1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

42

μήποτε τοῖς λόγοις αὐτοὺς νικῶντες καὶ τῇ τῶν δογμάτων ἀληθείᾳ, πολὺν τὸν καταγέλωτα ἀπὸ τῆς τοῦ βίου συγκρίσεως ἡμῖν ἐνέγκωμεν· ὅταν οἱ μὲν τῇ πλάνῃ προσέχοντες καὶ μηδὲν τοιοῦτο πεπεισμένοι, φιλοσοφίας ἔχωνται, ἡμεῖς δὲ τοὐναντίον ἅπαν. Πλὴν ὅμως ἐρῶ· ἴσως γὰρ, ἴσως μελετῶντες πρὸς αὐτοὺς μάχεσθαι, φιλονεικήσομεν βελτίους αὐτῶν γενέσθαι καὶ κατὰ τὸν βίον αὐτόν. Πρώην μὲν ἔλεγον, ὅτι οὐκ ἂν ἐπῆλθε κηρῦξαι τοῖς ἀποστόλοις ἅπερ ἐκήρυξαν, εἰ μὴ θείας ἀπέλαυσαν χάριτος· καὶ ὅτι οὐ μόνον οὐ κατώρθωσαν, ἀλλ' οὐδ' ἂν ἐβουλεύσαντό τι τοιοῦτον· φέρε δὴ 61.63 καὶ σήμερον αὐτὸ τοῦτο ἐπεξέλθωμεν τῷ λόγῳ, καὶ δείξωμεν, ὡς ἀδύνατον ἦν τοῦτο κἂν ἑλέσθαι καὶ ἐννοῆσαι, εἰ μὴ τὸν Χριστὸν εἶχον μεθ' ἑαυτῶν· οὐκ ἐπειδὴ ἀσθενεῖς πρὸς ἰσχυροὺς, οὐκ ἐπειδὴ ὀλίγοι πρὸς πολλοὺς, οὐκ ἐπειδὴ πένητες πρὸς πλουσίους, οὐδὲ ἐπειδὴ ἀμαθεῖς πρὸς σοφοὺς παρετάττοντο, ἀλλ' ἐπειδὴ καὶ τῆς προλήψεως πολλὴ ἦν ἡ ἰσχύς. Ἴστε γὰρ ὡς οὐδὲν οὕτως ἰσχυρὸν παρὰ ἀνθρώποις, ὡς συνηθείας παλαιᾶς τυραννίς. Ὥστε εἰ καὶ μὴ δώδεκα ἦσαν μόνον, μηδὲ οὕτως εὐτελεῖς καὶ τοιοῦτοι, ἀλλ' ἑτέρα οἰκουμένη τοσαύτη, καὶ πλῆθος ἀντίῤῥοπον εἶχον μεθ' ἑαυτῶν τεταγμένον, ἢ καὶ πολλῷ πλείους, καὶ οὕτω δύσκολον ἦν τὸ γινόμενον. Ἐκείνοις μὲν γὰρ ἡ συνήθεια συνέπραττε, τούτοις δὲ ἡ καινοτομία ἠναντιοῦτο. Οὐδὲν γὰρ οὕτω θορυβεῖ ψυχὴν, κἂν ἐπὶ χρησίμῳ τινὶ γίνηται, ὡς καινοτομεῖν τι καὶ ξενίζειν, καὶ μάλιστα ὅταν περὶ λατρείας καὶ περὶ τῆς τοῦ Θεοῦ δόξης τοῦτο γίνηται. Καὶ ὅση τούτου τοῦ πράγματος ἡ ἰσχὺς, ἤδη ποιήσω φανερὸν, πρότερον ἐκεῖνο εἰπὼν, ὅτι καὶ ἑτέρα δυσκολία προσῆν πρὸς Ἰουδαίους. Ἐπὶ μὲν γὰρ τῶν Ἑλλήνων καὶτοὺς θεοὺς καὶ τὰ δόγματα αὐτῶν κατέλυον ἅπαντα, Ἰουδαίοις δὲ οὐχ οὕτω διελέγοντο· ἀλλὰ τῶν μὲν δογμάτων πολλὰ ἔπαυον, τὸν δὲ Θεὸν τὸν νομοθετήσαντα προσκυνεῖν ἐκέλευον· καὶ λέγοντες, ὅτι δεῖ θεραπεύειν τὸν νομοθέτην, ἔλεγον· Μὴ πάντα πείθου τῷ νόμῳ τῷ παρ' ἐκείνου τεθέντι, οἷον ἐν τῷ φυλάττειν τὸ σάββατον ἢ περιτομὴν τηρεῖν ἢ θυσίας προσάγειν ἢ ἄλλο τι τῶν τοιούτων ποιεῖν. Ὥστε οὐ μόνον ἡ θυσία ἐμπόδιον ἦν, ἀλλὰ καὶ τὸ τὸν Θεὸν προσκυνεῖν κελεύοντας, πολλοὺς τῶν ἐκείνου λύειν κελεύειν νόμους. Ἐπὶ δὲ τῶν Ἑλλήνων μεγάλη τῆς συνηθείας ἦν ἡ τυραννίς. ζʹ. Καὶ γὰρ εἰ καὶ δέκα ἐτῶν μόνον, οὐ λέγω χρόνου τοσούτου, καὶ εἰ ἀνθρώπων ὀλίγων, οὐ λέγω τῆς οἰκουμένης ἁπάσης, ὑπὸ συνηθείας προκατειλημμένων ἐπῆλθον οὗτοι, καὶ οὕτω δύσκολος ἦν ἡ μετάστασις· νυνὶ δὲ καὶ σοφισταὶ καὶ ῥήτορες καὶ πατέρες καὶ πάπποι καὶ ἐπίπαπποι, καὶ πολλοὶ τῶν τούτων ἀνωτέρω, τῇ πλάνῃ ἦσαν προκατειλημμένοι, καὶ γῆ καὶ θάλαττα καὶ ὄρη καὶ νάπαι, καὶ βαρβάρων πάντα τὰ γένη καὶ Ἑλλήνων δῆμοι πάντες, καὶ σοφοὶ καὶ ἰδιῶται, καὶ ἄρχοντες καὶ ἀρχόμενοι, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ νέοι καὶ γέροντες, καὶ δεσπόται καὶ οἰκέται, καὶ γηπόνοι καὶ δημιουργοὶ, καὶ οἱ τὰς πόλεις καὶ οἱ τὰς χώρας οἰκοῦντες ἅπαντες. Καὶ εἰκὸς ἦν τοὺς κατηχουμένους λέγειν· Τί ποτε τοῦτό ἐστι; πάντες οἱ τὴν οἰκουμένην οἰκοῦντες ἠπάτηνται, καὶ σοφισταὶ καὶ ῥήτορες, καὶ φιλόσοφοι καὶ συγγραφεῖς, οἵ τε παρόντες οἵ τε πρὸ τούτου γενόμενοι, οἱ περὶ Πυθαγόραν καὶ Πλάτωνα, καὶ στρατηγοὶ καὶ ὕπατοι καὶ βασιλεῖς, καὶ οἱ τῶν πόλεων ἐξ ἀρχῆς πολῖται καὶ οἰκισταὶ, καὶ βάρβαροι καὶ Ἕλληνες; καὶ οἱ δώδεκα ἁλιεῖς καὶ σκηνοποιοὶ καὶ τελῶναι πάντων ἐκείνων εἰσὶ σοφώτεροι; καὶ τίς ἂν ταῦτα ἀνάσχοιτο; Ἀλλ' ὅμως οὐκ εἶπον ταῦτα, οὐκ ἐνενόησαν, ἀλλ' ἠνέσχοντο, καὶ ἔγνωσαν ὅτι πάντων ἦσαν σοφώτεροι· διὸ καὶ πάντων ἐκράτησαν. Καὶ ἵνα μάθῃς πόση τῆς συνηθείας ἐστὶν ἡ ἰσχὺς, τῶν τοῦ Θεοῦ προσταγμάτων πολλάκις ἐκράτησε. Καὶ τί λέγω, προσταγμάτων; αὐτῶν μὲν οὖν τῶν εὐεργεσιῶν. Καὶ γὰρ οἱ Ἰουδαῖοι μάννα ἔχοντες, σκόροδα ἐζήτουν, καὶ ἐλευθερίας ἀπολαύοντες, τῆς δουλείας ἐμέμνηντο, καὶ Αἴγυπτον συνεχῶς ἐπεζήτουν διὰ τὴν συνήθειαν. Οὕτως ἡ συνήθεια τυραννικόν! Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἔξωθεν αὐτὴν μαθεῖν, λέγεται Πλάτων, καίτοι γε ἀκριβῶς εἰδὼς ὅτι πλάνη τις ἦν τὰ περὶ