1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

55

Καὶ ἐπὶ κακῷ πάλιν εὐφήμῳ κέχρηται ὀνόματι, λέγων· Ἐβασίλευσεν ἡ ἁμαρτία· καίτοι γε τὸ τῆς βασιλείας ὄνομα εὔφημόν ἐστι μᾶλλον. Οὕτω καὶ ἐνταῦθα εἰπὼν, Σωθήσεται, οὐδὲν ἕτερον ἢ τὴν ἐπίτασιν τῆς τιμωρίας ᾐνίξατο, ὡσανεὶ ἔλεγεν· Αὐτὸς δὲ μενεῖ διηνεκῶς κολαζόμενος. Εἶτα καὶ ἐπιφέρει λέγων· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε; Ἐπειδὴ γὰρ περὶ τῶν διατεμνόντων τὴν Ἐκκλησίαν ἐν τοῖς ἔμπροσθεν διελέχθη, καθάπτεται λοιπὸν καὶ τοῦ πεπορνευκότος, σαφῶς μὲν οὐδέπω, ἀορίστως δὲ, αἰνιττόμενος τὸν διεφθαρμένον αὐτοῦ βίον, καὶ ἐπαίρων τὸ ἁμάρτημα ἀπὸ τῆς ἤδη δοθείσης αὐτῷ δωρεᾶς. Εἶτα καὶ τοὺς ἄλλους ἐντρέπει ἀπὸ τῶν αὐτῶν τούτων τῶν ἤδη ὑπαρξάντων. Ἢ γὰρ ἀπὸ τῶν μελλόντων, ἢ ἀπὸ τῶν ἤδη γεγενημένων, ἢ λυπηρῶν, ἢ χρηστῶν, ἀεὶ τοῦτο ποιεῖ· ἀπὸ μὲν τῶν μελλόντων· Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· ἀπὸ δὲ τῶν ἤδη γεγενημένων· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁρᾷς τὴν καταφορὰν τοῦ λόγου; Ἀλλ' ἕως τὸ πρόσωπον ἄδηλόν ἐστιν, οὐχ οὕτως ἐπαχθὲς τὸ λεγόμενον, πάντων διανεμομένων τὸν τῆς ἐπιτιμήσεως φόβον. Φθερεῖ τοῦτον ὁ Θεός· τουτέστιν, ἀπολεῖ. Τοῦτο δὲ οὐχὶ καταρωμένου ἐστὶν, ἀλλὰ προφητεύοντος. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν. Ὁ δὲ πεπορνευμένος βέβηλος. Εἶτα, ἵνα μὴ δόξῃ πρὸς ἐκεῖνον ἀποτείνεσθαι, εἰπὼν, Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, ἐπάγει· Οἵτινές ἐστε ὑμεῖς. Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Καὶ τοῦτο πρὸς ἐκεῖνον, ὡς νομίζοντά τι εἶναι, καὶ ἀπὸ τῆς σοφίας αὐχοῦντα. Καὶ ἵνα μὴ δόξῃ παρέργως μέχρι πολλοῦ πρὸς αὐτὸν ἀποτείνεσθαι, ἐμβαλὼν αὐ 61.80 τὸν εἰς ἀγωνίαν καὶ τῷ φόβῳ παραδοὺς αὐτὸν, πάλιν ἐπὶ τὸ κοινὸν ἔγκλημα τὸν λόγον ἄγει, λέγων· Εἴ τις δοκεῖ φρόνιμος εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ποιεῖ δὲ αὐτὸ λοιπὸν μετὰ πολλῆς τῆς παῤῥησίας, ἅτε καταγωνισάμενος αὐτοὺς ἱκανῶς. Κἂν γὰρ πλούσιος ᾖ τις, κἂν εὐγενὴς, τῶν