1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

45

οὐχὶ ἀνοίας, ἀλλὰ τῆς μεγίστης ἐστὶ φιλοσοφίας. θʹ. Αὐτὸ οὖν τοῦτο, εἰπέ μοι, τὸ καταφρονεῖν τῶν παρόντων, τὸ μέγα νομίζειν ἀρετὴν, τὸ μὴ τὰ ἆθλα ἐνταῦθα ζητεῖν, ἀλλὰ περαιτέρω προϊέναι ταῖς ἐλπίσι, καὶ ψυχὴν οὕτως εὔτονον ἔχειν καὶ πιστὴν, ὡς μηδενὶ τῶν παρόντων δεινῶν πρὸς τὰς μελλούσας παρεμποδίζεσθαι ἐλπίδας, πόσης ἂν εἴη φιλοσοφίας; Ἀλλὰ βούλει καὶ αὐτῶν τῶν ἐπαγγελιῶν καὶ τῶν προῤῥήσεων μαθεῖν τὴν δύναμιν, καὶ τὴν ἀλήθειαν τῶν πρὸ τούτων, τῶν μετὰ ταῦτα; Θέα μοι σειρὰν χρυσῆν πλεκομένην ποικίλως ἐξ ἀρχῆς. Εἶπέ τινα αὐτοῖς περὶ ἑαυτοῦ καὶ περὶ τῶν Ἐκκλησιῶν καὶ περὶ τῶν μελλόντων πραγμάτων, καὶ λέγων ἐθαυματούργει. Οὐκοῦν ἀπὸ τῆς ἐκβάσεως τῶν εἰρημένων δῆλον ὅτι καὶ τὰ θαύματα ἀληθῆ, καὶ τὰ μέλλοντα ἐπηγγελμένα. Ἵνα δὲ καὶ σαφέστερον γένηται τὸ λεγόμενον, ἐπ' αὐτῶν αὐτὸ ποιήσω τῶν πραγμάτων φανερόν. Ἀνέστησε τὸν Λάζαρον ῥήματι μόνῳ ψιλῷ, καὶ ζῶντα ἔδειξεν· εἶπε πάλιν, ὅτι Πύλαι ᾅδου οὐ κατισχύσουσι τῆς Ἐκκλησίας· καὶ, ὅτι Ὁ καταλιπὼν πατέρα ἢ μητέρα ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Οὐκοῦν τὸ μὲν θαῦμα ἓν, τὸ τοῦ Λαζάρου· αἱ δὲ προῤῥήσεις δύο, ἡ μὲν ἐνταῦθα δεικνυμένη, ἡ δὲ ἐν τῷ μέλλοντι. Σκόπει τοίνυν πῶς ἅπαντα δι' ἀλλήλων κατασκευάζεται. Εἰ μὲν γάρ τις ἀπιστοίη, ὅτι Λάζαρος ἀνέστη, ἀπὸ τῆς προῤῥήσεως τῆς περὶ 61.67 τῆς Ἐκκλησίας εἰρημένης πιστευέτω τῷ θαύματι· τὸ γὰρ πρὸ τοσούτων λεχθὲν χρόνων τότε ἐξέβη καὶ τέλος ἔλαβε· πύλαι γὰρ ᾅδου τῆς Ἐκκλησίας οὐ κατίσχυσαν. Ὁ τοίνυν ἀληθεύσας ἐν τῇ προῤῥήσει, εὔδηλον ὅτι καὶ τὸ θαῦμα εἰργάσατο· ὁ δὲ καὶ τὸ θαῦμα ἐργασάμενος, καὶ ἅπερ εἶπεν εἰς τέλος ἀγαγὼν, εὔδηλον ὅτι καὶ ἐν τῇ προῤῥήσει τῇ περὶ τῶν μελλόντων ἀληθεύει, λέγων, ὅτι Ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει ὁ τῶν παρόντων ὑπεριδών. Τὰ γὰρ ἤδη γεγενημένα καὶ εἰρημένα, ἐνέχυρα μέγιστα τῶν μελλόντων ἐκβήσεσθαι δέδωκε. Ταῦτα τοίνυν ἅπαντα καὶ τὰ τούτοις ἐοικότα