1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

25

πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. Πάντα γὰρ ὁ Θεὸς διὰ τοῦτο ποιεῖ, [ἵνα τὸν τῦφον καὶ τὸ φρόνημα καταστείλῃ, ἵνα τὸ καυχᾶσθαι καθέλῃ· καὶ ὑμεῖς ἐπὶ τούτῳ, φησὶ, ἐνδιατρίβετε; πάντα ποιεῖ,] ἵνα μηδὲν ἑαυτοῖς λογιζώμεθα, ἵνα πάντα τῷ Θεῷ ἐπιγράφωμεν. Καὶ ὑμεῖς ἐπὶ τῷ δεῖνι καὶ τῷ δεῖνι ὑμᾶς αὐτοὺς προσενείματε; Καὶ ποίας τεύξεσθε συγγνώμης; Καὶ γὰρ ἔδειξεν ὁ Θεὸς, ὅτι οὐ δυνατὸν δι' ἑαυτῶν σωθῆναι μόνον, καὶ τοῦτο παρὰ τὴν ἀρχὴν ἐποίησεν. Οὐ γὰρ τότε δι' ἑαυτῶν σωθῆναι ἐνῆν, ἀλλ' ἔδει κάλλος οὐρανοῦ καὶ γῆς μέγεθος καὶ τῆς ἄλλης κτίσεως τὸ σῶμα περιελθόντας, οὕτω χειραγωγεῖσθαι πρὸς τὸν τῶν ἔργων δημιουργόν. Ἐποίησε δὲ τοῦτο, προαναστέλλων τὴν μέλλουσαν οἰησισοφίαν. Ὡς ἂν εἴ τις διδάσκαλος κελεύσας ἕπεσθαι τῷ μαθητῇ ᾗπερ ἂν ἡγῆται, ἐπειδὰν ἴδῃ προλαβόντα καὶ βουλόμενον ἀφ' ἑαυτοῦ πάντα μαθεῖν, ἀφεὶς διαμαρτεῖν, καὶ δείξας ὡς οὐκ ἀρκεῖ πρὸς τὴν μάθησιν, οὕτως αὐτῷ τότε ἐπεισάγοι τὰ παρ' ἑαυτοῦ· οὕτω καὶ ὁ Θεὸς ἐκέλευσε παρὰ τὴν ἀρχὴν ἕπεσθαι διὰ τῆς κατὰ τὴν κτίσιν καταλήψεως· ἐπειδὴ δὲ οὐκ ἐθέλησαν, δείξας διὰ τῆς πείρας, ὅτι οὐκ ἀρκοῦσιν ἑαυτοῖς, τότε αὐτοὺς πρὸς ἑαυτὸν ἑτέρως πάλιν ἄγει· ἔδωκεν ἀντὶ δέλτου τὸν κόσμον. Οὐδὲ ἐν τούτοις ἐμελέτησαν οἱ φιλόσοφοι, οὐδὲ αὐτῷ πεισθῆναι ἠθέλησαν, οὐδὲ ταύτην ἐλθεῖν τὴν ὁδὸν πρὸς αὐτὸν, ἣν αὐτὸς ἐκέλευσεν. Εἰσήγαγεν ἑτέραν ὁδὸν τῆς προτέρας σαφεστέραν, πείθουσαν ὅτι οὐκ αὐτάρκης ἄνθρωπος αὐτὸς ἑαυτῷ μόνος. Τότε μὲν γὰρ καὶ λογισμοὺς ἦν ἀνακινεῖν, καὶ τῇ ἔξωθεν κεχρῆσθαι σοφίᾳ διὰ τῆς κτίσεως χειραγωγουμένους· νῦν δὲ ἂν μή τις γένηται μωρὸς, τουτέστιν, ἂν μὴ πάντα λογισμὸν καὶ πᾶσαν κενώσῃ σοφίαν, καὶ τῇ πίστει ἑαυτὸν παραδῷ, ἀμήχανον σωθῆναι. Οὐ μικρὸν τοίνυν μετὰ τοῦ ποιῆσαι ῥᾳδίαν τὴν ὁδὸν, καὶ νόσημα ἀνέσπασεν ἐντεῦθεν, τὸ μὴ καυχᾶσθαι μηδὲ μέγα φρονεῖν· Ὅπως μὴ καυχήσηται πᾶσα σάρξ. Ἀπὸ γὰρ τούτου ἡ ἁμαρτία, ὅτι σοφώτεροι τῶν τοῦ Θεοῦ νόμων εἶναι ἐφιλονείκησαν, οὐ θέλοντες οὕτω μαθεῖν ὡς αὐτὸς ἐνομοθέτησε. ∆ιὰ τοῦτο