶ μὲν ἐκείνου φησὶν, ὅτι Ἔργα τῶν δακτύλων σού εἰσιν οἱ οὐρανοί· περὶ δὲ τῆς γῆς, Ὁ ποιήσας τὴν γῆν ὡς οὐδέν. Ἐπεὶ οὖν διὰ τῆς σοφίας ταύτης οὐκ ἠθέλησε γνωρίσαι τὸν Θεὸν, διὰ τῆς δοκούσης μωρίας εἶναι τοῦ κηρύγματος ἔπεισεν, οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ τῆς πίστεως. Λοιπὸν ὅπου σοφία Θεοῦ, οὐκέτι χρεία ἀνθρωπίνης. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι τὸν κτίσαντα τὸν κόσμον τὸν τοσοῦτον καὶ οὕτω μέγαν, Θεὸν εἶναι εἰκὸς δύναμιν ἀμήχανόν τινα ἔχοντα καὶ ἀπόῤῥητον, σοφίας ἀνθρωπίνης λογίζεσθαι ἦν, καὶ διὰ τούτων αὐτὸν καταλαμβάνειν· νῦν δὲ οὐκέτι λογισμῶν, ἀλλὰ πίστεως δεῖ μόνης. Τὸ γὰρ εἰς τὸν σταυρωθέντα καὶ ταφέντα πιστεύειν καὶ πεπληροφορῆσθαι, ὅτι οὗτος αὐτὸς καὶ ἀνέστη καὶ ἄνω κάθηται, τοῦτο σοφίας οὐ δεῖται οὐδὲ λογισμῶν, ἀλλὰ πίστεως. Καὶ γὰρ οἱ ἀπόστολοι οὐ σοφίᾳ προσῆλθον, ἀλλὰ πίστει, καὶ γεγόνασι τῶν ἔξω σοφῶν σοφώτεροι καὶ ὑψηλότεροι, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τοῦ λογισμοὺς κινεῖν τὸ πίστει τὰ τοῦ Θεοῦ δέχεσθαι μεῖζον· τοῦτο γὰρ ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν. Πῶς δὲ ἀπώλεσε τὴν σοφίαν; ∆ιὰ Παύλου καὶ τῶν τοιούτων γνωρισθεὶς ἡμῖν, ἔδειξεν αὐτὴν οὖσαν ἀνόνητον. Πρὸς γὰρ τὸ δέξασθαι τὸ κήρυγμα τὸ εὐαγγελικὸν οὔτε ὁ σοφὸς ὠφελεῖταί τι παρὰ τῆς σοφίας, οὔτε ὁ ἰδιώτης ἐβλάβη τι παρὰ τῆς ἀμαθίας· ἀλλ' εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, 61.33 μᾶλλον ἰδιωτεία, ἢ σοφία πρὸς τὴν ὑποδοχήν ἐστιν ἐπιτήδειον καὶ εὐκολώτερον. Ὁ γὰρ ποιμὴν καὶ ἄγροικος ταύτην θᾶττον ὑποδέξεται, καθάπαξ καὶ τοὺς λογισμοὺς καταστέλλων, καὶ τῷ ∆εσπότῃ ἑαυτὸν παραδιδούς. Οὕτω τοίνυν τὴν σοφίαν ἀπώλεσεν. Ἐπειδὴ γὰρ προτέρα ἑαυτὴν κατέβαλε, πρὸς οὐδὲν χρησίμη λοιπόν ἐστιν. Ὅτε γὰρ ἔδει τὰ ἑαυτῆς αὐτὴν ἐνδείξασθαι καὶ διὰ τῶν ἔργων ἰδεῖν τὸν ∆εσπότην, οὐκ ἠθέλησε. ∆ιὰ τοῦτο, κἂν θέλῃ νῦν ἐπεισαγαγεῖν ἑαυτὴν, οὐ δύναται· οὐ γὰρ τοιαῦτα τὰ πράγματα· ἡ γὰρ ὁδὸς ἡ τῆς θεογνωσίας πολλῷ μείζων ἐκείνης αὕτη. ∆ιά τοι τοῦτο πίστεως καὶ ἀφελείας χρεία, καὶ ταύτην πανταχοῦ ζητεῖν δεῖ, καὶ τῆς ἔξωθεν προτιμᾷν σοφίας·