1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

19

Ἐμώρανε γὰρ ὁ Θεὸς, φησὶ, τὴν σοφίαν. Τί δέ ἐστιν, Ἐμώρανε; Μωρὰν ἔδειξεν οὖσαν πρὸς τὴν τῆς πίστεως κατάληψιν. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπ' αὐτῇ, ἤλεγξεν αὐτὴν ταχέως. Ποία γὰρ σοφία, ὅταν τὸ κεφάλαιον τῶν ἀγαθῶν μὴ εὑρίσκῃ; Ἐποίησε τοίνυν φανῆναι μωρὰν, ἐπειδὴ ἑαυτὴν ἐκείνη πρώτη ἤλεγξεν. Εἰ γὰρ ὅτε λογισμοῖς ἦν εὑρεῖν, οὐδὲν ἔδειξε, νῦν ὅτε μείζονα φέρεται τὰ πράγματα, πῶς ἀνῦσαί τι δυνήσεται, ὅτε πίστεως χρεία μόνης, καὶ οὐχὶ δεινότητος; Μωρὰν τοίνυν αὐτὴν ἔδειξεν ὁ Θεός· ηὐδόκησε δὲ διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι, μωρίας δὲ οὐχὶ τῆς οὔσης, ἀλλὰ τῆς εἶναι δοκούσης. Τὸ γὰρ μεῖζον τοῦτό ἐστιν, ὅτι οὐχ ἑτέραν σοφίαν τοιαύτην ἐκείνης πλείονα εἰσαγαγὼν, ἀλλὰ τὴν δοκοῦσαν εἶναι μωρίαν, οὕτω περιγέγονε. Καὶ γὰρ Πλάτωνα ἐξέβαλεν, οὐχὶ δι' ἑτέρου φιλοσόφου σοφωτέρου, ἀλλὰ διὰ ἁλιέως ἀμαθοῦς. Οὕτω γὰρ γέγονε μείζων ἡ ἧττα, καὶ λαμπροτέρα ἡ νίκη. Εἶτα δεικνὺς τοῦ σταυροῦ τὴν δύναμιν, φησίν· Ἐπειδὴ καὶ οἱ Ἰουδαῖοι σημεῖα αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. γʹ. Πολλὴ τῶν εἰρημένων ἡ σύνεσις. Θέλει γὰρ εἰπεῖν, πῶς διὰ τῶν ἐναντίων ἐκράτησεν ὁ Θεὸς, καὶ πῶς οὐκ ἔστιν ἀνθρώπινον τὸ κήρυγμα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὅταν εἴπωμεν, φησὶν, Ἰουδαίοις, Πιστεύσατε, λέγουσιν, Ἀναστήσατε νεκροὺς, ἰάσασθε δαιμονῶντας, δείξατε ἡμῖν σημεῖα. Ἡμεῖς δὲ ἀντὶ τούτων τί λέγομεν; Ὅτι ἐσταυρώθη καὶ ἀπέθανεν ὁ κηρυττόμενος. Τοῦτο δὲ ἱκανὸν οὐ μόνον τοὺς μὴ βουλομένους μὴ ἐφέλκεσθαι, ἀλλὰ καὶ τοὺς βουλομένους διακρούσασθαι· ἀλλ' ὅμως οὐ διακρούεται, ἀλλὰ ἐφέλκεται καὶ κρατεῖ καὶ περιγίνεται. Πάλιν Ἕλληνες ἀπαιτοῦσιν ἡμᾶς ῥητορείαν λόγων καὶ δεινότητα σοφισμάτων· ἡμεῖς δὲ καὶ τούτοις σταυρὸν κηρύττομεν· καὶ ὅπερ ἐπὶ Ἰουδαίων δοκεῖ ἀσθενείας εἶναι, τοῦτο ἐπὶ Ἑλλήνων μωρία. Ὅταν οὖν μὴ μόνον ἃ αἰτοῦσι μὴ παρέχωμεν, ἀλλὰ καὶ ἐναντία ὧν αἰτοῦσιν· ὁ γὰρ σταυρὸς οὐ μόνον οὐ δοκεῖ σημεῖον εἶναι κατὰ λογισμὸν ἐξεταζόμενον, ἀλλὰ καὶ σημείου ἀναίρεσις· καὶ οὐ μόνον οὐ δοκεῖ δυνάμεως ἀπόδειξις, ἀλλὰ καὶ ἀσθενείας ἔλεγχος· οὐ μόνον οὐ δοκεῖ σοφίας ἐπίδειξις εἶναι, ἀλλὰ καὶ μωρίας ὑπόληψις· ὅταν οὖν οἱ σημεῖα καὶ σοφίαν ζητοῦντες μὴ μόνον μὴ λαμβάνωσιν ἅπερ αἰτοῦσιν, ἀλλὰ καὶ τὰ ἐναντία ὧν ἐπιθυμοῦσιν ἀκούωσιν, εἶτα διὰ τῶν ἐναντίων πείθωνται, πῶς οὐκ ἄφατός ἐστιν ἡ τοῦ κηρυττομένου δύναμις; Ὥσπερ ἂν εἴ τινι τῶν κλυδωνιζομένων καὶ λιμένος ἐπιθυμούντων μὴ λιμένα δείξας, ἀλλ' ἕτερον μέ 61.34 ρος τοῦ πελάγους ἀγριώτερον, δυνηθῇς ποιῆσαι μετὰ χάριτος ἕπεσθαι· ἢ ἰατρὸς τὸν τετρωμένον καὶ φαρμάκων ἐπιθυμοῦντα μὴ διὰ φαρμάκων, ἀλλὰ διὰ τοῦ καίειν πάλιν ἐπαγγελλόμενος ὑγιῆ ποιεῖν, ἐφέλκοιτο πρὸς ἑαυτὸν (μεγάλης γὰρ τοῦτο δυνάμεως)· οὕτω καὶ οἱ ἀπόστολοι οὐ μόνον οὐ διὰ σημείου, ἀλλὰ καὶ διὰ πράγματος δοκοῦντος ἐναντίου εἶναι τοῖς σημείοις περιεγένοντο· ὅπερ καὶ ἐπὶ τοῦ τυφλοῦ πεποίηκεν ὁ Χριστός. Βουλόμενος γὰρ αὐτὸν θεραπεῦσαι, διὰ πράγματος ἐπιτείνοντος τὴν πήρωσιν ἀνεῖλε· πηλὸν γὰρ ἐπέθηκεν. Ὥσπερ οὖν διὰ πηλοῦ τὸν τυφλὸν ἐθεράπευσεν, οὕτω καὶ τὴν οἰκουμένην διὰ σταυροῦ προσηγάγετο· ὅπερ προσθήκη ἦν σκανδάλου, οὐκ ἀναίρεσις σκανδάλου. Οὕτω καὶ ἐπὶ τῆς κτίσεως ἐποίησε, τὰ ἐναντία διὰ τῶν ἐναντίων κατασκευάζων. Ψάμμῳ γοῦν θάλασσαν ἐτείχισε, τῷ ἀσθενεῖ τὸ ἰσχυρὸν χαλινώσας· ὕδατι γῆν ἐπέθηκε, τῷ χαύνῳ καὶ διαῤῥέοντι τὸ βαρὺ καὶ πυκνὸν ἐποχεῖσθαι παρασκευάσας. ∆ιὰ τῶν προφητῶν πάλιν ξύλῳ μικρῷ σίδηρον ἐμετεώρισεν. Οὕτω δὴ καὶ σταυρῷ τὴν οἰκουμένην ἐπεσπάσατο. Ὥσπερ γὰρ τὸ ὕδωρ βαστάζει τὴν γῆν, οὕτω καὶ ὁ σταυρὸς βαστάζει τὴν οἰκουμένην. Μεγάλης τοίνυν δυνάμεως καὶ σοφίας ἀπόδειξις τὸ διὰ τῶν ἐναντίων πείθειν. Καὶ γὰρ σκανδάλου πρᾶγμα ὁ σταυρὸς εἶναι δοκεῖ, ἀλλ' ὅμως οὐ μόνον οὐ σκανδαλίζει, ἀλλὰ καὶ ἐφέλκεται. Ταῦτ' οὖν ἅπαντα ἐννοήσας ὁ Παῦλος καὶ