1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

52

μικρὸν ἡμῖν τοῦτο τὸ προκείμενον ζήτημα, ἀλλὰ καὶ περὶ τῶν σφόδρα ἀναγκαίων, καὶ ὧν ἅπαντες ζητοῦσιν ἄνθρωποι, εἰ τέλος ἔχει τὸ τῆς γεέννης πῦρ. Ὅτι μὲν γὰρ οὐκ ἔχει, ὁ Χριστὸς ἀπεφήνατο λέγων· Τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει. Καὶ οἶδα μὲν, ὅτι ναρκᾶτε ταῦτα ἀκούοντες· ἀλλὰ τί πάθω; καὶ γὰρ ὁ Θεὸς κελεύει ταῦτα συνεχῶς ἐνηχεῖν, λέγων· ∆ιάστειλαι τῷ λαῷ τούτῳ· καὶ ἡμεῖς εἰς διακονίαν λόγου τετάγμεθα, καὶ ἀνάγκη φορτικὸν εἶναι τοῖς ἀκροαταῖς, οὐχ ἑκόντα, ἀλλ' ἀναγκαζόμενον. Μᾶλλον δὲ, εἰ βούλεσθε, οὐκ ἐσόμεθα φορτικοί· Ἂν γὰρ, φησὶ, ποιῇς τὸ ἀγαθὸν, μὴ φοβοῦ. Ὥστε ἔξεστιν ὑμῖν μὴ μόνον μὴ μετὰ ἀπεχθείας, ἀλλὰ καὶ μετὰ ἡδονῆς ἡμῶν ἀκούειν. Ὅτι μὲν οὖν οὐκ ἔχει τέλος, καὶ ὁ Χριστὸς ἀπεφήνατο· καὶ ὁ Παῦλος δέ φησι, δεικνὺς ἀθάνατον τὴν κόλασιν, ὅτι οἱ ἁμαρτάνοντες δίκην τίσουσι ὄλεθρον αἰώνιον· καὶ πάλιν, Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κληρονομήσουσι· καὶ Ἑβραίοις δὲ ἔλεγεν· Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ὁ Χριστὸς δὲ τοῖς εἰρηκόσιν, Ἐν τῷ ὀνόματί σου δυνάμεις πολλὰς ἐποιήσαμεν, φησί· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· οὐκ οἶδα ὑμᾶς. Καὶ αἱ παρθένοι δὲ ἀποκλεισθεῖσαι, οὐκ ἔτι εἰσῆλθον· καὶ περὶ τῶν μὴ θρεψάντων δὲ αὐτὸν φησὶν, ὅτι Ἀπελεύσονται εἰς κόλασιν αἰώνιον. Καὶ μή μοι λέγε· Ποῦ ὁ τοῦ δικαίου διαφυλάττεται λόγος, εἰ μὴ ἔχει τέλος ἡ κόλασις; Ὅταν γὰρ ὁ Θεὸς ἐργάζηταί τι, πείθου ταῖς ἀποφάσεσι, καὶ μὴ ὑπόβαλλε λογισμοῖς ἀνθρωπίνοις τὰ λεγόμενα. Ἄλλως δὲ πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ βελτίω γενόμενον, κολάζεσθαι; Εἰ γὰρ τὸ δίκαιον ἐξετάζεις, ἐξ ἀρχῆς ἡμᾶς εὐθέως ἐχρῆν ἀπολέσθαι, κατὰ τὸν τοῦ δικαίου 61.76 λόγον· μᾶλλον δὲ οὐδὲ τότε κατὰ τὸν τοῦ δικαίου λόγον μόνον. Καὶ γὰρ καὶ φιλανθρωπίαν εἶχεν, εἰ καὶ τοῦτο ἐπάθομεν τὸ γινόμενον. Ὅταν μὲν γάρ τις τὸν μηδὲν ἠδικηκότα ὑβρίζῃ, κατὰ τὸν τοῦ δικαίου λόγον δίδωσι δίκην· ὅταν