1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

41

καταλαβεῖν οὐκ ἔνι· ὑπερβαίνει γὰρ αὐτῶν τὸ μέγεθος ἐκ πολλοῦ τοῦ περιόντος τῆς ἡμετέρας διανοίας τὴν εὐτέλειαν. ∆ιό φησιν· Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν τὰ πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. Καὶ γὰρ ὁ βλέπων, πάντα μὲν αὐτὸς καθορᾷ καὶ τὰ τοῦ μὴ βλέποντος, τὰ δὲ ἐκείνου τῶν μὴ βλεπόντων οὐδείς. Οὕτω καὶ νῦν, τὰ μὲν ἡμέτερα καὶ τὰ τῶν ἀπίστων πάντα ἴσμεν ἡμεῖς, τὰ δὲ ἡμῶν ἐκεῖνοι λοιπὸν οὐκέτι. Καὶ γὰρ ἴσμεν τίς μὲν ἡ τῶν παρόντων πραγμάτων φύσις, τίς δὲ ἡ τῶν μελλόντων ἀξία, καὶ τί ποτε ὁ κόσμος μετὰ ταῦτα γενήσεται, καὶ τί μὲν οἱ ἁμαρτωλοὶ πείσονται, τίνος δὲ ἀπολαύσονται οἱ δίκαιοι, καὶ ὅτι οὐδενὸς ἄξια τὰ παρόντα πράγματα καὶ ἴσμεν, καὶ ἐλέγχομεν αὐτῶν τὴν εὐτέλειαν (τὸ γὰρ ἀνακρίνειν, καὶ ἐλέγχειν ἐστὶ), καὶ ὅτι τὰ μέλλοντά ἐστιν ἀθάνατα καὶ ἀκίνητα. Ταῦτα ἅπαντα οἶδεν ὁ πνευματικὸς, καὶ τί πείσεται ὁ ψυχικὸς ἀπελθὼν ἐκεῖ, καὶ τίνος ἀπολαύσεται ὁ πιστὸς ἐντεῦθεν ἀποδημήσας, ὧν οὐδὲν οἶδεν ὁ ψυχικός. ∆ιὸ καὶ σαφῆ τῶν εἰρημένων ἀπόδειξιν ἐπαγαγὼν, ἔλεγε· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. Τουτέστι, τὰ ἐν τῷ νῷ τοῦ Χριστοῦ ταῦτα ἡμεῖς ἴσμεν, καὶ ἅπερ αὐτὸς βούλεται καὶ ἀπεκάλυψεν. Εἶτα, ἐπειδὴ εἶπεν, ὅτι τὸ Πνεῦμα ἀπεκάλυψεν, ἵνα μή τις τὸν Υἱὸν παρώσηται, ἐπάγει ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἡμῖν ἔδειξεν· οὐ τοῦτο λέγων, ὅτι πάντα ἃ οἶδεν ἴσμεν, ἀλλ' ὅτι πάντα ἃ οἴ 61.62 δαμεν, οὐκ ἀνθρώπινα, ὥστε ὑποπτευθῆναι, ἀλλὰ τοῦ νοῦ ἐκείνου καὶ πνευματικά. ʹ. Τὸν γὰρ νοῦν, ὃν ἔχομεν περὶ τούτων, τοῦ Χριστοῦ ἔχομεν· τουτέστι, τὴν γνῶσιν, ἣν ἔχομεν περὶ τῶν κατὰ τὴν πίστιν πραγμάτων, πνευματικὴν ἔχομεν, ὥστε εἰκότως ὑπ' οὐδενὸς ἀνακρινόμεθα. Οὐδὲ γὰρ οἷόν τε τὰ θεῖα εἰδέναι ἄνθρωπον ψυχικόν· διὸ καὶ ἔλεγε· Τίς γὰρ ἔγνω νοῦν Κυρίου; τὸν ἡμέτερον νοῦν τὸν περὶ τούτων, ἐκείνου λέγων εἶναι νοῦν. Καὶ τὸ, Ὃς συμβιβάσει αὐτὸν, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλὰ πρὸς ὃ εἶπεν ἤδη, ὅτι Τὸν πνευματικὸν οὐδεὶς ἀνακρίνει. Εἰ γὰρ εἰδέναι οὐδεὶς δύναται τοῦ Θεοῦ τὸν νοῦν, πολλῷ μᾶλλον διδάσκειν καὶ διορθοῦσθαι· τοῦτο γάρ ἐστιν, Ὃς συμβιβάσει αὐτόν. Ὁρᾷς ὡς πανταχόθεν ἐξωθεῖ τὴν σοφίαν τὴν ἔξωθεν, καὶ πλείονα εἰδότα καὶ μείζονα δείκνυσι τὸν πνευματικόν; Ἐπειδὴ γὰρ ἐκεῖναι αἱ αἰτίαι (οἷον τὸ, Ἵνα μὴ καυχήσηται πᾶσα σάρξ· καὶ ὅτι διὰ τοῦτο, Ἐξελέξατο τὰ μωρὰ, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ, Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ) οὐ σφόδρα τοῖς ἀπίστοις ἀξιόπιστοι εἶναι ἐδόκουν, οὐδὲ ἐπαγωγοὶ καὶ ἀναγκαῖαι καὶ χρήσιμοι, ἑξῆς λοιπὸν τίθησι τὴν κυριωτάτην αἰτίαν, ὅτι τούτῳ μάλιστα τῷ τρόπῳ δυνάμεθα ἰδεῖν, ἐξ οὗ καὶ τὰ ὑψηλὰ καὶ τὰ ἀπόῤῥητα, καὶ τὰ ὑπὲρ ἡμᾶς μαθεῖν ἕξομεν. Καὶ γὰρ ἐκενοῦτο ὁ λόγος τῷ μὴ δύνασθαι ἡμᾶς καταλαβεῖν διὰ τῆς ἔξωθεν σοφίας τὰ ὑπὲρ ἡμᾶς. Ὁρᾷς ὅτι καὶ συνέφερεν οὕτω μᾶλλον μαθεῖν παρὰ τοῦ Πνεύματος; καὶ γὰρ καὶ εὐκολωτάτη καὶ σαφεστάτη ἡ διδασκαλία. Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. Τουτέστι, πνευματικὸν, θεῖον, οὐδὲν ἀνθρώπινον ἔχοντα. Οὐ γὰρ Πλάτωνος οὐδὲ Πυθαγόρου, ἀλλ' ὁ Χριστὸς τὰ ἑαυτοῦ τῇ ἡμετέρᾳ ἐνέθηκε διανοίᾳ. Τοῦτο γοῦν αἰσχυνθῶμεν, ἀγαπητοὶ, καὶ βίον ἐπιδειξώμεθα ἄριστον· ἐπεὶ καὶ αὐτὸς τοῦτο ποιεῖται πολλῆς φιλίας τεκμήριον, τὸ τὰ ἀπόῤῥητα ἡμῖν ἀποκαλύπτειν, λέγων· Οὐκέτι ὑμᾶς λέγω δούλους· πάντες γὰρ ὑμεῖς φίλοι μού ἐστε, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς ἀπήγγειλα ὑμῖν· τουτέστιν, Ἐθάῤῥησα ὑμῖν. Εἰ δὲ τοῦτο μόνον φιλίας τεκμήριον, τὸ θαῤῥῆσαι· ὅταν φαίνηται μὴ θαῤῥήσας μόνον τὰ διὰ ῥημάτων μυστήρια, ἀλλὰ καὶ αὐτὰ ταῦτα διὰ τῶν ἔργων ἡμῖν χαρισάμενος, ἐννόησον πόσης ἀγάπης ἐστὶ τὸ γινόμενον! Τοῦτο γοῦν αἰσχυνθῶμεν· καὶ εἰ μηδεὶς γεέννης τοσοῦτος λόγος ἔσται ἡμῖν, ἀλλ' ἔστω γεέννης φοβερώτερον τὸ περὶ τὸν οὕτω φίλον καὶ εὐεργέτην ἀγνώμονας γενέσθαι καὶ ἀχαρίστους· μηδὲ ὡς μισθωτοὶ οἰκέται, ἀλλ' ὡς υἱοὶ καὶ ἐλεύθεροι πάντα πράττωμεν διὰ τὴν τοῦ Πατρὸς φιλίαν, καὶ παυσώμεθά ποτε τῷ κόσμῳ προσηλωμένοι, ἵνα καὶ Ἕλληνας καταισχύνωμεν. Ἐπεὶ καὶ νῦν βουλόμενος πρὸς αὐτοὺς ἀνατείνασθαι, ἀναδύομαι,