οὐδὲ ὅλως ἔμαθον. Οὕτω καὶ ἐξ ἀρχῆς ἐγένετο. Εἶπε τῷ Ἀδάμ· Τόδε τι πρᾶξον, καὶ τόδε μὴ πράξῃς. Ἐκεῖνος ὡς πλέον τι νομίζων εὑρίσκειν, παρήκουσε, καὶ ὅπερ εἶχεν, ἀπώλεσεν. Εἶπε τοῖς ἑξῆς· Μὴ ἐναπομένετε τῇ κτίσει, ἀλλὰ διὰ ταύτης τὸν ∆ημιουργὸν θεωρεῖτε. Ἐκεῖνοι δῆθεν, ὡς σοφώτερόν τι τῶν εἰρημένων εὑρίσκοντες, μυρίους ἐκίνησαν λαβυρίνθους. ∆ιὰ τοῦτο καὶ ἑαυτοῖς καὶ ἀλλήλοις συνεῤῥάγησαν, καὶ οὔτε τὸν Θεὸν εὗρον, οὔτε περὶ τῆς κτίσεώς τι σαφὲς ἔγνωσαν, οὐδὲ προσήκουσαν καὶ ἀληθῆ περὶ αὐτῆς δόξαν ἔσχον. ∆ιὰ τοῦτο πάλιν ἐκ πολλοῦ τοῦ περιόντος τὴν οἴησιν αὐτῶν καθαιρῶν, τοὺς ἰδιώτας πρώτους εἰσήγαγε, δείξας ὡς πάντες τῆς ἄνωθεν δέονται σοφίας. Οὐ μόνον δὲ ἐν τῷ περὶ γνώσεως λόγῳ, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι καὶ ἀνθρώπους καὶ τὰ ἄλλα πάντα κτίσματα ἐν πολλῇ χρείᾳ αὐτοῦ κατέστησεν, ἵνα μεγίστην ἀφορμὴν ἔχῃ καὶ ταύτην ὑποταγῆς καὶ οἰκειώσεως, ἵνα μὴ ἀποπηδήσαντα ἀπόληται. ∆ιὰ τοῦτο οὐκ ἀφῆκεν αὐτάρκεις αὐτοὺς ἑαυτοῖς εἶναι. Εἰ γὰρ καὶ νῦν ἐν χρείᾳ ὄντες πολλοὶ καταφρονοῦσιν, εἰ μὴ τοῦτο ἦν, ποῦ οὐκ ἂν ἐξῆλθον ὑπεροψίας; Ὥστε τὸ οὕτω καυχᾶσθαι οὐ φθονῶν αὐτοῖς ἀνεῖλεν, ἀλλ' ἀφέλκων αὐτοὺς τῆς ἀπωλείας τῆς ἐντεῦθεν γινομένης. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, καὶ δικαιοσύνη 61.42 καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Τὸ, Ἐξ αὐτοῦ, ἐνταῦθα οὐ περὶ τῆς εἰς τὸ εἶναι παραγωγῆς οἶμαι λέγειν αὐτὸν, ἀλλὰ περὶ τῆς πίστεως· τουτέστι, τέκνα Θεοῦ γενέσθαι οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός. Μὴ νομίσητε τοίνυν, ὅτι ἀφελόμενος ἡμᾶς τοῦ καυχήματος, εἴασεν οὕτω· μεῖζον γὰρ ἕτερον ἔδωκε καύχημα. Ἐκείνου γὰρ ἐνώπιον οὐ δεῖ καυχᾶσθαι. Παῖδες αὐτοῦ ἐστε, διὰ τοῦ Χριστοῦ τοῦτο γενόμενοι. Καὶ ἐπειδὴ εἶπε, Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο καὶ τὰ ἀγεννῆ, δείκνυσιν ὅτι πάντων εἰσὶν εὐγενέστεροι, τὸν Θεὸν ἔχοντες πατέρα. Τῆς δὲ εὐγενείας ταύτης οὐχ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' ὁ Χριστὸς ἡμῖν ἐστιν αἴτιος, σοφοὺς ἡμᾶς ποιήσας καὶ δικαίους καὶ