1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

43

θεῶν, καὶ ταῖς ἑορ 61.64 ταῖς καὶ τοῖς ἄλλοις ἅπασι συγκαταβῆναι, ἅτε οὐ κατισχύων συνηθείᾳ πολεμῆσαι, καὶ ἔργῳ παρὰ τοῦ διδασκάλου τοῦτο μαθών. Καὶ γὰρ οὗτος ὑποπτευθεὶς ἐπὶ καινοτομίᾳ τινὶ τοιαύτῃ, τοσοῦτον ἀπέσχε τοῦ κατορθῶσαι ὅπερ ἐβούλετο, ὅτι καὶ τοῦ ζῇν ἐξέπεσε, καὶ ταῦτα ἀπολογησάμενος. Πόσους δὲ καὶ νῦν ὁρῶμεν ἀνθρώπους ἀπὸ προλήψεως κατεχομένους ἐν ἀσεβείᾳ, καὶ εὔλογον μὲν οὐδὲν ἔχοντας εἰπεῖν, ἐπειδὰν ἐγκαλοῖντο Ἕλληνες ὄντες, πατέρας δὲ καὶ πάππους καὶ ἐπιπάππους προβαλλομένους; ∆ιὰ δὴ τοῦτο καί τινες τῶν ἔξωθεν, δευτέραν φύσιν τὴν συνήθειαν ἐκάλεσαν. Ὅταν δὲ καὶ ἐν δόγμασιν ἡ συνήθεια ᾖ, βεβαιοτέρα γίνεται· πάντα γάρ τις εὐκολώτερον ἀμείψειεν, ἢ τὰ περὶ θρησκείας. Καὶ τὸ αἰσχύνεσθαι δὲ μετὰ τῆς συνηθείας ἱκανὸν ἦν ἐμποδίσαι, καὶ τὸ δοκεῖν ἐν ἐσχάτῳ γήρᾳ μεταμαθεῖν, καὶ παρὰ τῶν ἀσυνετωτέρων. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ ψυχῆς ταῦτα συμβαίνει, ὅπου γε καὶ ἐπὶ σώματος μεγάλην ἔχει τὴν ἰσχὺν ἡ συνήθεια; Ἐπὶ δὲ τῶν ἀποστόλων καὶ ἕτερον ἦν δυνατώτερον τούτων ἐμπόδισμα, τὸ μὴ μόνον συνήθειαν ἀμείβειν οὕτω παλαιὰν καὶ ἀρχαίαν, ἀλλὰ καὶ μετὰ κινδύνων τὴν μετάστασιν ποιεῖσθαι. Οὐ γὰρ ἁπλῶς ἀπὸ συνηθείας εἰς συνήθειαν εἷλκον, ἀλλ' ἀπὸ συνηθείας ἄδειαν ἐχούσης εἰς πράγματα κινδύνους ἀποτελοῦντα. Τὸν γὰρ πιστεύοντα ἔδει εὐθέως δημεύεσθαι, ἐλαύνεσθαι, πατρίδος ἐκπίπτειν, τὰ ἔσχατα πάσχειν δεινὰ, παρὰ πάντων μισεῖσθαι, κοινὸν εἶναι πολέμιον καὶ ἰδίοις καὶ ἀλλοτρίοις. Ὥστε εἰ καὶ ἐπὶ συνήθειαν ἐκάλουν ἀπὸ καινοτομίας, καὶ οὕτω δύσκολον τὸ πρᾶγμα ἦν· ὅπου δὲ ἀπὸ συνηθείας ἐπὶ καινοτομίαν, καὶ ταῦτα προσῆν τὰ δεινὰ, ἐννόησον πόσον ἦν τὸ ἐμπόδισμα. Καὶ τῶν εἰρημένων δὲ πάλιν ἕτερον οὐκ ἔλαττον προσέκειτο τούτοις τὸ ποιοῦν δύσκολον τὴν μετάστασιν. Μετὰ γὰρ τῆς συνηθείας καὶ τῶν κινδύνων, καὶ ταῦτα τὰ ἐπιτάγματα φορτικώτερα ἦν, καὶ ὧν ἀπῆγον, ῥᾴδιά τε καὶ εὔκολα. Ἀπὸ γὰρ πορνείας ἐπὶ σωφροσύνην ἐκάλουν, ἀπὸ μέθης ἐπὶ νηστείαν, ἀπὸ γέλωτος ἐπὶ δάκρυα καὶ κατάνυξιν, ἀπὸ πλεονεξίας ἐπὶ ἀκτημοσύνην, ἀπὸ φιλοζωΐας ἐπὶ θανάτους, ἀπὸ ἀδείας ἐπὶ κινδύνους· καὶ τὴν ἐσχάτην διὰ πάντων ἀπῄτουν ἀκρίβειαν· Αἰσχρότης γὰρ, φησὶ, καὶ μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Καὶ ταῦτα ἔλεγον τοῖς οὐδὲν ἄλλο εἰδόσιν, ἢ μεθύειν καὶ γαστρίζεσθαι, τοῖς ἑορτὰς ἐπιτελοῦσιν οὐδαμόθεν ἄλλοθεν συνεστώσας ἢ ἀπὸ αἰσχρότητος καὶ γέλωτος καὶ κωμῳδίας ἁπάσης. Ὥστε οὐ τῷ φιλοσοφία εἶναι τὰ πράγματα, φορτικὰ ἦν τὰ λεγόμενα μόνον, ἀλλὰ καὶ τῷ ἀνθρώποις λέγεσθαι ἐν ἀδείᾳ τραφεῖσι καὶ αἰσχρότητι καὶ μωρολογίᾳ καὶ γέλωτι καὶ κώμοις. Τίς γὰρ τῶν ἐν ἐκείνοις βεβιωκότων ἀκούων, ὅτι Ἐὰν μή τις ἄρῃ ἑαυτοῦ τὸν σταυρὸν, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος· καὶ, ὅτι Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν, καὶ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, οὐκ ἂν ἐνάρκησε; Τίς δὲ ἀκούων, ὅτι Ἐὰν μή τις ἀποτάξηται καὶ οἰκίᾳ καὶ πατρίδι καὶ χρήμασιν, οὐκ ἔστι μου ἄξιος, οὐκ ἂν ὤκνησεν, οὐκ ἂν ἀπηγόρευσεν; Ἀλλ' ὅμως οὐ μόνον οὐκ ἐνάρκων, οὐδὲ ἀνεδύοντο ταῦτα ἀκούοντες, ἀλλὰ προσέτρεχον καὶ ἐπεπήδων τοῖς δεινοῖς, καὶ ἥρπαζον τὰ ἐπιττατόμενα. Τὸ δὲ ἀκούειν, ὅτι Παντὸς ῥήματος ἀργοῦ δώσομεν εὐθύνας· καὶ, Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυ 61.65 μῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ὀφθεῖσαν· καὶ, Ὁ ὀργισθεὶς εἰκῆ, εἰς γέενναν πεσεῖται, τίνα οὐκ ἂν τῶν τότε ἀπεσόβησεν; Ἀλλ' ὅμως πάντες ἐπέδραμον, καὶ πολλοὶ καὶ ὑπὲρ τὰ σκάμματα ἥλλοντο. Τί οὖν αὐτοὺς ἐπήγετο; οὐκ εὔδηλον ὅτι ἡ δύναμις τοῦ κηρυττομένου; Εἰ γὰρ μὴ τοῦτο ἦν, τοὐναντίον δὲ ἦν, ἐκεῖνοι μὲν οὗτοι, οὗτοι δὲ ἦσαν ἐκεῖνοι, ἆρ' ἂν εὔκολον ἦν ἔχειν καὶ ἑλκῦσαι τοὺς ἐναντιουμένους; Οὐκ ἔστιν εἰπεῖν. ηʹ. Ὥστε διὰ πάντων δείκνυται θεία δύναμις οὖσα ἡ κατορθώσασα. Ἐπεὶ πόθεν ἔπεισαν, εἰπέ μοι, τοὺς χαύνους καὶ τοὺς διαῤῥέοντας, ἐπὶ τὸν σκληρὸν καὶ τραχὺν φέροντες βίον; Ἀλλὰ τὰ μὲν παραγγέλματα τοιαῦτα· ἴδωμεν δὲ μήποτε τὸ δόγμα ἐπαγωγὸν ἦν. Καὶ μὴν καὶ τοῦτο ἱκανὸν ἦν τοὺς