1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

53

λέλυται διὰ μίαν ἁμαρτίαν. Καὶ οὐδὲ ἔχομεν εἰπεῖν, ὅτι προφητῶν ἤκουσεν ὁ Ἀδὰμ, οὐδὲ ὅτι ἐπὶ ἁμαρτήμασιν ἑτέρους κολαζομένους εἶδε, καὶ φοβηθῆναι ἐντεῦθεν αὐτὸν εἰκὸς ἦν, καὶ αὐτῷ τῷ παραδείγματι σωφρονισθῆναι· πρῶτος γὰρ ἦν τότε καὶ μόνος, ἀλλ' ὅμως ἐτιμωρεῖτο. Σὺ δὲ οὐδὲν ἂν ἔχοις τούτων προβαλέσθαι, ὁ μετὰ τοσαῦτα παραδείγματα 61.77 γενόμενος χείρων, ὁ τοσούτου καταξιωθεὶς Πνεύματος, καὶ οὐ μίαν οὐδὲ δύο καὶ τρεῖς, ἀλλὰ μυρίας ἐφελκόμενος ἁμαρτίας. Μὴ γὰρ, ὅτι ἐν ῥοπῇ βραχείᾳ τὰ ἁμαρτήματα γίνεται, τοῦτο σκόπει, καὶ διὰ τοῦτο καὶ τὴν κόλασιν ῥοπῆς εἶναι νόμιζε. Οὐχ ὁρᾷς τοὺς ἀνθρώπους, οἳ πολλάκις ὑπὲρ μιᾶς κλοπῆς καὶ μιᾶς μοιχείας ἐν μικρᾷ ῥοπῇ γινομένης ἐν δεσμωτηρίοις καὶ μετάλλοις ὁλόκληρον αὐτῶν τὸν βίον ἀνάλωσαν, λιμῷ διηνεκεῖ καὶ μυρίοις παλαίοντες θανάτοις; καὶ οὐδεὶς αὐτοὺς ἐξείλετο οὐδὲ εἶπεν, ὅτι ἐπειδὴ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ ἁμάρτημα γέγονε, δεῖ καὶ τὴν κόλασιν ἀντίῤῥοπον τῇ ἁμαρτίᾳ καὶ τὸν χρόνον ἔχειν. βʹ. Ἀλλ' ἄνθρωποι, φησὶν, εἰσὶν, οἱ ταῦτα ποιοῦντες, ὁ δὲ Θεὸς φιλάνθρωπός ἐστι. Πρῶτον μὲν οὖν οὐδὲ ἄνθρωποι ὠμότητι ταῦτα πράττουσιν, ἀλλὰ φιλανθρωπίᾳ· καὶ ὁ Θεὸς δὲ, ὥσπερ ἐστὶ φιλάνθρωπος, οὕτω καὶ ἐπεξέρχεται· κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ πολὺς καὶ ὁ ἔλεγχος αὐτοῦ. Ὅταν οὖν εἴπῃς φιλάνθρωπον τὸν Θεὸν, τότε μείζονά μοι λέγεις τῆς κολάσεως τὴν ἀφορμὴν, ὅτι εἰς τοιοῦτον ἁμαρτάνομεν. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ἀνάσχεσθε, παρακαλῶ, τῆς πυρᾶς τῶν ῥημάτων· ἴσως γὰρ, ἴσως ἔσται τις ὑμῖν ἐντεῦθεν παραμυθία. Τίς ἀνθρώπων δύναται κολάσαι οὕτως, ὡς ἐκόλασεν ὁ Θεὸς, κατακλυσμὸν ποιήσας καὶ πανωλεθρίαν τοσούτου γένους, καὶ μετὰ μικρὸν πάλιν πῦρ ἄνωθεν βρέξας, καὶ πάντας ἄρδην ἀφανίσας; ποία ἀνθρώπων τιμωρία δύναται εἶναι τοιαύτη; Οὐχ ὁρᾷς ἀθάνατον σχεδὸν καὶ τὴν ἐντεῦθεν κόλασιν οὖσαν; Τετρακισχίλια ἔτη παρῆλθε, καὶ ἡ τιμωρία μένει τῶν Σοδομιτῶν ἀκμάζουσα. Ὥσπερ γὰρ ἡ φιλανθρωπία αὐτοῦ μεγάλη, οὕτω