1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

40

Καὶ γὰρ ἔδωκεν αὐτὴν ὁ Θεὸς, ἵνα μανθάνῃ καὶ δέχηται τὸ παρ' αὐτοῦ, οὐχ ἵνα ἑαυτῇ αὐτὴ ἀρκεῖν νομίζῃ. Καὶ γὰρ οἱ ὀφθαλμοὶ καλοὶ καὶ χρήσιμοι, ἀλλ' ἐὰν βούλωνται χωρὶς φωτὸς ὁρᾷν, οὐδὲν αὐτοὺς τὸ κάλλος ὀνίνησιν οὐδὲ ἡ οἰκεία ἰσχὺς, ἀλλὰ καὶ παραβλάπτει. Οὕτω τοίνυν καὶ ψυχὴ, ἐὰν βουληθῇ χωρὶς Πνεύματος βλέπειν, καὶ ἐμπόδιον ἑαυτῇ γίνεται. Πῶς οὖν πρὸ τούτου, φησὶν, ἀφ' ἑαυτῆς πάντα ἑώρα; Οὐδέποτε ἀφ' ἑαυτῆς, ἀλλ' εἶχε τὴν κτίσιν ἀντὶ βιβλίου προκειμένην ἐν μέσῳ· ἐπειδὴ δὲ, ἀφέντες βαδίσαι τὴν ὁδὸν, ἣν αὐτοῖς ὁ Θεὸς ἐκέλευσε, καὶ διὰ τοῦ κάλλους τῶν ὁρωμένων γνῶναι τὸν ∆ημιουργὸν, λογισμοῖς τὰ σκῆπτρα τῆς γνώσεως ἐνεχείρισαν, εἰς πέλαγος ἀσεβείας ἀσθενήσαντες κατέδυσαν, εὐθέως τὴν ἄβυσσον τῶν κακῶν εἰσάγοντες. καὶ εἰπόντες οὐδὲν ἐξ οὐκ ὄντων γίνεσθαι, ἀλλ' ἐξ ὕλης ἀγεννήτου, ὅθεν καὶ μυρίας ἔτεκον αἱρέσεις· καὶ ἐν μὲν τοῖς σφόδρα ἀτόποις συνηνέχθησαν, ἐν δὲ οἷς ἐδόκουν ὑγιές τι κἂν ὡς ἐν σκιαῖς ὀνειρώττειν, ἀλλήλοις συνεῤῥάγησαν, ἵν' ἑκατέρωθεν καταγελασθῶσιν. Ὅτι μὲν γὰρ ἐξ οὐκ ὄντων οὐδὲν γίνεται, πάντες ὁμοῦ σχεδὸν εἶπον καὶ ἔγραψαν, καὶ οὕτω μετὰ πολλῆς τῆς σπουδῆς. Ἐν τοῖς ἀτόποις οὖν ἤλασεν αὐτοὺς ὁ διάβολος· ἐν δὲ τοῖς χρησίμοις ἐν οἷς ἔδοξαν κἂν ἐν αἰνίγματί τι τῶν ζητουμένων εὑρίσκειν, ἐν τούτοις ἑαυτοὺς ἐπολέμησαν· οἷον, ὅτι ἀθάνατος ἡ ψυχὴ, καὶ ὅτι ἡ ἀρετὴ οὐδενὸς δεῖται τῶν ἔξωθεν, καὶ ὅτι οὐκ ἀνάγκης οὐδὲ εἱμαρμένης τὸ γενέσθαι καλοὺς, ἢ μὴ τοιούτους. εʹ. Εἶδες τοῦ διαβόλου κακουργίαν; Εἴ που τι διεφθαρμένον εἶδεν εἰπόντας, ὁμονοῆσαι πάντας ἐποίησεν· εἴ που δέ τι ὑγιὲς φθεγξαμένους, ἑτέρους κατ' αὐτῶν διήγειρεν· ὥστε μήτε τὰ ἄτοπα ἐκπεσεῖν τῇ συμφωνίᾳ βεβαιούμενα, καὶ τὰ χρήσιμα διαῤῥυῆναι ποικίλως βαλλόμενα. Ὅρα πῶς πανταχοῦ ἄτονος ἡ ψυχὴ, καὶ οὐκ ἀρκεῖ ἑαυτῇ. Καὶ τοῦτο εἰκότως γεγένηται. Εἰ γὰρ τοιαύτη γεγονυῖα φιλονεικεῖ μηδενὸς χρείαν ἔχειν, καὶ ἀπάγει ἑαυτὴν τοῦ Θεοῦ, εἰ μὴ τοιαύτη ἐγεγένητο, ποῦ οὐκ ἂν ἐξώλισθε μανίας; Εἰ λαβοῦσα σῶμα θνητὸν, ἀπὸ ψευδοῦς ὑποσχέσεως τοῦ διαβόλου προσεδόκησε πολλῷ μείζονα· Ἔσεσθε γὰρ, 61.61 φησὶν, ὡς θεοί· εἰ καὶ τοῦτο ἐξ ἀρχῆς ἔλαβεν ἀθάνατον, ποῦ οὐκ ἂν ἐξέπεσε; Καὶ γὰρ καὶ μετ' ἐκεῖνο ἀγέννητον ἑαυτὴν ἔφησεν εἶναι, καὶ τῆς οὐσίας τοῦ Θεοῦ, διὰ τοῦ σεσηπότος τῶν Μανιχαίων στόματος· καὶ τοὺς θεοὺς τοὺς παρ' Ἕλλησιν ἀπὸ τούτου τοῦ νοσήματος τῆς ὑποθέσεως ἀνέπλασε. ∆ιὰ τοῦτό μοι δοκεῖ καὶ τὴν ἀρετὴν ὁ Θεὸς ἐπίμοχθον ποιῆσαι, κάμπτων αὐτὴν καὶ εἰς τὸ μετριάζειν ἄγων. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ὡς ἂν εἴ τις ἀπὸ μικρῶν μεγάλα στοχάσαιτο, ἀπὸ τῶν Ἰσραηλιτῶν αὐτὸ μάθωμεν. Οὗτοι γοῦν ἡνίκα οὐκ ἔζων ἐπίμοχθον βίον, ἀλλ' ἀνέσεως ἀπέλαυον, οὐκ ἐνεγκόντες τὴν εὐημερίαν, ἐξώλισθον εἰς ἀσέβειαν. Τί οὖν ὁ Θεὸς μετὰ τοῦτο; Πλῆθος νομίμων ἐπέθηκε, κωλύων αὐτῶν τὴν ἄδειαν. Καὶ ἵνα μάθῃς ὅτι οὐ πρὸς ἀρετήν τινα συντελεῖ τὰ νόμιμα ταῦτα, ἀλλ' ἀντὶ χαλινοῦ τινος ἦν αὐτοῖς διδόμενα, ἀφορμὴν ἀσχολίας παρέχοντα, ἄκουσον τί περὶ αὐτῶν ὁ προφήτης φησίν· Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά. Τί δέ ἐστιν, Οὐ καλά; Οὐδὲν μέγα πρὸς ἀρετὴν συντελοῦντα· διὸ καὶ ἐπάγει· ∆ικαιώματα, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς. Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Εἰκότως· ὥσπερ γὰρ τοῖς ὀφθαλμοῖς τούτοις οὐδεὶς ἂν τὰ ἐν τοῖς οὐρανοῖς καταμάθοι· οὕτως οὐδὲ ψυχὴ μόνη τὰ τοῦ Πνεύματος. Καὶ τί λέγω τὰ ἐν τοῖς οὐρανοῖς; Οὐδὲ τὰ ἐν τῇ γῇ ἅπαντα. Καὶ γὰρ ὁρῶντες πύργον πόῤῥωθεν τετράγωνον, στρογγύλον εἶναι νομίζομεν· ἔστι δὲ ὀφθαλμῶν ἀπάτη τὰ τῆς τοιαύτης ὑπολήψεως. Οὕτω τοίνυν καὶ ὅταν τὰ πόῤῥωθεν ἡμῶν πράγματα διὰ τῆς διανοίας μόνης δοκιμάζῃ τις, γέλως πολὺς ἕψεται. Οὐ γὰρ μόνον, οἷάπερ ἐστὶν αὐτὰ οὐκ ὄψεται, ἀλλὰ καὶ τὰ ἐναντία ὧν ἐστιν ἡγήσεται· διὸ καὶ ἐπήγαγε· Μωρία γὰρ αὐτῷ ἐστι. Τοῦτο δὲ οὐ τῆς φύσεως τοῦ πράγματος, ἀλλὰ τῆς ἀσθενείας τοῦ μὴ δυνηθέντος τοῦ μεγέθους αὐτῶν ἐφικέσθαι διὰ τῶν τῆς ψυχῆς ὄψεων. Εἶτα καὶ τὴν αἰτίαν ἀντιτίθησι λέγων· Ὅτι οὐκ οἶδεν, ὅτι πνευματικῶς ἀνακρίνεται. Τουτέστιν, ὅτι πίστεως δεῖται τὰ λεγόμενα, καὶ λόγοις αὐτὰ