1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

26

ἁγίους· τοῦτο γάρ ἐστιν· Ἐγενήθη ἡμῖν σοφία. γʹ. Τίς οὖν ἡμῶν σοφώτερος τῶν οὐ τὴν Πλάτωνος ἐχόντων σοφίαν, ἀλλ' αὐτὸν τὸν Χριστὸν, τοῦτο τοῦ Θεοῦ βουληθέντος; Τί δέ ἐστιν, Ἀπὸ Θεοῦ; Ὅτανμεγάλα εἴπῃ περὶ τοῦ Μονογενοῦς, τότε προσάπτει τὸν Πατέρα, ἵνα μὴ νομίσῃ τις ἀγέννητον εἶναι τὸν Υἱόν. Ἐπειδὴ οὖν εἶπεν, ὅτι τοσαῦτα ἴσχυσε, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Υἱῷ, σοφίαν αὐτὸν λέγων ἡμῖν γεγενῆσθαι καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν. ∆ιὰ τοῦ Υἱοῦ πάλιν τὸ πᾶν ἀνατιθεὶς τῷ Πατρὶ εἶπεν· Ἀπὸ Θεοῦ. ∆ιὰ τί δὲ μὴ εἶπεν, Ἐσόφισεν ἡμᾶς, ἀλλ', Ἐγενήθη ἡμῖν σοφία; Τὸ δαψιλὲς ἐνδεικνύμενος τῆς δωρεᾶς· ὡς ἂν εἰ ἔλεγεν· Ἑαυτὸν ἡμῖν ἔδωκε. Καὶ ὅρα πῶς ὁδῷ προβαίνει. Πρότερον γὰρ ἡμᾶς σοφοὺς ἐποίησεν ἀπαλλάξας τῆς πλάνης, καὶ τότε δικαίους καὶ ἁγίους, τὸ Πνεῦμα χαρισάμενος, καὶ οὕτως ἀπήλλαξεν ἡμᾶς ἁπάντων τῶν κακῶν, ὥστε αὐτοῦ εἶναι. Καὶ οὐ τῆς οὐσιώσεως τοῦτο δηλωτικὸν, ἀλλὰ τῆς πίστεως. Ἀλλαχοῦ μὲν οὖν φησιν, ὅτι ἡμεῖς ἐγενόμεθα δικαιοσύνη ἐν αὐτῷ, οὕτω λέγων· Τὸν μὴ γνόντα ἁμαρτίαν, ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ· νῦν δὲ αὐτόν φησι δικαιοσύνην ἡμῖν γεγενῆσθαι, ὥστε ἔξεστι τῷ βουλομένῳ μετέχειν δαψιλῶς. Οὐ γὰρ ὁ δεῖνα σοφοὺς ἐποίησε καὶ ὁ δεῖνα, ἀλλ' ὁ Χριστός. Ὁ τοίνυν καυχώμενος, ἐν αὐτῷ καυχάσθω, μὴ ἐν τῷ δεῖνι καὶ τῷ δεῖνι· παρὰ τοῦ Χριστοῦ γέγονεν ἅπαντα. ∆ιὸ εἰπὼν, Ὃς ἐγενήθη ἡμῖν σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἐπήγαγεν· Ἵνα, καθὼς γέγραπται, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. ∆ιὰ τοῦτο καὶ σφοδρῶς κατηνέχθη κατὰ τῆς τῶν Ἑλλήνων σοφίας, ἵνα τούτῳ αὐτῷ πείσῃ τοὺς ἀνθρώπους, ὥσπερ οὖν καὶ ἔστι δίκαιον, ἐν Θεῷ καυχᾶσθαι. Ὅταν γὰρ παρ' ἑαυτῶν τὰ ὑπὲρ ἑαυτοὺς ζητῶμεν, οὐδὲν μωρότερον, οὐδὲν ἀσθενέστερον ἡμῶν γίνεται. Γλῶτταν μὲν γὰρ ἔχειν ἠκονημένην, δυνατὸν, δόγματα δὲ ἰσχυρὰ, ἀμήχανον· ἀλλὰ τοῖς τῶν ἀραχνίων ὑφάσμασιν ἐοίκασιν οἱ λογισμοὶ καθ' ἑαυτοὺς ὄντες. Εἰς τοῦτο γάρ τινες παρήλασαν μανίας, ὡς μηδὲν ἀληθὲς εἶναι λέγειν τῶν ὄντων, ἀλλὰ πάντα ἐναντία διϊσχυρίζεσθαι τῶν φαινομένων. Μηδὲν τοίνυν εἴπῃς σαυτοῦ, ἀλλ' ἐν πᾶσιν ἐν Θεῷ καυχῶ· μηδενὶ ἀνθρώπῳ τί ποτε λογίσῃ. Εἰ γὰρ Παύλῳ οὐδὲν χρὴ λογίζεσθαι, πολλῷ μᾶλλον ἑτέροις· Ἐγὼ γὰρ, φησὶν, ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανεν. Ὁ μαθὼν ἐν Κυρίῳ καυχᾶσθαι, οὐδέποτε ἐπαρθήσεται, ἀλλ' ἀεὶ καὶ μετριάσει, καὶ ἐν πᾶσιν ἔσται εὐχάριστος. Ἀλλ' οὐ τὰ τῶν Ἑλλήνων τοιαῦτα, ἀλλὰ πάντα ἑαυτοῖς ἀνατι 61.43 θέασι. ∆ιὸ καὶ ἀπὸ ἀνθρώπων ποιοῦσι θεούς· οὕτως αὐτοὺς ἡ ἀπόνοια ἐξετραχήλισεν. Ὥρα δὴ λοιπόν ἐστι πρὸς τὴν τούτων ἐξελθεῖν μάχην. Ποῦ τοίνυν κατελίπομεν τὸν λόγον τῇ προτέρᾳ; Ἐλέγομεν, ὅτι οὐκ ἦν δυνατὸν κατὰ ἀνθρωπίνην ἀκολουθίαν περιγενέσθαι τῶν φιλοσόφων τοὺς ἁλιέας· ἀλλ' ὅμως γέγονε δυνατόν· ὅθεν δῆλον, ὅτι χάριτι γέγονεν. Ἐλέγομεν, ὅτι οὐκ ἦν δυνατὸν οὐδὲ ἐννοῆσαι αὐτοὺς τοσαῦτα κατορθώματα· καὶ ἐδείξαμεν, ὅτι οὐ μόνον ἐνενόησαν, ἀλλὰ καὶ εἰς τέλος ἤγαγον μετὰ πολλῆς τῆς εὐκολίας. Τὸ αὐτὸ δὴ καὶ σήμερον γυμνάσωμεν τοῦ λόγου τὸ κεφάλαιον, πόθεν αὐτοῖς ἐπῆλθε προσδοκῆσαι τῆς οἰκουμένης περιγενέσθαι, εἰ μὴ εἶδον τὸν Χριστὸν ἀναστάντα. Μὴ γὰρ ἐξεστήκεσαν, ὥστε τοιοῦτόν τι λογίσασθαι ἁπλῶς καὶ εἰκῆ; Καὶ γὰρ ὑπερβάλλει πᾶσαν μανίαν τὸ προσδοκῆσαι ἄνευ θείας χάριτος τοσούτου περιγενέσθαι πράγματος. Πῶς δ' ἂν αὐτὸ κατώρθωσαν μαινόμενοι καὶ ἐξεστηκότες; Εἰ δὲ ἐσωφρόνουν, ὥσπερ οὖν καὶ τὰ πράγματα ἔδειξε, πῶς ἄνευ τοῦ λαβεῖν ἐνέχυρα ἀξιόπιστα ἐκ τῶν οὐρανῶν καὶ τῆς ἄνωθεν ἀπολαῦσαι ῥοπῆς, ὑπέμενον πρὸς τοσούτους ἐξελθεῖν πολέμους, καὶ γῆς καὶ θαλάττης κατατολμῆσαι, καὶ πρὸς μεταβολὴν τῶν τῆς οἰκουμένης ἁπάσης ἐθῶν τῶν ἐν χρόνῳ τοσούτῳ παγέντων ἄνθρωποι δώδεκα ἀποδύσασθαι, καὶ στῆναι γενναίως οὕτω; Καὶ τὸ δὴ μεῖζον, πρὸς τὸν οὐρανὸν καλοῦντες καὶ τὰς ἄνω διατριβὰς, πόθεν προσεδόκων πείθειν τοὺς ἀκούοντας; Καὶ εἰ μὲν ἦσαν ἐν δόξῃ καὶ πλούτῳ καὶ δυναστείᾳ καὶ παιδεύσει