καὶ ἡ κόλασις. Καὶ γὰρ εἰ μὲν φορτικά τινα ἐπέταξε καὶ ἀδύνατα, ἴσως ἄν τις εἶχε τὴν δυσκολίαν προβαλέσθαι τῶν νόμων· εἰ δὲ σφόδρα ῥᾷστα, τί ἂν ἔχοιμεν εἰπεῖν μηδὲ τούτων ποιούμενοι λόγον; Νηστεῦσαι οὐ δύνασαι, οὐδὲ παρθενίαν ἀσκῆσαι; Καίτοι γε δύνασαι, ἐὰν θέλῃς, καὶ κατηγοροῦσιν ἡμῶν οἱ δυνηθέντες· ἀλλ' ὅμως οὐκ ἐχρήσατο ταύτῃ πρὸς ἡμᾶς ὁ Θεὸς τῇ ἀκριβείᾳ, οὐδὲ ἐπέταξε ταῦτα οὐδὲ ἐνομοθέτησεν, ἀλλ' ἀφῆκεν εἶναι τὴν αἵρεσιν ἐν τῇ γνώμῃ τῶν ἀκουόντων· σωφρονεῖν δὲ ἐν γάμῳ δύνασαι, καὶ μὴ μεθύειν δύνασαι. Χρήματα κενῶσαι οὐ δύνασαι πάντα; Καίτοι γε δύνασαι, καὶ δηλοῦσιν οἱ ἐργασάμενοι· ἀλλ' ὅμως οὐδὲ τοῦτο ἐπέταξεν, ἀλλὰ μὴ ἁρπάζειν ἐκέλευσε, καὶ ἐκ τῶν ὄντων τοῖς δεομένοις ἐπικουρεῖν. Εἰ δὲ λέγοι τις, ὅτι Οὐδὲ τῇ γυναικὶ μόνον ἀρκεσθῆναι δύναμαι, ἀπατᾷ ἑαυτὸν καὶ παραλογίζεται· καὶ κατηγοροῦσιν οἱ χωρὶς γυναικὸς σωφρονοῦντες. Τί δὲ, εἰπέ μοι, μὴ λοιδορεῖσθαι οὐ δύνασαι; μὴ καταρᾶσθαι οὐ δύνασαι; Καὶ μὴν τὸ ταῦτα ποιεῖν φορτικὸν, οὐ τὸ μὴ ποιεῖν. Ποίαν οὖν ἔχομεν ἀπολογίαν, τὰ οὕτω κοῦφα καὶ εὔκολα μὴ φυλάττοντες; Οὐκ ἔστιν εἰπεῖν οὐδεμίαν. Ὅτι μὲν οὖν ἀθάνατος ἡ κόλασις, ἐκ τῶν εἰρημένων ἁπάντων δῆλον· ἐπειδὴ δὲ δοκεῖ τισι τὸ τοῦ Παύλου ῥῆμα ἀντιπίπτειν, φέρε καὶ αὐτὸ καταμάθωμεν ἀγαγόντες εἰς μέσον. Εἰπὼν γὰρ, Εἴ τινος τὸ ἔργον μένει, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· καὶ 61.78 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, ἐπήγαγεν· Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. Τί οὖν ἂν εἴποιμεν πρὸς τοῦτο· Σκοπήσωμεν πρότερον τίς ἐστιν ὁ θεμέλιος, καὶ τίς ὁ χρυσὸς, καὶ τίνες οἱ λίθοι οἱ τίμιοι, καὶ τίς ὁ χόρτος, καὶ τίς ἡ καλάμη. Τὸν μὲν οὖν θεμέλιον φανερῶς αὐτὸς ἐδήλωσεν ὄντα τὸν Χριστὸν εἰπών· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, φησὶν, ὅς ἐστι Χριστὸς Ἰησοῦς. Ἡ δὲ οἰκοδομὴ πράξεις ἐμοὶ δοκοῦσιν εἶναι. Καίτοι γέ τινές φασιν, ὅτι καὶ αὐτὸ τοῦτο περὶ διδασκάλων εἴρηται καὶ μαθητῶν, καὶ περὶ αἱρέσεων διεφθαρμένων· ἀλλ' ὁ λόγος οὐ παραδέχεται. Εἰ γὰρ τοῦτό ἐστι, πῶς τὸ μὲν ἔργον