1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

59

κεκτημένος, οἷον ὅτι ἐπιστεύθη δεσποτικὰ, καὶ οὐκ ἔστιν αὐτοῦ, μὴ κατεχέτω αὐτὰ παρ' ἑαυτῷ, μήτε ἑαυτοῦ ἐπιψηφιζέτω, ἀλλὰ τῷ Θεῷ λογιζέσθω τῷ πάντα δεδωκότι. Θέλεις ἰδεῖν οἰκονόμους πιστούς; Ἄκουσον τί φησιν ὁ Πέτρος· Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ τῷ Κορνηλίῳ δὲ ἔλεγε· Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι· καὶ πρὸς τὸν Χριστὸν δέ· Ἰδοὺ ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Καὶ ὁ Παῦλος δὲ εἰπὼν, ὅτι Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, ἐπήγαγεν· Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Καὶ ἀλλαχοῦ δὲ πρὸς τοὺς αὐτοὺς ἀποτεινόμενος ἔλεγε· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Οὐδὲν γὰρ ἔχεις σὸν, οὐ χρήματα, οὐ λόγον, οὐ ψυχὴν αὐτήν· καὶ γὰρ καὶ αὕτη τοῦ ∆εσπότου. 61.85 γʹ. Ὅταν οὖν χρεία καλῇ, καὶ ταύτην κατάθου. Εἰ δὲ φιλοζωεῖς, καὶ κελευόμενος καταθεῖναι ἀντιλέγεις, οὐκέτι πιστὸς οἰκονόμος εἶ. Καὶ πῶς ἔνι Θεοῦ καλοῦντος ἀντιστῆναι; Τοῦτο γὰρ κἀγώ φημι, καὶ διὰ τοῦτο αὐτὸ μάλιστα θαυμάζω τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι ἃ δύναται καὶ ἄκοντός σου παρὰ σοῦ λαβεῖν, ταῦτα οὐ βούλεται ἄκοντος εἰσενεχθῆναι, ἵνα καὶ μισθὸν ἔχῃς. Οἷον δύναται τὴν ψυχὴν λαβεῖν ἄκοντος, ἀλλὰ παρ' ἑκόντος βούλεται, ἵνα λέγῃς κατὰ Παῦλον· Καθ' ἡμέραν ἀποθνήσκω. ∆ύναταί σου τὴν δόξαν λαβεῖν ἄκοντος καὶ ποιῆσαι ταπεινὸν, ἀλλὰ παρ' ἑκόντος θέλει, ἵνα ἀμοιβὴν ἔχῃς. ∆ύναταί σε ποιῆσαι πένητα, καὶ μὴ βουλόμενον, ἀλλ' ἑκόντα σε βούλεται γενέσθαι τοιοῦτον, ἵνα σοι πλέξῃ στεφάνους. Εἶδες Θεοῦ φιλανθρωπίαν; εἶδες νωθείαν ἡμετέραν; Ἐπ' ἀξιώματος ἐγένου μεγάλου, καὶ ἀρχῆς ἐπελάβου ποτὲ ἐκκλησιαστικῆς; Μὴ μέγα φρόνει· οὐ σὺ τὴν δόξαν ἐκτήσω, ἀλλ' ὁ Θεός σε ἐνέδυσεν. Ὡς ἀλλοτρίας τοίνυν φείδου, μὴ καταχρώμενος αὐτῇ, μηδὲ ἀποχρώμενος εἰς τὰ μὴ προσήκοντα, μηδὲ φυσώμενος, μηδὲ σφετεριζόμενος, ἀλλὰ πένητα σαυτὸν εἶναι νόμιζε καὶ ἄδοξον. Οὐ γὰρ, εἰ πορφύραν βασιλικὴν ἐνεχειρίσθης φυλάττειν, ἔδει καταχρήσασθαι τῇ στολῇ καὶ λυμήνασθαι, ἀλλὰ μετὰ πλείονος αὐτὴν τῆς ἀκριβείας τηρεῖν τῷ δεδωκότι. Λόγον ἔλαβες; Μὴ φυσῶ, μηδὲ ἀλαζονεύου· οὐ γάρ ἐστι σὸν τὸ χάρισμα. Μὴ ἀγνώμων ἔσο περὶ τὰ δεσποτικὰ, ἀλλὰ διάνεμε τοῖς συνδούλοις, καὶ μήτε ὡς ἐπὶ ἰδίοις ἐπαίρου τούτοις, μήτε φείδου ὥστε διανέμειν. Κἂν παῖδας ἔχῃς, τοῦ Θεοῦ ἔχεις· ἂν οὕτω νομίζῃς, καὶ ἔχων εὐχαριστήσεις, καὶ ἀφαιρεθεὶς οὐκ ἀλγήσεις· οἷος ἦν ὁ Ἰὼβ λέγων· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Πάντα γὰρ παρὰ τοῦ Χριστοῦ ἔχομεν· καὶ αὐτὸ τὸ εἶναι δι' αὐτοῦ ἔχομεν, καὶ τὸ ζῇν καὶ τὸ ἀναπνεῖν, καὶ τὸ φῶς καὶ τὸν ἀέρα καὶ τὴν γῆν· κἂν ἀποκλείσῃ τι τούτων, ἀπωλόμεθα καὶ διεφθάρημεν· πάροικοι γάρ ἐσμεν καὶ παρεπίδημοι. Τὸ δὲ ἐμὸν καὶ τὸ σὸν τοῦτο ῥήματά ἐστι ψιλὰ μόνον· ἐπὶ δὲ πραγμάτων οὐχ ἕστηκε. Καὶ γὰρ εἰ τὴν οἰκίαν σὴν εἶναι φὴς, ῥῆμά ἐστι πράγματος ἔρημον. Καὶ γὰρ καὶ ὁ ἀὴρ καὶ γῆ καὶ ὕλη τοῦ ∆ημιουργοῦ, καὶ σὺ δὲ αὐτὸς ὁ κατασκευάσας αὐτὴν, καὶ τὰ ἄλλα δὲ πάντα. Εἰ δὲ ἡ χρῆσις σὴ, ἀλλὰ καὶ αὐτὴ ἄδηλος, οὐ διὰ τὸν θάνατον μόνον, ἀλλὰ καὶ πρὸ τοῦ θανάτου διὰ τὸ τῶν πραγμάτων εὐρίπιστον. Ταῦτ' οὖν συνεχῶς παρ' ἑαυτοῖς γράφοντες, φιλοσοφήσωμεν, καὶ δύο τὰ μέγιστα κερδανοῦμεν· εὐχάριστοί τε γὰρ ἐσόμεθα καὶ ἔχοντες καὶ ἀφαιρούμενοι, καὶ οὐ μὴ δουλεύσωμεν τοῖς παρατρέχουσι καὶ τοῖς οὐχ ἡμῶν. Κἂν γὰρ χρήματα λάβῃ, τὰ αὑτοῦ ἔλαβε, κἂν τιμὴν, κἂν δόξαν, κἂν τὸ σῶμα, κἂν αὐτὴν τὴν ψυχήν· κἂν τὸν υἱὸν τὸν σὸν λάβῃ, οὐ τὸν σὸν ἔλαβεν υἱὸν, ἀλλὰ τὸν δοῦλον τὸν ἑαυτοῦ. Οὐ γὰρ σὺ αὐτὸν ἔπλασας, ἀλλ' ἐκεῖνος ἐποίησε· σὺ δὲ ὑπηρέτησας μόνον τῇ παρόδῳ, τὸ δὲ πᾶν αὐτὸς εἰργάσατο. Εὐχαριστήσωμεν τοίνυν ὅτι κατηξιώθημεν ὑπηρετῆσαι τῷ πράγματι. Ἀλλὰ τί; ἐβούλου διαπαντὸς ἔχειν; Τοῦτο ἀγνώμονος πάλιν, καὶ οὐκ εἰδότος, ὅτι ἀλλότριον εἶχες, καὶ οὐκ ἴδιον. Ὥσπερ οὖν οἱ ἑτοίμως ἀφιστάμενοι ἴσασιν, ὅτι οὐ τὰ αὑτῶν ἔχουσιν, οὕτως οἱ ἀλγοῦντες τὰ βασιλικὰ σφετερίζονται. Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ἑαυτῶν, πῶς ἐκεῖνοι ἡμῶν; ∆ιπλῇ γάρ ἐσμεν αὐτοῦ, 61.86 καὶ τῷ τῆς κτίσεως καὶ τῷ τῆς πίστεως λόγῳ. ∆ιὰ τοῦτό