1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

58

μὲν γὰρ εἰπεῖν, Ἀπολῶ τὴν σοφίαν, πρὸς τὸ μηδὲν χρήσιμον εἰσαγαγεῖν εἴρηται· τὸ δὲ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, πρὸς τὸ δεῖξαι τοῦ Θεοῦ τὴν δύναμιν. βʹ. Εἶτα καὶ τὸν τρόπον λέγει καθ' ὃν εἷλεν, ἑτέραν προσθεὶς μαρτυρίαν· Κύριος γὰρ, φησὶ, γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι. Ὅταν δὲ ἡ σοφία ἡ ἄπειρος ταῦτα περὶ αὐτῶν ψηφίζηται, καὶ ἀποφαίνῃ τοιούτους, ποίαν ἑτέραν ζητεῖς ἀπόδειξιν τῆς ἐσχάτης ἀνοίας αὐτῶν; Αἱ μὲν γὰρ τῶν ἀνθρώπων κρίσεις πολλαχοῦ διαπίπτουσιν, ἡ δὲ τοῦ Θεοῦ ψῆφος ἄληπτος καὶ ἀδέκαστος πανταχοῦ. Στήσας τοίνυν τὸ τρόπαιον οὕτω λαμπρὸν τῆς ἄνωθεν κρίσεως, καταφορικῷ λοιπὸν κέχρηται τῷ λόγῳ, πρὸς τοὺς ἀρχομένους ἀποστρέψας αὐτὸν, καὶ λέγων οὕτως· Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστι. Πάλιν ἐπὶ τὸ πρότερον ἔρχεται, δεικνὺς ὅτι οὐδὲ ἐπὶ τοῖς πνευματικοῖς ὀφείλουσι μέγα φρονεῖν, ἅτε οὐδὲν παρ' ἑαυτῶν ἔχοντες. Ὅταν οὖν ἡ μὲν ἔξωθεν σοφία βλαβερὰ ᾖ, τὰ δὲ πνευματικὰ μὴ παρ' ὑμῶν ᾖ δεδομένα, πόθεν ἔχεις καυχᾶσθαι; Καὶ ἐπὶ μὲν τῆς ἔξωθεν σοφίας, Μηδεὶς ἑαυτὸν ἐξαπατάτω, φησὶν, ἐπειδὴ ἐπὶ πράγματι ἐφρόνουν βλαβερῷ· ἐνταῦθα δὲ, ἐπειδὴ τὸ πρᾶγμα ὠφέλειαν ἔχει, μηδεὶς καυχάσθω. Καὶ ἡμερώτερον κέχρηται τῷ λόγῳ. Πάντα γὰρ ὑμῶν ἐστιν· εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ εἴτε θάνατος, εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. Ἐπειδὴ γὰρ σφόδρα αὐτῶν καθήψατο, πάλιν αὐτοὺς ἀνακτᾶται. Καὶ ἀνωτέρω μὲν ἔλεγε, Συνεργοί ἐσμεν τοῦ Θεοῦ, καὶ δι' ἑτέρων δὲ πλειόνων αὐτοὺς παρεμυθήσατο· καὶ ἐνταῦθα δέ φησι, Πάντα ὑμῶν ἐστι, καθαιρῶν τὸν τῦφον τῶν διδασκάλων, καὶ δεικνὺς ὅτι οὐ μόνον οὐδὲν αὐτοῖς χαρίζονται, ἀλλ' ὅτι καὶ οὗτοι ἐκείνοις χάριν ἔχειν ὀφείλουσι· διὰ γὰρ αὐτοὺς τοιοῦτοι γεγόνασιν, ἀλλὰ καὶ 61.84 χάριν ἔλαβον. Ἀλλ' ἐπειδὴ ἔμελλον καὶ αὐτοὶ καυχᾶσθαι, διὰ τοῦτο προεξέκοψε καὶ τοῦτο τὸ νόσημα, εἰπών· Ἑκάστῳ ὡς ὁ Θεὸς ἔδωκε· καὶ, ὅτι Ὁ Θεὸς ηὔξανεν· ἵνα μήτε ἐκεῖνοι ὡς παρέχοντες μέγα φρονῶσι, μήτε οὗτοι διὰ τὸ ἀκοῦσαι, ὅτι Πάντα ὑμῶν ἐστι, πάλιν ἐπαίρωνται. Καὶ γὰρ εἰ καὶ δι' ὑμᾶς, ἀλλ' ὑπὸ τοῦ Θεοῦ τὸ πᾶν γεγένηται. Σὺ δέ μοι σκόπει, πῶς μέχρι τέλους παρέμενε τὸ ἑαυτοῦ ὄνομα καὶ τὸ Πέτρου ὑποτιθείς. Τί δέ ἐστιν, Εἴτε θάνατος; Ὅτι κἂν ἀποθνήσκωσι, δι' ὑμᾶς ἀποθνήσκουσι, κινδυνεύοντες ὑπὲρ τῆς ὑμετέρας σωτηρίας. Ὁρᾷς πῶς πάλιν τῶν μὲν μαθητῶν καθεῖλε τὸ φρόνημα, τῶν δὲ διδασκάλων ἐπῆρεν; Ὡς γὰρ παισὶν εὐγενέσι παιδαγωγοὺς ἔχουσι καὶ μέλλουσι πάντα κληρονομεῖν, οὕτω διαλέγεται. Ἔστι καὶ ἑτέρως εἰπεῖν, ὅτι καὶ ὁ τοῦ Ἀδὰμ θάνατος δι' ἡμᾶς. ἵνα σωφρονισθῶμεν, καὶ ὁ τοῦ Χριστοῦ, ἵνα σωθῶμεν. Ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. Ἑτέρως ἡμεῖς τοῦ Χριστοῦ, καὶ ἑτέρως ὁ Χριστὸς τοῦ Θεοῦ, καὶ ἑτέρως ἡμῶν ὁ κόσμος. Ἡμεῖς μὲν γὰρ τοῦ Χριστοῦ, ὡς ἔργον· ὁ δὲ Χριστὸς τοῦ Θεοῦ, ὡς γέννημα γνήσιον, οὐχ ὡς ἔργον, ὥσπερ οὐδὲ ὁ κόσμος ἡμῶν. Ὥστε εἰ καὶ μία ἡ λέξις, ἀλλὰ διάφορος ἡ ἔννοια. Ἡμῶν μὲν γὰρ ὁ κόσμος, ὡς δι' ἡμᾶς γεγονός· ὁ δὲ Χριστὸς τοῦ Θεοῦ, ὡς αὐτὸν αἴτιον ἔχων κατὰ τὸ Πατέρα εἶναι· ἡμεῖς δὲ τοῦ Χριστοῦ, ὡς ὑπὸ αὐτοῦ κατασκευασθέντες. Εἰ δὲ ἐκεῖνοι ὑμῶν, φησὶ, τί τοὐναντίον ἐποιήσατε, αὐτοῖς ἐπονομαζόμενοι, ἀλλ' οὐχὶ τῷ Χριστῷ καὶ τῷ Θεῷ; Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ. Ἐπειδὴ κατέβαλεν αὐτῶν τὸ φρόνημα, ὅρα πῶς πάλιν αὐτὸ ἀνακτᾶται λέγων· Ὡς ὑπηρέτας Χριστοῦ. Μὴ τοίνυν τὸν ∆εσπότην ἀφεὶς, ἀπὸ τῶν ὑπηρετῶν καλοῦ καὶ τῶν διακονουμένων. Οἰκονόμους δὲ εἶπε, δεικνὺς ὡς οὐχ ἅπασιν αὐτὰ χρὴ διδόναι, ἀλλ' οἷς δεῖ, καὶ οἷς ἄξιον οἰκονομεῖν. Ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. Τουτέστιν, ἵνα μὴ τὰ δεσποτικὰ σφετερίσηται, ἵνα μὴ ὡς δεσπότης ἑαυτῷ ἐκδικῇ, ἀλλ' ὡς οἰκονόμος διοικῇ. Οἰκονόμου γὰρ τὸ διοικεῖν τὰ ἐγχειρισθέντα καλῶς· οὐχ αὑτοῦ λέγειν εἶναι τὰ δεσποτικὰ, ἀλλὰ τοὐναντίον τοῦ δεσπότου τὰ ἑαυτοῦ. Ἕκαστος ταῦτα ἐννοῶν, καὶ ὁ λόγον ἔχων καὶ ὁ χρήματα