1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

48

φιλάνθρωπος, μένει πλανώμενος; ἐκεῖνο ἂν εἴποιμι· ὅτι ἕτερον ἔχει πάθος, κενοδοξίαν ἢ νωθείαν ψυχῆς, ἢ τὸ μὴ μεριμνᾷν περὶ τῆς οἰκείας σωτηρίας, ἀλλ' ἁπλῶς καὶ εἰκῆ τὰ κατ' αὐτὸν φέρεσθαι νομίζειν. Ὁ δὲ Παῦλος τὸν ἐργαζόμενον δικαιοσύνην, τὸν ἐν πᾶσιν ἄληπτόν φησι, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενον· καὶ, Χάριν ἔχω τῷ Θεῷ ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει. Πῶς οὖν, φησὶν, ἀκάθαρτοι κατηξιώθησαν τοῦ κηρύγματος; Ἐπειδὴ ἠθέλησαν καὶ ἐπεθύμησαν. Τοὺς μὲν γὰρ καὶ πεπλανημένους ἕλκει, ἐπειδὰν παθῶν καθαρεύωσι· τοὺς δὲ ἀφ' ἑαυτῶν προσιόντας οὐ διωθεῖται· πολλοὶ δὲ καὶ ἀπὸ προγόνων ἐδέξαντο τὴν εὐσέβειαν. Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις. Λοιπὸν πρὸς τοὺς ἀρχομένους ἀποδύεται. Ἐν μὲν γὰρ τοῖς ἔμπροσθεν τοὺς ἄρχοντας κατέβαλεν, εἰπὼν, ὅτι οὐδενὸς ἀξία ἡ σοφία τοῦ λόγου· ἐνταῦθα δὲ τοὺς ἀρχομένους πλήττει, λέγων· Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, οὐχὶ σαρκικοί ἐστε; καὶ δείκνυσιν ὅτι τοῦτο οὐ μόνον αὐτοὺς οὐδὲν ὤνησεν, οὐδὲ προσλαβεῖν τι πεποίηκεν, ἀλλὰ καὶ πρὸς τὴν τῶν μειζόνων ὠφέλειαν ἐνεπόδισε. Τοῦτο γὰρ ζῆλον ἔτεκεν· ὁ δὲ ζῆλος σαρκικοὺς ἐποίησε· τὸ δὲ γενέσθαι σαρκικοὺς, οὐκ ἀφῆκεν ἀκοῦσαι τῶν ὑψηλοτέρων. Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς; Μετὰ γὰρ τὴν τῶν πραγμάτων κατασκευὴν καὶ ἀπόδειξιν, γυμνότερον λοιπὸν κέχρηται τῇ κατηγορίᾳ· καὶ τὸ αὐτοῦ ὄνομα τίθησι, πᾶσαν περιαιρῶν τραχύτητα, καὶ οὐκ ἀφεὶς ὀργισθῆναι πρὸς τὰ λεγόμενα. Εἰ γὰρ Παῦλος οὐδέν ἐστι καὶ οὐκ ἀγανακτεῖ, πολλῷ μᾶλλον ἐκείνους δυσχεραίνειν οὐκ ἐχρῆν. ∆ιπλῇ τοίνυν αὐτοὺς παραμυθεῖται, τῷ τε ἑαυτὸν ὑποθεῖναι, καὶ τῷ μὴ παντὸς αὐτοὺς ἀποστερῆσαι ὡς οὐδὲν συντελοῦντας· ἀλλὰ δίδωσι μὲν αὐτοῖς τι μικρὸν, δίδωσι δὲ ὅμως. Εἰπὼν γὰρ, Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς; ἐπήγαγεν· ἀλλ' ἢ διάκονοι δι' ὧν ἐπιστεύσατε; Τοῦτο δὲ αὐτὸ μὲν καθ' ἑαυτὸ μέγα καὶ πολλῶν ἄξιον μισθῶν, πρὸς δὲ τὸ ἀρχέτυπον καὶ τὴν ῥίζαν τῶν ἀγαθῶν οὐ 61.71 δέν. Οὐ γὰρ ὁ διακονούμενος