31
αὐτὸ ἱκανὸν ἦν ἀποτρέψαι. Θάνατον γὰρ περιῄει κηρύττων· διὰ τοῦτο καὶ ἐπήγαγεν· Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον. Τοῦτο δὲ ἔλεγεν, ὅτι καθόλου τῆς ἔξωθεν σοφίας ἐστὶν ἄμοιρος, ὥσπερ οὖν καὶ ἀνωτέρω ἔλεγεν· Ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου. Ὅτι γὰρ ἦν δυνατὸν καὶ τοῦτο αὐτὸν ἔχειν, δῆλον. Οὗ γὰρ τὰ ἱμάτια νεκροὺς ἀνίστη, καὶ αἱ σκιαὶ νοσήματα ἤλαυνον, πολλῷ μᾶλλον εὐγλωττίαν ἠδύνατο δέξασθαι ἡ ψυχή. Τὸ μὲν γάρ ἐστι μαθητῶν, τὸ δὲ πᾶσαν ὑπερβαίνει τέχνην. Ὁ τοίνυν τὰ μείζονα τῆς τέχνης εἰδὼς, πολλῷ πλέον τὰ ἐλάσσονα ἴσχυσεν ἄν. Ἀλλ' οὐκ ἀφῆκεν ὁ Χριστός· οὐ γὰρ συνέφερεν. Εἰκότως οὖν λέγει· Οὐ γὰρ ἔκρινά τι εἰδέναι· καὶ γὰρ καὶ ἐγὼ τοῦτο βούλομαι ὅπερ καὶ ὁ Χριστός. Ἐμοὶ δὲ δοκεῖ καὶ ταπεινότερον αὐτοῖς διειλέχθαι μᾶλλον ἢ τοῖς ἄλλοις, τὸν τῦφον αὐτῶν καταστέλλων. Τὸ τοίνυν, Οὐδὲν ἔκρινα εἰδέναι, πρὸς ἀντιδιαστολὴν τῆς ἔξωθεν εἴρηται σοφίας. Οὐ γὰρ ἦλθον συλλογισμοὺς πλέκων οὐδὲ σοφίσματα, οὐδ' ἄλλο τι λέγων ὑμῖν, ἢ ὅτι ὁ Χριστὸς ἐσταυρώθη. Ἐκεῖνοι μὲν γὰρ μυρία φασὶ, καὶ περὶ μυρίων λέγουσι μακροὺς ἑλίττοντες διαύλους λόγων, κατασκευάζοντες λογισμοὺς καὶ συλλογισμοὺς, μυρία συντιθέντες σοφίσματα· ἐγὼ δὲ ἦλθον πρὸς ὑμᾶς μηδὲν ἄλλο λέγων, ἢ ὅτι ὁ Χριστὸς ἐσταυρώθη, καὶ πάντας ἐκείνους παρήλασα, ὃ τῆς τοῦ κη 61.49 ρυττομένου δυνάμεως σημεῖόν ἐστιν ἄφατον. Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Τοῦτο πάλιν ἄλλο κεφάλαιον. Οὐ γὰρ μόνον οἱ πιστεύοντες ἰδιῶται, οὐδὲ μόνον ὁ λέγων ἰδιώτης, οὐδὲ μόνον ὁ τρόπος τῆς διδασκαλίας ἰδιωτείας γέμων, οὐδὲ μόνον αὐτὸ τὸ κήρυγμα ἱκανὸν θορυβῆσαι· σταυρὸς γὰρ καὶ θάνατος ἦν τὸ καταγγελλόμενον· ἀλλὰ μετ' αὐτῶν καὶ ἕτερα κωλύματα ἦν, οἱ κίνδυνοι καὶ αἱ ἐπιβουλαὶ καὶ ὁ καθημερινὸς φόβος καὶ τὸ ἐλαύνεσθαι. Καὶ γὰρ ἀσθένειαν τοὺς διωγμοὺς πολλαχοῦ φησι, καθάπερ καὶ ἀλλαχοῦ· Τὴν ἀσθένειαν τὴν ἐν τῇ σαρκί μου οὐκ ἐξουδενώσατε· καὶ πάλιν, Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ποίας; Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ∆αμασκηνῶν πόλιν, πιάσαι με θέλων. Καὶ πάλιν, ∆ιὸ εὐδοκῶ ἐν ἀσθενείαις. Εἶτα λέγων ποίαις, ἐπήγαγεν· Ἐν ὕβρεσιν, ἐν ἀνάγκαις καὶ ἐν στενοχωρίαις. Καὶ νῦν τὸ αὐτὸ λέγει· εἰπὼν γὰρ, Καὶ ἐγὼ ἐν ἀσθενείᾳ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δηλῶν ὅτι ἀσθένειαν τοὺς κινδύνους καλεῖ, πάλιν ἐπήγαγε· Καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Τί λέγεις; Καὶ Παῦλος ἐφοβεῖτο κινδύνους; Ἐφοβεῖτο, καὶ σφόδρα ἐδεδοίκει· εἰ γὰρ καὶ Παῦλος ἦν, ἀλλ' ἄνθρωπος ἦν. Τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ' ἀσθένεια μὲν τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πληγὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν· ὡς οἵ γε λέγοντες, ὅτι οὐκ ἐφοβεῖτο πληγὰς, οὐ μόνον αὐτὸν οὐ σεμνύνουσιν, ἀλλὰ καὶ ὑποτέμνονται πολὺ τῶν ἐπαίνων. Εἰ γὰρ οὐκ ἐφοβεῖτο, ποία καρτερία ἢ ποία φιλοσοφία τὸ τοὺς κινδύνους φέρειν; Ἐγὼ γὰρ διὰ τοῦτο αὐτὸν θαυμάζω, ὅτι φοβούμενος, καὶ οὐχ ἁπλῶς φοβούμενος, ἀλλὰ καὶ τρέμων τοὺς κινδύνους, διαπαντὸς ἔδραμε στεφανούμενος, καὶ ἐν οὐδενὶ τῶν κινδύνων ἐνέδωκεν, ἐκκαθαίρων τὴν οἰκουμένην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ κήρυγμα σπείρων. Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις. Τουτέστιν, οὐκ ἔχων τὴν ἔξωθεν σοφίαν. Εἰ τοίνυν καὶ τὸ κήρυγμα οὐδὲν εἶχε σεσοφισμένον, καὶ οἱ καλούμενοι ἰδιῶται, καὶ ὁ κηρύττων τοιοῦτος, καὶ διωγμὸς προσῆν καὶ τρόμος καὶ φόβος, πῶς ἐκράτησαν, εἰπέ μοι; ∆ιὰ θείας δυνάμεως. ∆ιόπερ εἰπὼν, Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἐπήγαγεν· Ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως. βʹ. Εἶδες πῶς τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, καὶ τὸ ἀσθενὲς ἰσχυρότερον; Οἱ γὰρ ἰδιῶται τοιαῦτα κηρύττοντες, δεδεμένοι καὶ ἐλαυνόμενοι περιεγένοντο τῶν ἐλαυνόντων. Πόθεν; Οὐκ ἀπὸ τοῦ τὴν διὰ Πνεύματος παρασχεῖν