1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

56

γυμνὸν ἰδεῖν τὸ σῶμα τὸ ἑαυτῶν οὐκ ἀνέχονται· αὐτῶν γάρ ἐστι, κἂν ἑτέρων ᾖ κατὰ πρόσωπον· οὗτοι δὲ εἰ μὴ πάντα γυμνώσαιεν, καὶ τὰ πάντων οἴκοι κατάθωνται, οὐδέποτε κόρον λαμβάνουσι, μᾶλλον δὲ οὐδέποτε ἐμπιπλῶνται. ∆ιόπερ οὐδὲ θηρίων τὰς χεῖρας τὰς τούτων ἄν τις εἶναι φαίη μόνον, ἀλλὰ καὶ τούτων ἀγριωτέρας πολλῷ καὶ χαλεπωτέρας. Ἄρκτοι μὲν γὰρ καὶ λύκοι, ἐπειδὰν λάβωσι κόρον, τῆς τοιαύτης τροφῆς ἀφίστανται· οὗτοι δὲ κόρον οὐκ ἔχουσι. Καίτοι διὰ τοῦτο χεῖρας ἡμῖν ἐποίησεν ὁ Θεὸς, ἵνα ἑτέροις βοηθῶμεν, οὐχ ἵνα ἐπιβουλεύωμεν. Εἰ δὲ μέλλοιμεν αὐταῖς εἰς τοῦτο κεχρῆσθαι, βέλτιον αὐτὰς ἀποκοπῆναι, καὶ χωρὶς τούτων εἶναι. Σὺ δὲ ἂν μὲν πρόβατον σπαράττῃ θηρίον, ἀλγεῖς· εἰς αὐτὸν δὲ τὸν ὁμόφυλον τοῦτο ἐργαζόμενος, οὐ νομίζεις τι ποιεῖν δεινόν; καὶ πῶς ἂν εἴης ἄνθρωπος; Οὐχ ὁρᾷς ὅτι ἀνθρώπι 61.81 νον πρᾶγμα καλοῦμεν, τὸ ἐλέου γέμον καὶ φιλανθρωπίας; ὅταν δὲ ὠμόν τι καὶ ἀπηνὲς ἐργάσηται, ἀπάνθρωπον τὸν τοιοῦτον ὀνομάζομεν. Οὐκοῦν τὸν χαρακτῆρα τοῦ ἀνθρώπου ἀπὸ τοῦ ἐλεεῖν, τοῦ δὲ θηρίου ἀπὸ τοῦ ἐναντίου ὑπογράφομεν, λέγοντες ἀεί· Μὴ γὰρ ἄνθρωπος; θηρίον ἢ κύων. Οἱ γὰρ ἄνθρωποι πενίαν διορθοῦσιν, οὐκ αὔξουσι. Τούτων καὶ τὰ στόματα θηρίων ἐστὶ στόματα, μᾶλλον δὲ καὶ ταῦτα ἐκείνων ἀγριώτερα· καὶ γὰρ ῥήματα φθέγγονται μᾶλλον ἐκείνων τῶν ὀδόντων ἰὸν ἀφιέντα, φόνον ἐργαζόμενα. Καὶ εἰ πάντα τις ἐπέλθοι, τότε ὄψεται καλῶς, πῶς θηρία ἀπὸ ἀνθρώπων τοὺς χρωμένους ἡ ἀπανθρωπία ποιεῖ. Εἰ δὲ καὶ τὴν διάνοιάν τις ἐξετάσειε τῶν τοιούτων, οὐκέτι θηρία μόνον, ἀλλὰ καὶ δαίμονας αὐτοὺς προσερεῖ. Καὶ γὰρ πολλῆς γέμουσι τῆς ἀπηνείας καὶ τῆς πρὸς τὸν ὁμόδουλον ἔχθρας· καὶ οὔτε βασιλείας ἔρως ἐκεῖ, οὔτε γεέννης φόβος, οὐκ αἰδὼς ἀνθρώπων, οὐκ ἔλεος, οὐ συμπάθεια, ἀλλ' ἀναισχυντία καὶ ἰταμότης, καὶ ὑπεροψία τῶν μελλόντων ἁπάντων· καὶ μῦθος αὐτοῖς εἶναι δοκεῖ τὰ τοῦ Θεοῦ ῥήματα τὰ περὶ κολάσεως, καὶ γέλως ἡ ἀπειλή. Τοιαύτη γὰρ ἡ τοῦ πλεονέκτου διάνοια. Ὅταν οὖν ἔνδοθεν μὲν δαίμονες ὦσιν, ἔξωθεν δὲ θηρία, καὶ θηρίων χείρους, ποῦ θήσομεν τοὺς τοιούτους, εἰπέ μοι; Ὅτι γὰρ καὶ θηρίων χείρους, δῆλον ἐκεῖθεν· Τὰ θηρία τῇ φύσει τοιαῦτά ἐστιν· οὗτοι δὲ κατὰ φύσιν τὸ ἥμερον ἔχοντες, παρὰ φύσιν εἰς τὸ θηριῶδες ἑαυτοὺς ἐξάγειν βιάζονται. 61.82 Καὶ οἱ δαίμονες δὲ τοὺς ἐπιβουλεύοντας ἀνθρώπους συμπράττοντας ἑαυτοῖς ἔχουσιν· ὡς εἰ μὴ συνέπραττον, τὸ πλέον τῶν ἐπιβουλῶν τῶν καθ' ἡμῶν ἐκείνοις ἀνῄρητο· οὗτοι δὲ καὶ φιλονεικούντων αὐτοῖς τῶν ἐπηρεαζομένων κρατεῖν ἐπιχειροῦσι. Πάλιν ὁ δαίμων ἀνθρώπῳ πολεμεῖ, οὐ δαίμοσι τοῖς ὁμοφύλοις· οὗτος δὲ τὸ συγγενὲς καὶ οἰκεῖον παντὶ τρόπῳ κακοῦν ἐπείγεται, καὶ οὐδὲ τὴν φύσιν αἰδεῖται. Οἶδα ὅτι πολλοὶ πρὸς ἡμᾶς ὑπὲρ τούτων ἀπεχθάνονται τῶν ῥημάτων· ἐγὼ δὲ οὐκ ἀπεχθάνομαι πρὸς αὐτοὺς, ἀλλ' ἐλεῶ καὶ δακρύω τοὺς οὕτω διακειμένους· κἂν πλῆξαι θέλωσιν, ἡδέως ἂν ἀνασχοίμην, εἰ ἀπέχοιντο τῆς θηριωδίας ταύτης. Οὐδὲ γὰρ ἐγὼ μόνος, ἀλλὰ καὶ ὁ προφήτης μεθ' ἡμῶν τοὺς τοιούτους ἐκβάλλει τῆς τῶν ἀνθρώπων συγγενείας, λέγων, ὅτι Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις. Γενώμεθα τοίνυν ἄνθρωποί ποτε, καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψωμεν, καὶ τὸ κατ' εἰκόνα ἀπολάβωμεν, καὶ ἑαυτοὺς ἀνακτησώμεθα, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ιʹ.

Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ,

μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τού του μωρία παρὰ τῷ Θεῷ ἐστιν. αʹ. Ὅπερ ἔφθην εἰπὼν, καὶ πρὸ τοῦ προσήκοντος καιροῦ εἰς τὴν κατὰ τοῦ