τοῖς ἀγαθοῖς, ἀλλ' ὁ παρέχων αὐτὰ καὶ διδοὺς, οὗτός ἐστιν ὁ εὐεργέτης. Καὶ οὐκ εἶπεν, Εὐαγγελισταὶ, ἀλλ', Ἢ διάκονοι· ὅπερ πλέον ἐστίν. Οὐ γὰρ ἁπλῶς εὐηγγελίσαντο, ἀλλὰ καὶ διηκόνησαν ἡμῖν· τὸ μὲν γὰρ λόγου μόνον ἐστὶ, τὸ δὲ καὶ ἔργον ἔχει. Ὥστε εἰ καὶ ὁ Χριστὸς διάκονος μόνον ἐστὶν ἀγαθῶν, καὶ οὐχ ἡ ῥίζα αὐτὸς καὶ πηγὴ, ὡς Υἱὸς μέντοι, ὅρα ποῦ τοῦτο τὸ πρᾶγμα κατάγεται. γʹ. Πῶς οὖν, φησὶ, λέγει αὐτὸν διάκονον γεγενῆσθαι περιτομῆς; Περὶ τῆς κατὰ σάρκα οἰκονομίας ἐκεῖ λέγων, καὶ οὐδὲ τούτῳ τῷ τρόπῳ, ᾧ νῦν εἰρήκαμεν· ἐκεῖ μὲν γὰρ διάκονον τὸν πληρωτήν φησιν, οὐχὶ τὸν οἴκοθεν παρασχόμενον τὰ ἀγαθά. Καὶ οὐκ εἶπεν, Οἱ προσαγόμενοι ὑμᾶς εἰς τὴν πίστιν, ἀλλὰ, ∆ι' ὧν ἐπιστεύσατε· πάλιν ἐκείνοις τὸ πλέον διδοὺς, καὶ τοὺς διακόνους κἀντεῦθεν δηλῶν. Εἰ τοίνυν ἑτέρῳ διηκονοῦντο, πῶς οὗτοι τὴν ἀξίαν ἁρπάζουσι; Σὺ δέ μοι σκόπει, πῶς οὐδαμῶς αὐτοῖς ἐγκαλεῖ ὡς ἁρπάζουσιν, ἀλλὰ τοῖς παρέχουσιν· ἡ γὰρ ὑπόθεσις τοῦ σφάλματος ἐν τῷ πλήθει ἦν· καὶ γὰρ ἐκεῖνοι εἰ ἀπέστησαν, οὗτοι διελύοντο. ∆ύο τοίνυν κατεσκεύασε σοφῶς, ὅθεν τε ἔδει καθελεῖν τὸ ἁμάρτημα, ἐκεῖθεν ὑπορύξας, καὶ πρὸς ἐκείνους ἀπέχθειαν μὴ κτησάμενος, μηδὲ φιλονεικοτέρους ποιήσας. Καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν. Οὐδὲ γὰρ αὐτὸ τοῦτο τὸ μικρὸν παρ' ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Θεοῦ τοῦ ἐγχειρίζοντος. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν; τοὺς διακονουμένους ἡμῖν οὐ στέρξομεν; Ναὶ, φησὶν, ἀλλ' εἰδέναι χρὴ μέχρι τίνος· οὐδὲ γὰρ τοῦτο αὐτὸ παρ' αὐτῶν, ἀλλὰ παρὰ τοῦ δόντος Θεοῦ. Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανε. Τουτέστι, Πρῶτος κατέβαλον τὸν λόγον· ὥστε δὲ μὴ ξηρανθῆναι τοῖς πειρασμοῖς τὰ σπέρματα, Ἀπολλὼς τὰ παρ' ἑαυτοῦ προσέθηκε· τὸ δὲ πᾶν, τοῦ Θεοῦ γέγονεν. Ὥστε οὔτε ὁ φυτεύων ἔστι τι, οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων Θεός. Ὁρᾷς πῶς αὐτοὺς παραμυθεῖται, ὥστε μὴ τραχυτέρους γενέσθαι τῷ ἀκοῦσαι· Τίς ἐστιν ὁ δεῖνα, καὶ τίς ὁ δεῖνα; ἀμφότερα γὰρ φορτικὰ, καὶ τὸ εἰπεῖν, Τίς ἐστιν ὁ δεῖνα, καὶ τίς ἐστιν ὁ δεῖνα; καὶ τὸ εἰπεῖν, Οὔτε ὁ