ἀπὸ τῶν Εὐαγγελίων συναγαγόντες, λέγωμεν πρὸς αὐτοὺς, καὶ ἐπιστομίζωμεν αὐτούς. Εἰ δὲ λέγοι τις, Πῶς οὖν οὐκ ἐσβέσθη τέλεον ἡ πλάνη; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι Ὑμεῖς αἴτιοι, οἱ πρὸς τὴν ἑαυτῶν στασιάζοντες σωτηρίαν· ἐπεὶ ὁ Θεὸς τὰ πράγματα οὕτως ᾠκονόμησεν, ὡς μηδὲ λείψανον ὑπολειφθῆναι τῆς ἀσεβείας. Ἀναλογισώμεθα τοίνυν τὰ εἰρημένα διὰ βραχέων. Ποίαν ἔχει φύσιν τὰ πράγματα; τοὺς ἀσθενεῖς ὑπὸ τῶν δυνατῶν ἡττᾶσθαι, ἢ τοὐναντίον; τοὺς τὰ εὔκολα λέγοντας, ἢ τοὺς τὰ χαλεπώτερα; τοὺς μετὰ κινδύνων ἕλκοντας, ἢ τοὺς μετὰ ἀδείας; τοὺς καινοτομοῦντας, ἢ τοὺς τὴν συνήθειαν κρατύνοντας; τοὺς ἐπὶ τραχεῖαν, ἢ τοὺς ἐπὶ τὴν ῥᾳδίαν ἄγοντας ὁδόν; τοὺς τῶν πατρῴων ἀφιστῶντας, ἢ τοὺς οὐ ξένα νομοθετοῦντας; τοὺς μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν πάντα ὑπισχνουμένους τὰ χρηστὰ, ἢ τοὺς ἐν τῷ παρόντι κολακεύοντας βίῳ; τοὺς πολλοὺς ὑπὸ τῶν ὀλίγων, ἢ τοὺς ὀλίγους ὑπὸ τῶν πολλῶν; Ἀλλὰ 61.68 καὶ ὑμεῖς ἐνταῦθα, φησὶν, ὑπέσχεσθε. Τί δὲ ἐνταῦθα ὑπεσχόμεθα; Ἁμαρτημάτων ἄφεσιν καὶ λουτρὸν παλιγγενεσίας. Μάλιστα μὲν καὶ τὸ βάπτισμα ἐν τοῖς μέλλουσιν ἔχει τὸ πλέον. Καὶ βοᾷ Παῦλος λέγων· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ἡ ζωὴ ὑμῶν φανερωθῇ, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Εἰ δὲ καὶ ἐνταῦθα ἔχει ἀγαθὰ, ὥσπερ οὖν καὶ ἔχει, καὶ τοῦτο μάλιστα πολλοῦ θαύματος, ὅτι ἴσχυσαν πεῖσαι τοὺς τὰ μυρία ἐργασαμένους δεινὰ, καὶ ὅσα μηδεὶς ἕτερος, ὅτι πάντα ἀπολούσονται, καὶ οὐδενὸς δώσουσι λόγον τῶν πεπλημμελημένων. Ὥστε καὶ διὰ τοῦτο αὐτὸ μάλιστα θαυμάζειν ἐχρῆν, ὅτι ἀνθρώπους βαρβάρους τοιαύτην ἔπεισαν καταδέξασθαι πίστιν, καὶ χρηστὰς περὶ τῶν μελλόντων ἔχειν ἐλπίδας, καὶ τὸ πρότερον τῶν ἁμαρτημάτων φορτίον ἀπεσκευασμένους μετὰ πολλῆς τῆς προθυμίας εἰς τὸ ἐπιὸν τῶν ὑπὲρ τῆς ἀρετῆς ἅπτεσθαι πόνων, καὶ πρὸς αἰσθητὸν μὲν μηδὲν κεχηνέναι, πάντων δὲ ἀνωτέρους τῶν σωματικῶν γεγενημένους νοερὰς δέξασθαι δωρεὰς, καὶ τὸν Πέρσην