1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

54

ἀπόλλυται, ὁ δὲ οἰκοδομῶν σωθήσεται κἂν διὰ πυρός; τὸν γὰρ αἴτιον μᾶλλον ἀπόλλυσθαι ἐχρῆν; νυνὶ δὲ εὑρεθήσεται πλείονα δίκην διδοὺς ὁ οἰκοδομηθείς. Εἰ μὲν γὰρ ὁ διδάσκαλος αἴτιος γέγονε τῆς κακίας, πλείονα ἄξιος δοῦναι δίκην· πῶς οὖν σωθήσεται; εἰ δ' οὐκ αἴτιος, ἀλλὰ παρὰ τὴν οἰκείαν δυστροπίαν οἱ μαθηταὶ τοιοῦτοι γεγόνασιν, οὐδ' ὅλως ἄξιος δοῦναι δίκην, ἀλλ' οὐδὲ ζημίαν ὑποστῆναι ὁ καλῶς οἰκοδομήσας. Πῶς οὖν φησι, Ζημιωθήσεται; Ὅθεν δῆλον ὅτι περὶ πράξεων ὁ λόγος. Ἐπειδὴ γὰρ μέλλει λοιπὸν πρὸς τὸν πεπορνευκότα ἀποτείνεσθαι, ἄνωθεν καὶ πρὸ πολλοῦ καταβάλλεται τὰ προοίμια. Οἶδε γὰρ, περὶ ἑτέρου διαλεγόμενος, ἐν αὐτῇ τῇ περὶ ἑτέρου διαλέξει προκατασκευάζειν ἕτερον, ἐφ' ὃ μέλλει ἰέναι. Καὶ γὰρ ἐπιτιμῶν περὶ τοῦ μὴ ἀναμένειν ἑαυτοὺς τοῖς ἀρίστοις, τὸν περὶ τῶν μυστηρίων κατεσκεύασε λόγον. Ὅτι δὲ καὶ νῦν πρὸς τὸν πεπορνευκότα ἐπείγεται, περὶ τοῦ θεμελίου εἰπὼν, ἐπήγαγεν· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ταῦτα δὲ ἔλεγεν ἤδη διασαλεύων τῷ φόβῳ τὴν ψυχὴν τοῦ πεπορνευκότος. Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην. Μετὰ γὰρ τὴν πίστιν οἰκοδομῆς χρεία· διὸ καὶ ἀλλαχοῦ φησιν· Οἰκοδομεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Καὶ γὰρ καὶ ὁ τεχνίτης καὶ ὁ μαθητὴς συνεισφέρουσιν ἐν τῇ οἰκοδομῇ· διὸ λέγει· Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. γʹ. Εἰ δὲ περὶ πίστεως ταῦτα εἴρητο, λόγον οὐκ ἔχει τὸ λεγόμενον. Ἐν γὰρ τῇ πίστει ἴσους πάντας εἶναι χρὴ, ἐπειδὴ μία πίστις· ἐν δὲ ἀρετῇ βίου οὐκ ἔνι πάντας εἶναι τοὺς αὐτούς. Πίστις μὲν γὰρ οὐκ ἔστιν ἡ μὲν ἐλάττων, ἡ δὲ βελτίων, ἀλλ' ἡ αὐτὴ πάντων τῶν ἀληθῶς πιστευόντων· ἐπὶ δὲ βίου ἔστι τοὺς μὲν σπουδαιοτέρους εἶναι, τοὺς δὲ ῥᾳθυμοτέρους· καὶ τοὺς μὲν ἀκριβεστέρους, τοὺς δὲ καταδεεστέρους· καὶ τοὺς μὲν τὰ μείζω, τοὺς δὲ τὰ ἐλάττω κατωρθωκέναι· καὶ τοὺς μὲν χαλεπώτερα, τοὺς δὲ καταδεέστερα πεπλημμεληκέναι. ∆ιὰ τοῦτο εἶπε χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην. Ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Τὴν πρᾶξιν ἐνταῦθά φησιν. Εἴ τινος τὸ ἔργον μενεῖ, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Καίτοι γε εἰ περὶ μαθητῶν καὶ διδασκάλων τὸ λεγόμενον ἦν, οὔτε ζημιοῦσθαι ἐχρῆν, εἰ μὴ ἤκουσαν οἱ μαθηταί, ∆ιὰ γὰρ τοῦτό φησιν· Ἕκα 61.79 στος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον· οὐ κατὰ τὸ τέλος, ἀλλὰ κατὰ τὸν κόπον. Τί γὰρ, εἰ μὴ προσεῖχον οἱ ἀκούοντες; Ὅθεν δῆλον καὶ ἐντεῦθεν, ὅτι περὶ ἔργων τὸ λεγόμενον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἴ τις κακὸν βίον ἔχει μετὰ πίστεως ὀρθῆς, οὐ προστήσεται αὐτοῦ ἡ πίστις εἰς τὸ μὴ κολάζεσθαι, τοῦ ἔργου κατακαιομένου. Τὸ δὲ, Κατακαήσεται, τοῦτ' ἔστιν, οὐκ οἴσει τοῦ πυρὸς τὴν ῥύμην. Ἀλλ' ὥσπερ εἴ τις χρυσᾶ ὅπλα ἔχων διέλθοι ποταμὸν πυρὸς, φαιδρότερος διαβαίνει· εἰ δὲ χόρτον ἔχων διέλθοι, οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ ἑαυτὸν ἀπόλλυσιν· οὕτω καὶ ἐπὶ τῶν ἔργων ἐστίν. Οὐ γὰρ ὡς περὶ ἐνυποστάτων διαλεγόμενος καὶ διακαιομένων, τοῦτο λέγει, ἀλλὰ τὸν φόβον μᾶλλον ἐπιτεῖναι θέλων, καὶ δεῖξαι γυμνὸν ἀσφαλείας τὸν ἐν κακίᾳ ὄντα. ∆ιὸ καὶ ἔλεγε· Ζημιωθήσεται. Ἰδοὺ μία κόλασις. Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. Ἰδοὺ καὶ δευτέρα. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐχὶ καὶ αὐτὸς οὕτως ἀπολεῖται, ὡς τὰ ἔργα, εἰς τὸ μηδὲν χωρῶν· ἀλλὰ μενεῖ ἐν τῷ πυρί. Σωτηρίαν γοῦν τὸ πρᾶγμα καλεῖ, φησί. Οὐχ ἁπλῶς· διὰ τοῦτο προσέθηκεν· Ὡς διὰ πυρός. Καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, Ἐν τῷ πυρὶ σώζεται, περὶ τῶν μὴ κατακαιομένων καὶ τεφρουμένων εὐθέως ὑλῶν. Μὴ οὖν, ἐπειδὴ πῦρ ἤκουσας, νομίσῃς εἰς ἀνυπαρξίαν χωρεῖν τοὺς καιομένους. Εἰ δὲ σωτηρίαν καὶ τὴν τοιαύτην τιμωρίαν καλεῖ, μὴ θαυμάσῃς· ἔθος γὰρ αὐτῷ καὶ ἐπὶ τῶν κακεμφάτων καλοῖς ὀνόμασι κεχρῆσθαι, καὶ ἐπὶ τῶν χρηστῶν τοῖς ἐναντίοις. Οἷον, τὸ τῆς αἰχμαλωσίας ὄνομα, πονηροῦ πράγματος δοκεῖ εἶναι ὄνομα· ἀλλ' ἐπὶ καλῷ Παῦλος αὐτῷ κέχρηται λέγων· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.