1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

35

τὸ στόμα μετὰ πολλῆς τῆς περιουσίας ἐμφράξαι δυνήσεται. Ταῦτα καὶ ἄρχουσι λέγω καὶ ἀρχομένοις, καὶ πρὸ τῶν ἄλλων ἐμαυτῷ, ἵνα βίον ἐπιδειξώμεθα θαυμαστὸν, καὶ συντάξαντες ἑαυτοὺς, πάντων τῶν παρόντων ὑπερίδωμεν. Καταφρονήσωμεν χρημάτων, καὶ μὴ καταφρονήσωμεν γεέννης· ὑπερίδωμεν δόξης, καὶ μὴ ὑπερίδωμεν σωτηρίας· ὑπομείνωμεν ἐνταῦθα κάματον καὶ πόνον, ἵνα μὴ ἐμπέσωμεν ἐκεῖ εἰς κόλασιν. Οὕτω τοῖς Ἕλλησι πολεμήσωμεν, οὕτως αὐτοὺς αἰχμαλωτίσωμεν αἰχμαλωσίαν ἐλευθερίας ἀμείνω. Ἀλλὰ ταῦτα μὲν λέγεται παρ' ἡμῶν συνεχῶς καὶ πολλάκις, γίνεται δὲ ὀλιγάκις. Πλὴν ἀλλ' ἐάν τε γένηται ταῦτα, ἄν τε μὴ γένηται, δίκαιον διὰ τῶν τοιούτων συνεχῶς ὑπομιμνήσκειν. Εἰ γὰρ διὰ τῆς χρηστολογίας ἐξαπατῶσί τινες, πολλῷ μᾶλλον τοὺς πρὸς τὴν ἀλήθειαν ἐπανάγοντας δίκαιον μὴ ἀποκαμεῖν τὰ συμφέροντα λέγοντας. Εἰ γὰρ οἱ ἀπατῶντες τοσούτοις κέχρηνται μηχανήμασι· καὶ γὰρ χρήματα ἀναλίσκουσι, καὶ λόγους προσάγουσι, καὶ κινδύνους ὑπομένουσι, καὶ προστασίας ἐπιδείκνυνται· πολλῷ μᾶλλον ἡμᾶς τοὺς ἀπάτης ἀπάγοντας, καὶ κινδύνους, καὶ θανάτους, καὶ πάντα ὑπομένειν χρὴ, ἵνα καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους κερδάναντες, καὶ τοῖς ἐναντίοις ἀκαταγώνιστοι γενόμενοι, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Ζʹ.

Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ

τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀπο κεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν. αʹ. Τὸ σκότος τοῦ φωτὸς ἐπιτηδειότερον εἶναι δοκεῖ τοῖς τὰς ὄψεις νοσοῦσι· διὸ καὶ μᾶλλον εἰς συνεσκιασμένον δωμάτιον καταφεύγουσι. Τοῦτο καὶ ἐπὶ τῆς σοφίας γέγονε τῆς πνευματικῆς· ἡ μὲν τοῦ Θεοῦ σοφία μωρία ἐδόκει εἶναι τοῖς ἔξωθεν, ἡ δὲ αὐτῶν, ἀληθῶς οὖσα μωρία, σοφία αὐτοῖς νενόμισται. Καὶ ταυτὸν συνέβαινεν, οἷον ἂν εἴ τις σοφίᾳ κυβερνητικῇ κεχρημένος, ἐπηγγέλλετο πλοίου χωρὶς καὶ ἱστίων πέλαγος ἄπειρον διαπερᾷν, εἶτα ἐπειρᾶτο λογισμοῖς κατασκευάζειν ὅτι τοῦτο δυνατόν· ἄλλος δέ τις πάντων ἄπειρος, πλοίῳ καὶ κυβερνήτῃ καὶ ναύταις ἐγχειρίσας ἑαυτὸν, οὕτω μετὰ ἀσφαλείας ἔπλει. Καὶ γὰρ ἡ δοκοῦσα εἶναι ἀμαθία τούτου, τῆς ἐκείνου σοφίας σοφωτέρα. Καλὴ μὲν γὰρ ἡ κυβερνητικὴ, ἀλλ' ὅταν μείζονα ἐπαγγέλληται, μωρία τίς ἐστι· 61.54.40 καὶ πᾶσα τέχνη ἡ μὴ ἀρκουμένη τοῖς ὅροις τοῖς ἑαυτῆς τοῦτο ἂν εἴη. Οὕτω καὶ ἡ ἔξωθεν σοφία ἦν ἂν σοφία, εἰ Πνεύματι ἐκέχρητο· ἐπειδὴ δὲ ἑαυτῇ τὸ πᾶν ἐπέτρεψε, καὶ οὐδὲν ἐνόμισε δεῖσθαι τῆς βοηθείας ἐκείνης, μωρία γέγονεν, εἰ καὶ ἐδόκει σοφία εἶναι. ∆ιὸ πρότερον ἐλέγξας τὰ αὐτῆς διὰ τῶν πραγμάτων, τότε αὐτὴν ἐκάλεσε μωρίαν· καὶ πρότερον καλέσας μωρίαν τὴν τοῦ Θεοῦ σοφίαν κατὰ τὴν ἐκείνων ψῆφον, τότε δείκνυσιν αὐτὴν σοφίαν οὖσαν (μετὰ γὰρ τὰς ἀποδείξεις δυνατὸν μάλιστα τοὺς ἀντιλέγοντας ἐντρέπειν)· καί φησι· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. Ὅταν γὰρ ἐγὼ, νομιζόμενος μωρὸς καὶ μωρὰ κηρύττειν, τοῦ σοφοῦ περιγένωμαι, οὐ διὰ μωρᾶς· σοφίας περιεγενόμην, ἀλλὰ διὰ σοφίας τελειοτέρας, καὶ τοσαύτης καὶ οὕτω μείζονος, ὡς ἐκείνην μωρίαν φαίνεσθαι. ∆ιὰ τοῦτο πρότερον αὐτὴν οὕτω καλέσας, ὡς ἐκεῖνοι ὠνόμαζον τότε, καὶ ἀπὸ τῶν πραγμάτων 61.55 τὴν νίκην δείξας, καὶ ἐκείνους ἀποφήνας σφόδρα μωροὺς, τὸ προσῆκον αὐτῇ λοιπὸν ἀπέδωκεν ὄνομα λέγων· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. Σοφίαν δὲ λέγει τὸ κήρυγμα καὶ τὸν τρόπον τῆς σωτηρίας, τὸ διὰ σταυροῦ σωθῆναι· τελείους δὲ τοὺς πεπιστευκότας. Καὶ γὰρ ἐκεῖνοι τέλειοι οἱ τὰ ἀνθρώπινα εἰδότες ὅτι σφόδρα ἀσθενῆ, καὶ ὑπεριδόντες αὐτῶν, ὅτι μηδὲν αὐτοῖς συμβάλλεται πεπεισμένοι, οἷοι γεγόνασιν οἱ πιστοί. Σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου. Ποῦ γὰρ χρήσιμος ἡ ἔξωθεν σοφία, ἐνταῦθα καταστρέφουσα καὶ περαιτέρω μὴ προϊοῦσα, καὶ