1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

20

ἐκπλαγεὶς, ἔλεγεν, ὅτι Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί· περὶ τοῦ σταυροῦ λέγων τὸ μωρὸν καὶ τὸ ἀσθενὲς, οὐ τὸ ὂν, ἀλλὰ τὸ δοκοῦν· πρὸς γὰρ τὴν ἐκείνων ὑπόληψιν ἀποκρίνεται. Ὃ γὰρ οὐκ ἴσχυσαν φιλόσοφοι διὰ τῶν συλλογισμῶν ποιῆσαι, τοῦτο ἡ δοκοῦσα εἶναι μωρία κατώρθωσε; Τίς οὖν σοφώτερος; ὁ τοὺς πολλοὺς πείθων, ἢ ὁ ὀλίγους, μᾶλλον δὲ οὐδένα; ὁ περὶ τῶν μεγίστων πείθων, ἢ ὁ περὶ τῶν μὴ δεόντων; Πόσα ἔκαμε Πλάτων καὶ οἱ κατ' αὐτὸν περὶ γραμμῆς καὶ γωνίας καὶ στιγμῆς καὶ ἀριθμῶν ἀρτίων καὶ περιττῶν, καὶ ἴσων ἀλλήλοις καὶ ἀνίσων, καὶ τῶν τοιούτων διαλεγόμενος ἡμῖν ἀραχνίων (καὶ γὰρ τῶν ὑφασμάτων ἐκείνων ἀχρηστότερα ταῦτα τῷ βίῳ), καὶ οὐ μέγαν, οὐ μικρὸν ἐντεῦθεν ὠφελήσας οὕτω τὸν βίον κατέλυσε! πόσα ἔκαμε δεῖξαι ἐπιχειρῶν ὡς ἀθάνατος ἡ ψυχὴ, καὶ οὐδὲν σαφὲς εἰπὼν, οὐδὲ πείσας τινὰ τῶν ἀκουόντων οὕτως ἀπῆλθεν! Ὁ δὲ σταυρὸς διὰ ἰδιωτῶν ἔπεισε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσατο, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλὰ περὶ Θεοῦ διαλεχθεὶς καὶ τῆς κατὰ ἀλήθειαν εὐσεβείας, καὶ τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῆς τῶν μελλόντων κρίσεως· καὶ πάντας ἐποίησε φιλοσόφους, τοὺς ἀγροίκους, τοὺς ἰδιώτας. Ὅρα πῶς τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, καὶ τὸ ἀσθενὲς ἰσχυρότερον. Πῶς ἰσχυρότερον; Ὅτι τὴν οἰκουμένην ἐπέδραμεν ἅπασαν, καὶ πάντας κατὰ κράτος εἷλε, καὶ μυρίων ἐπιχειρούντων σβέσαι τοῦ σταυρωθέντος τὸ ὄνομα, τοὐναντίον ἐγένετο. Τοῦτο μὲν γὰρ ἤνθησε καὶ ἐπέδωκεν ἐπὶ μεῖζον, ἐκεῖνοι δὲ ἀπώλοντο καὶ διεφθάρησαν, καὶ οἱ ζῶντες τῷ νεκρωθέντι πολεμοῦντες, οὐδὲν ἴσχυσαν. Ὥστε ἐπειδὰν εἴπῃ με μωρὸν ὁ Ἕλλην, τότε δείκνυσιν ἑαυτὸν μεθ' ὑπερβολῆς μωρόν· ὅταν ἐγὼ νομιζόμενος εἶναι παρ' αὐτῷ μωρὸς, τοῦ σοφοῦ φαίνωμαι σοφώτερος· ὅταν ἐμὲ καλέσῃ ἀσθενῆ, τότε ἑαυτὸν ἀσθενέστε 61.35 ρον δείκνυσιν. Ἃ γὰρ ἴσχυσαν κατορθῶσαι τῇ τοῦ Θεοῦ χάριτι τελῶναι καὶ ἁλιεῖς, ταῦτα φιλόσοφοι καὶ ῥήτορες καὶ τύραννοι καὶ πᾶσα ἁπλῶς ἡ οἰκουμένη μυρία περιδραμοῦσα οὐδὲ φαντασθῆναι ἴσχυσαν. Τί γὰρ οὐκ εἰσήγαγεν ὁ σταυρός; Τὸν περὶ ἀθανασίας ψυχῆς λόγον, τὸν περὶ τῆς ἀναστάσεως τῶν σωμάτων, τὸν περὶ τῆς ὑπεροψίας τῶν παρόντων, τὸν περὶ τῆς ἐπιθυμίας τῶν μελλόντων. Καὶ ἀγγέλους τοὺς ἀνθρώπους ἐποίησε, καὶ πάντες πανταχοῦ φιλοσοφοῦσι, καὶ πᾶσαν ἀνδρείαν ἐπιδείκνυνται. δʹ. Ἀλλὰ καὶ παρ' αὐτοῖς, φησὶ, πολλοὶ θανάτου καταφρονοῦντες γεγόνασι. Τίνες, εἰπέ μοι; ἆρα ὁ τὸ κώνειον πιών; Ἀλλ' εἰ βούλει, τοιούτους μυρίους ἀπὸ τῆς Ἐκκλησίας παράσχωμαι. Εἰ γὰρ ἐνῆν, διωγμοῦ καταλαβόντος, κώνειον πιόντας ἀπελθεῖν, πάντες ἂν ἐκείνου λαμπρότεροι γεγόνασι. Ἄλλως δὲ ἐκεῖνος οὐχὶ κύριος ὢν τοῦ μὴ πιεῖν ἢ πιεῖν, ἔπιεν· ἀλλὰ καὶ ἄκοντα καὶ ἑκόντα ἔδει τοῦτο παθεῖν, ὅπερ οὐκ ἦν ἀνδρείας, ἀλλὰ ἀνάγκης λοιπόν. Καὶ γὰρ καὶ λῃσταὶ καὶ ἀνδροφόνοι ὑπὸ τῇ ψήφῳ γενόμενοι τῶν δικαζόντων χαλεπώτερα ἔπαθον. Παρ' ἡμῖν δὲ τοὐναντίον ἅπαν· οὐ γὰρ ἄκοντες οἱ μάρτυρες ὑπέμειναν, ἀλλ' ἑκόντες καὶ κύριοι τοῦ μὴ παθεῖν ὄντες, ἀδάμαντος παντὸς στεῤῥοτέραν ἐπιδεικνύντες τὴν ἀνδρείαν. Οὐ τοίνυν τοῦτο θαυμαστὸν, εἰ κώνειον ἔπιεν ἐκεῖνος, καὶ μηκέτι κύριος ὢν τοῦ μὴ πιεῖν, καὶ πρὸς ἔσχατον γῆρας ἐληλακώς· καὶ γὰρ ἔλεγεν ἐτῶν ἑβδομήκοντα εἶναι, ὅτε κατεφρόνησε ζωῆς, εἴ γε καὶ τοῦτο καταφρονῆσαί ἐστιν· οὐ γὰρ ἔγωγε ἂν εἴποιμι, μᾶλλον δὲ οὐδὲ ἄλλος οὐδείς. Ἀλλὰ δεῖξόν μοί τινα ὑπὲρ εὐσεβείας βασάνοις ἐγκαρτερήσαντα, καθάπερ ἐγὼ μυρίους πανταχοῦ τῆς οἰκουμένης. Τίς τῶν ὀνύχων ἀνορυττομένων, γενναίως ἤνεγκε; τίς τῶν ἄρθρων ἀνασκαπτομένων; τίς τοῦ σώματος αὐτοῦ κατὰ μέρος πορθουμένου; τίς τῶν ὀστέων τῆς κεφαλῆς ἀναμοχλευομένων; τίς ἐπὶ τήγανα συνεχῶς τιθέμενος; τίς εἰς λέβητα ἐμβαλλόμενος; Ταῦτά μοι δεῖξον. Τὸ γὰρ κωνείῳ τελευτῆσαι, ἴσον ἐστὶ τῷ καθευδήσαντα ἐναπομεῖναι· καὶ γὰρ ὕπνου ἡδίων οὗτος ὁ θάνατος λέγεται εἶναι. Εἰ δέ τινες καὶ βασάνους ὑπέμειναν, ἀλλὰ καὶ τούτων τὸ ἐγκώμιον ἀπόλωλεν· ὑπὲρ