εὐτελῶν ἐστιν εὐτελέστερος, ὅταν ὑπὸ τῆς ἁμαρτίας ἁλῶ. Ὥσπερ γὰρ κἂν βασιλεὺς ᾖ τις, δοῦλος δὲ γένηται βαρβάρων, πάντων ἐστὶν ἀθλιώτερος· οὕτω καὶ ἐπὶ τῆς ἁμαρτίας. Βάρβαρος γάρ ἐστιν ἡ ἁμαρτία, καὶ ψυχῆς οὐκ εἰδυῖα φείδεσθαι τῆς ἅπαξ ἁλούσης, ἀλλ' ἐπὶ λύμῃ τῶν ἐπιδεχομένων αὐτὴν τυραννοῦσα. δʹ. Οὐδὲν γὰρ οὕτως ἀλόγιστον, ὡς ἁμαρτία, οὐδὲν οὕτως ἀνόητον καὶ μωρὸν καὶ ῥαγδαῖον· πάντα ἀνατρέπει καὶ συγχεῖ καὶ ἀπόλλυσι ἔνθα ἂν εἰσπηδήσῃ· ἀηδὴς ἰδεῖν, φορτικὴ καὶ ἐπαχθής. Καὶ εἴ τις αὐτὴν ἀνέπλαττε ζωγράφος, οὐκ ἄν μοι δοκεῖ ἁμαρτεῖν οὕτως αὐτὴν ἀναπλάττων, γυναῖκά τινα θηριόμορφον, βάρβαρον, πῦρ πνέουσαν, ἀτερπῆ, μέλαιναν, οἵας οἱ τῶν ἔξωθεν ποιηταὶ τὰς Σκύλλας ὑπογράφουσι. Μυρίαις γὰρ χερσὶν ἐπιλαμβάνεται τῶν ἡμετέρων λογισμῶν, καὶ ἀδοκήτως ἐπεισέρχεται, καὶ πάντα διασπαράττει, καθάπερ οἱ κύνες οἱ λάθρα δάκνοντες. Μᾶλλον δὲ τί δεῖ ζωγραφίας ἡμῖν, δέον τοὺς κατ' αὐτὴν πεποιημένους εἰς μέσον ἀγαγεῖν; Τίνα οὖν βούλεσθε πρότερον ὑπογράψωμεν; τὸν πλεονέκτην καὶ ἅρπαγα; Καὶ τί τῶν ὀφθαλμῶν ἐκείνων ἀναισχυντότερον; τί ἀναιδέστερον καὶ κυνικώτερον; οὐ γὰρ οὕτω κύων ἕστηκεν ἀναιδευόμενος, ὡς οὗτος, ὅταν τὰ πάντων ἁρπάζῃ. Τί τῶν χειρῶν μιαρώτερον ἐκείνων; τί τοῦ στόματος ἰταμώτερον τοῦ πάντα καταπίνοντος, καὶ οὐ κορεννυμένου; Μὴ γὰρ εἰς τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ἴδῃς, ὅτι ἀνθρώπου· οὐ γὰρ τὰ τοιαῦτα βλέπουσιν οἱ ἀνθρώπινοι ὀφθαλμοί. Οὐ βλέπει τοὺς ἀνθρώπους ἀνθρώπους, οὐ βλέπει τὸν οὐρανὸν οὐρανὸν, οὐδὲ ἀνανεύει πρὸς τὸν ∆εσπότην, ἀλλὰ πάντα χρήματα εἶναι νομίζει. Οἱ ἀνθρώπων ὀφθαλμοὶ πένητας εἰώθασιν ὁρᾷν καταπεπονημένους, καὶ ἐπικλᾶσθαι· οὗτοι δὲ τοῦ ἅρπαγος ὁρῶσι πένητας, καὶ ἐκθηριοῦνται· οἱ ἀνθρώπων ὀφθαλμοὶ οὐχ ὡς ἴδια τὰ ἀλλότρια βλέπουσιν, ἀλλὰ καὶ τὰ ἴδια ὡς ἀλλότρια, καὶ οὐκ ἐφίενται τῶν ἑτέροις δεδομένων, ἀλλὰ καὶ εἰς ἑτέρους κενοῦσι τὰ ἑαυτῶν· οὗτοι δὲ οὐκ ἀνέχονται, εἰ μὴ τὰ πάντων λάβοιεν· οὐ γὰρ ἀνθρώπινον, ἀλλὰ θηριῶδες ἔχουσιν ὄμμα. Οἱ ἀνθρώπων ὀφθαλμοὶ