δέ τις τὸν εὐεργέτην, τὸν οὐδὲν προπαθόντα μὲν, εὖ ποιήσαντα δὲ μυρία, καὶ μόνον τοῦ εἶναι γενόμενον αἴτιον, καὶ Θεὸν ὄντα, καὶ ψυχὴν ἐμπνεύσαντα, καὶ μυρία χαρισάμενον, καὶ εἰς οὐρανὸν βουληθέντα ἀναγαγεῖν, εἰ τοῦτον μετὰ τοσαύτας εὐεργεσίας μὴ μόνον ὑβρίζει, ἀλλὰ καὶ καθ' ἡμέραν ὑβρίζει δι' ὧν ποιεῖ, ποίας ἄξιος ἔσται συγγνώμης; Οὐχ ὁρᾷς πῶς τὸν Ἀδὰμ ἐκόλασε διὰ μίαν ἁμαρτίαν; Ναὶ, φησὶ, παράδεισον παρέδωκεν ἐκείνῳ, καὶ πολλῆς εὐνοίας ἀπολαῦσαι ἐποίησε. Καίτοι γε οὐκ ἔστιν ἴσον, ἀδείας ἀπολαύοντα ἁμαρτάνειν, καὶ ἐν θλίψει καθεστῶτα πολλῇ. Καὶ γὰρ τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι οὐδὲ ἐν παραδείσῳ ὢν ἁμαρτάνεις, ἀλλ' ἐν τοῖς μυρίοις τοῦ παρόντος βίου κακοῖς, καὶ οὐδὲ τῇ ταλαιπωρίᾳ σωφρονέστερος γίνῃ· ὥσπερ ἂν εἴ τις δεδεμένος χρῷτο τῇ πονηρίᾳ. Σοὶ δὲ καὶ παραδείσου μείζονα ἐπηγγείλατο· καὶ οὔτε ἔδωκεν ἤδη, ἵνα μή σε διαχέῃ ἐν τῷ καιρῷ τῶν ἀγώνων, οὔτε ἐσίγησεν, ἵνα μή σε καταβάλ[λ]ῃ τοῖς πόνοις. Κἀκεῖνος μὲν μίαν ἁμαρτίαν ἁμαρτὼν, θάνατον ὁλόκληρον ἐπεσπάσατο, ἡμεῖς δὲ μυρία καθ' ἑκάστην ἡμέραν πλημμελοῦμεν. Εἰ δὲ μίαν ἐργασάμενος ἐκεῖνος τοσοῦτον ἐπεσπάσατο κακὸν, καὶ θάνατον εἰσήνεγκεν· οἱ διηνεκῶς ἐν ἁμαρτήμασι ζῶντες, τί οὐ πεισόμεθα, οἱ ἀντὶ παραδείσου τὸν οὐρανὸν προσδοκῶντες; Φορτικὸς ὁ λόγος, καὶ λυπεῖ τὸν ἀκροατήν· καὶ ἐξ ὧν αὐτὸς πάσχω, τοῦτο οἶδα· καὶ γὰρ ἡ καρδία μου ταράττεται καὶ πάλλει· καὶ ὅσῳ ἂν ἴδω κατασκευαζόμενον τὸν τῆς γεέννης λόγον, τοσούτῳ μᾶλλον τρέμω καὶ ἀναδύομαι τῷ δέει. Ἀλλ' ἀνάγκη ταῦτα λέγειν, ἵνα μὴ περιπέσωμεν τῇ γεέννῃ. Οὐκ ἔλαβες σὺ παράδεισον οὐδὲ ξύλα καὶ φυτὰ, ἀλλ' οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά. Εἰ δὲ ὁ ἐλάττω λαβὼν κατεδικάσθη, καὶ οὐδεὶς αὐτὸν ἐξείλετο λόγος, πολλῷ μᾶλλον ἡμεῖς οἱ πλείονα ἁμαρτάνοντες καὶ ἐπὶ μείζοσι κεκλημένοι, τὰ ἀνήκεστα ὑπομενοῦμεν. Ἐννόησον γοῦν πόσον χρόνον ἐν τῷ θανάτῳ μένει διὰ μίαν ἁμαρτίαν τὸ γένος τὸ ἡμέτερον. Πεντακισχίλια ἔτη καὶ πλείω παρῆλθε, καὶ ὁ θάνατος οὐδέπω