1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

30

οἶδας ὅτι οὐ πάντες τὸν αὐτὸν ἀποδώσομεν λόγον, ἀλλ' οἱ μὲν πλείονος ἐνταῦθα ἀπολαύσαντες ἀδείας, χαλεπώτερον, οἱ δὲ κακωθέντες ἢ πόνοις ἢ πενίᾳ ἣ ἑτέρῳ τινὶ τοιούτῳ, ἡμερώτερον; Καὶ ταῦτα ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου δῆλα. Σὺ μὲν γὰρ εἰς οὐδὲν δέον τῇ σχολῇ χρησάμενος εἰκότως ἐγκαλῇ, ὁ δὲ πένης καὶ μετὰ ἀσχολίας τὸ ὑπόλοιπον τοῦ καιροῦ εἰς τὰ δέοντα ἀναλώσας, μεγάλων ἀπολαύσεται τῶν στεφάνων. Ἀλλὰ καὶ στρατείαν μοι προβάλλῃ πάντως, καὶ 61.48 τῆς ἀσχολίας αὐτὴν αἰτιάσῃ; Ἀλλ' οὐκ ἂν ἔχοι λόγον ἡ σκῆψις. Καὶ γὰρ ὁ Κορνήλιος ἑκατοντάρχης ἦν, καὶ οὐδὲν ἡ ζώνη τὴν ἀκριβῆ πολιτείαν παρέβλαψε. Σὺ δὲ ὅταν ὀρχησταῖς καὶ μίμοις σχολάζῃς, καὶ διαπαντὸς ἐπὶ τῆς σκηνῆς ἀναλίσκῃς τὸν βίον, οὐδαμοῦ οὐ στρατείας ἀνάγκην, οὐκ ἀρχόντων προβάλλῃ φόβον· ὅταν δὲ ἐπὶ τὴν ἐκκλησίαν καλῶμεν, τότε τὰ μυρία κωλύματα. Καὶ τί κατὰ τὴν ἡμέραν ἐκείνην ἐρεῖς, ὅταν ἴδῃς τὴν φλόγα καὶ τοὺς τοῦ πυρὸς ποταμοὺς, καὶ τὰ δεσμὰ τὰ ἄλυτα, καὶ βρυχομένων ἀκούσῃς ὀδόντων; τίς σου προστήσεται κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἴδῃς τὸν μὲν χειροτέχνην καὶ ὀρθῶς βεβιωκότα, πάσης ἀπολαύοντα δόξης· σαυτὸν δὲ τὸν νῦν ἐν μαλακοῖς ἱματίοις ὄντα καὶ μύρων πνέοντα, ἀνήκεστα πάσχοντα; τί σοι τοῦ πλούτου καὶ τῆς περιουσίας ἔσται ὄφελος; τί δὲ τῷ χειροτέχνῃ τῆς πενίας βλάβος; Ἵν' οὖν μὴ πάθωμεν ταῦτα, φοβηθῶμεν τὰ λεγόμενα νῦν, καὶ τὴν ἀσχολίαν ἅπασαν εἰς τὴν τῶν ἀναγκαίων πραγμάτων ἀναλώσωμεν διατριβήν. Οὕτω γὰρ ἐξιλεωσάμενοι τὸν Θεὸν ὑπὲρ τῶν παρελθόντων ἁμαρτημάτων, καὶ τὰ μέλλοντα προσθέντες κατορθώματα, δυνησόμεθα τῆς βασιλείας ἐπιτυχεῖν τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΣΤʹ.

Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑμᾶς, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας,

καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰ δέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον. αʹ. Οὐδὲν τῆς Παύλου ψυχῆς ἀγωνιστικώτερον, μᾶλλον δὲ οὐ τῆς ἐκείνου ψυχῆς· οὐ γὰρ αὐτὸς ταῦτα εὕρισκεν· ἀλλ' οὐδὲν τῆς ἐνεργούσης ἐν αὐτῷ χάριτος ἴσον πάντα νικώσης. Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἔμπροσθεν εἰρημένα καταβαλεῖν τὸν τῦφον τῶν ἐπὶ σοφίᾳ κομπαζόντων, μᾶλλον δὲ καὶ μέρος τῶν εἰρημένων. Ὥστε δὲ λαμπρὰ γενέσθαι τὰ νικητήρια, καὶ ἐπαγωνίζεται τοῖς λεχθεῖσι, κειμένοις τοῖς ἐναντίοις ἐπεμβαίνων. Σκόπει δέ· Παρήγαγε τὴν προφητείαν τὴν λέγουσαν, ὅτι Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν· ἔδειξε τοῦ Θεοῦ τὴν σοφίαν, ὅτι διὰ τῆς δοκούσης εἶναι μωρίας κατήργησε τὴν ἔξωθεν φιλοσοφίαν, ἔδειξεν ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, ἔδειξεν ὅτι οὐ μόνον διὰ ἰδιωτῶν ἐδίδαξεν, ἀλλὰ καὶ ἰδιώτας ἐκάλεσε· νῦν δείκνυσι ὅτι καὶ αὐτὸ τὸ κηρυττόμενον, καὶ ὁ τρόπος τῆς κηρύξεως ἱκανὰ θορυβῆσαι ἦν, καὶ οὐκ ἐθορύβησεν. Οὐ γὰρ δὴ μόνον οἱ μαθηταὶ, φησὶν, ἰδιῶται, ἀλλὰ καὶ ἐγὼ ὁ κηρύττων. ∆ιὰ τοῦτό φησι· Καὶ ἐγὼ, ἀδελφοὶ (πάλιν τὸ τῶν ἀδελφῶν τίθησιν ὄνομα, καταλεαίνων τοῦ λόγου τὴν τραχύτητα), ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Τί γὰρ, εἰπέ μοι, εἰ καὶ ἐβούλου καθ' ὑπεροχὴν ἐλθεῖν; ἐδύνασο; Ἐγὼ μὲν εἰ ἐβουλόμην, οὐκ ἂν ἐδυνήθην· ὁ δὲ Χριστὸς εἰ ἐβουλήθη, ἐδύνατο. Ἀλλ' οὐκ ἐβουλήθη, ἵνα λαμπρότερον ποιήσῃ τὸ τρόπαιον. ∆ιὸ καὶ ἀνωτέρω δεικνὺς, ὅτι αὐτοῦ γέγονεν ἔργον καὶ αὐτοῦ βούλημα ἦν τὸ οὕτως ἰδιωτικῶς κηρυχθῆναι τὸν λόγον, ἔλεγεν· Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λό 61.48 γου. Πολὺ δὲ μεῖζον καὶ ἀπείρως μεῖζον τοῦ Παῦλον θελῆσαι τοῦτο τὸ τὸν Χριστὸν θελῆσαι. Οὐ τοίνυν εὐγλωττίαν ἐπιδεικνύμενος, φησὶν, οὐδὲ τοῖς ἔξωθεν λόγοις ὡπλισμένος καταγγέλλω τὸ μαρτύριον τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Τὸ κήρυγμα, ἀλλὰ, Τὸ μαρτύριον τοῦ Θεοῦ, ὃ καὶ