1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

33

προσκυνήσει, καὶ Θεὸν ἐρεῖ, κἂν μυριάκις ἀνένδοτος ᾖ. γʹ. Τίς γὰρ ὁρῶν τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ αὐτὸν ἐπὶ τῶν νεφελῶν ἐρχόμενον, καὶ πάντα τὸν δῆμον τῶν ἄνω δυνάμεων αὐτῷ περικεχυμένον, καὶ ποταμοὺς πυρὸς ἑλκομένους, καὶ πάντας παρεστῶτας καὶ τρέμοντας, οὐχὶ προσκυνήσει, καὶ Θεὸν ἡγήσεται; Ἆρ' οὖν, εἰπέ μοι, λογισθήσεται τῷ Ἕλληνι εἰς πίστιν ἡ προσκύνησις ἐκείνη καὶ ἡ γνῶσις; Οὐδαμῶς. Τί δήποτε; Ὅτι τοῦτο πίστις οὐκ ἔστιν· ἡ γὰρ ἀνάγκη τοῦτο ἐποίησε καὶ ἡ περιφάνεια τῶν ὁρωμένων, καὶ οὐκ ἔστι τὸ πρᾶγμα προαιρέσεως, ἀλλ' ἀπὸ τοῦ μεγέθους τῶν ὀφθέντων τὰ τῆς διανοίας εἱλκύσθη. Οὐκοῦν ὅσῳ ἂν φανότερα καὶ ἀναγκαστικώτερα ᾖ τὰ γινόμενα, τοσούτῳ τὰ τῆς πίστεως ἐλαττοῦνται· διὰ τοῦτο σημεῖα νῦν οὐ γίνεται. Καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τί φησι πρὸς τὸν Θωμᾶν· Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Οὐκοῦν ὅσῳ ἂν φανερώτερον ἀποδειχθῇ τὸ σημεῖον, τοσούτῳ τῆς πίστεως ὁ μισθὸς ἐλαττοῦται. Ὥστε εἰ καὶ νῦν σημεῖα ἐγίνετο, τὸ αὐτὸ ἂν ἐγένετο. Ὅτι γὰρ τότε διὰ πίστεως οὐκέτι αὐτὸν εἰσόμεθα, ἐδήλωσεν εἰπὼν ὁ Παῦλος· Νῦν γὰρ διὰ πίστεως περιπατοῦμεν, οὐ δι' εἴδους. Ὥσπερ οὖν τότε πιστεύοντί σοι τὸ πρᾶγμα οὐ λογίζεται διὰ τὸ περιφανές· οὕτω καὶ νῦν, εἰ σημεῖα ἐγίνετο τοιαῦτα, οἷα καὶ ἔμπροσθεν. Ὅταν γὰρ ἃ μηδαμῇ μηδαμῶς ἔστι λογισμοῖς εὑρεῖν καταδεξώμεθα, τότε ἡ πίστις ἐστί. ∆ιὰ τοῦτο καὶ ἡ γέεννα ἠπείληται μὲν, οὐ φαίνεται δέ· ἐπεὶ εἰ καὶ ἐφαίνετο, ταυτὸ συνέβαινε πάλιν. Ἄλλως δὲ, εἰ σημεῖα ζητεῖς, καὶ νῦν ὄψει σημεῖα, εἰ καὶ μὴ τοιαῦτα, τὰς προῤῥήσεις τὰς μυρίας καὶ περὶ μυρίων πραγμάτων, τῆς οἰκουμένης τὴν ἐπιστροφὴν, τῶν βαρβάρων τὴν φιλοσοφίαν, τῶν ἀγρίων ἠθῶν τὴν μετάστασιν, τῆς εὐλαβείας τὴν ἐπίτασιν. Καὶ ποίας προῤῥήσεις; φησί· μετὰ γὰρ ταῦτα ἐγράφη τὰ προειρημένα ἅπαντα. Πότε, καὶ ποῦ, καὶ ὑπὸ τίνος; εἰπέ μοι· καὶ πρὸ πόσων ἐτῶν; βούλει πρὸ πεντήκοντα, ἢ ἑκατόν; Οὐκοῦν πρὸ τῶν ἑκατὸν οὐδὲν εἶχον ἔγγραφον ὅλως. Πῶς οὖν κατεῖχε τὰ δόγματα ἡ οἰκουμένη καὶ τὰ ἄλλα πάντα, τῆς μνήμης οὐκ ἀρκούσης; πόθεν δὲ ᾔδεσαν, ὅτι Πέτρος ἀνεσκολοπίσθη; πόθεν τε ἐπῆλθε τοῖς μετὰ ταῦτα προειπεῖν, οἷον ὅτι τὸ Εὐαγγέλιον κηρυχθήσεται πανταχοῦ τῆς οἰκουμένης, ὅτι τὰ Ἰουδαϊκὰ παύσεται, καὶ οὐκ ἐπανήξει πάλιν; Οἱ δὲ τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ κηρύγματος προέμενοι, πῶς ἂν ἤνεγκαν τὸ κήρυγμα παραποιούμενον ὁρῶντες; πῶς δ' ἂν ἐπι 61.52 στεύθησαν οἱ γράφοντες, τῶν σημείων παυσαμένων; πῶς δ' ἂν τὰ γραφέντα, καὶ εἰς τὴν βαρβάρων καὶ εἰς τὴν Ἰνδῶν, καὶ πρὸς αὐτὰ τοῦ ὠκεανοῦ τὰ πέρατα ἀφίκετο, οὐκ ὄντων τῶν λεγόντων ἀξιοπίστων; Τίνες δὲ οἱ γράφοντες, καὶ πότε, καὶ ποῦ; τίνος δὲ ἕνεκεν καὶ ἔγραφον; ἆρα δόξαν ἑαυτοῖς περιποιούμενοι; πῶς οὖν ἑτέροις τὰ βιβλία ἐπέγραψαν; Ἀλλὰ τὸ δόγμα συστῆσαι βουλόμενοι; Πότερον ὡς ἀληθὲς, ἢ ὡς ψευδές; εἰ γὰρ ὡς ψευδεῖ προσεῖχον, οὐδὲ προσελθεῖν ἦν εἰκός· εἰ δὲ ὡς ἀληθεῖ, πλασμάτων οὐκ ἔδει, καθὼς σὺ φής. Ἄλλως δὲ καὶ αἱ προῤῥήσεις τοιαῦταί εἰσιν, ὡς καὶ μέχρι τοῦ παρόντος μὴ δύνασθαι βιάζεσθαι χρόνῳ τὰ εἰρημένα. Τὸ μὲν γὰρ καθαιρεθῆναι τὰ Ἱεροσόλυμα γέγονε πρὸ πολλῶν ἐτῶν. Εἰσὶ δὲ καὶ ἕτεραι προῤῥήσεις αἱ ἐξ ἐκείνου τοῦ χρόνου μέχρι τῆς παρουσίας αὐτοῦ παρατείνουσαι, ἃς ὡς βούλει δοκίμασον· οἷον τὸ, Ἀεὶ μεθ' ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος· τὸ, Ἐπὶ τὴν πέτραν ταύτην οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· τὸ, Κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο εἰς πάντα τὰ ἔθνη· τὸ, Λαληθήσεται ὅπου ἂν κηρυχθῇ τὸ Εὐαγγέλιον, καὶ ὃ ἐποίησεν ἡ γυνὴ αὕτη· καὶ ἕτεραι πολλαὶ τούτων πλείους. Πόθεν οὖν ἡ ἀλήθεια τῆς προῤῥήσεως ταύτης, εἴ γε πλάσμα ἦν; πῶς οὐ κατίσχυσαν πύλαι ᾅδου τῆς Ἐκκλησίας; πῶς ἀεὶ μεθ' ἡμῶν ἐστιν ὁ Χριστός; Οὐ γὰρ ἂν, εἰ μὴ μεθ' ἡμῶν ἦν, ἐκράτησεν ἂν ἡ Ἐκκλησία. Πῶς τὸ Εὐαγγέλιον ἐξετάθη πανταχοῦ τῆς οἰκουμένης; Ἱκανοὶ δὲ καὶ οἱ καθ' ἡμῶν εἰρηκότες τὴν ἀρχαιότητα μαρτυρῆσαι τοῖς Βιβλίοις, οἱ περὶ Κέλσον καὶ τὸν Βατανεώτην τὸν μετ' ἐκεῖνον· οὐ γὰρ δὴ τοῖς μετ' αὐτοὺς συντεθεῖσιν ἀντέλεγον·