1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

60

φησιν ὁ ∆αυΐδ· Ἡ ὑπόστασίς μου παρὰ σοί ἐστι· καὶ ὁ Παῦλος δὲ, ὅτι Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Καὶ τὸν περὶ τῆς πίστεως γυμνάζων λόγον φησίν· Οὐκ ἐστὲ ἑαυτῶν, καὶ τιμῆς ἠγοράσθητε. Τὰ πάντα γὰρ τοῦ Θεοῦ. Ὅταν οὖν καλῇ καὶ βούληται λαβεῖν, μὴ κατὰ τοὺς ἀγνώμονας τῶν οἰκετῶν φύρωμεν τὸν λόγον, μηδὲ νοσφιζώμεθα τὰ δεσποτικά. Ἡ ψυχή σου οὐκ ἔστι σὴ, καὶ πῶς τὰ χρήματά ἐστι σά; Πῶς οὖν ἀναλίσκεις εἰς οὐδὲν δέον τὰ μὴ σά; οὐκ οἶδας ὅτι διὰ τοῦτο μέλλομεν ἐγκαλεῖσθαι, κακῶς αὐτοῖς χρησάμενοι; Ἐπειδὴ δὲ οὐκ ἔστιν ἡμέτερα, ἀλλὰ τοῦ ∆εσπότου, εἰς τοὺς ὁμοδούλους ἐχρῆν δαπανᾷν. Τοῦτο γοῦν καὶ ὁ πλούσιος ἐκεῖνος ἐνεκαλεῖτο, ὅτι μὴ ἐποίησε, καὶ οἱ μὴ θρέψαντες τὸν Κύριον. Μὴ τοίνυν λέγε, ὅτι Τὰ ἐμαυτοῦ ἀναλίσκω, καὶ ἐκ τῶν ἐμαυτοῦ τρυφῶ. Οὐκ ἀπὸ τῶν σεαυτοῦ, ἀλλ' ἀπὸ τῶν ἀλλοτρίων· ἀλλοτρίων δὲ λέγω, ἐπειδὴ σὺ βούλει· ἐπεὶ σὰ βούλεται εἶναι ὁ Θεὸς τὰ ὑπὲρ τῶν ἀδελφῶν ἐγχειρισθέντα σοι. Γίνεται δὲ σὰ τὰ ἀλλότρια, ἂν εἰς ἑτέρους ἀναλώσῃς· ἂν δὲ εἰς σαυτὸν ἀναλώσῃς ἀφειδῶς, ἀλλότρια γέγονε τὰ σά. Ἐπειδὴ γὰρ ὠμῶς αὐτοῖς κέχρησαι, καὶ λέγεις, ὅτι Τὰ ἐμὰ εἰς ἐμὴν ἀπόλαυσιν μόνον ἀναλωθῆναι δίκαιον, διὰ τοῦτο ἀλλότρια αὐτὰ λέγω. Κοινὰ γάρ ἐστι σὰ καὶ τοῦ συνδούλου, ὥσπερ ἥλιος κοινὸς καὶ ἀὴρ καὶ γῆ καὶ τὰ ἄλλα πάντα. Καὶ καθάπερ ἐπὶ τοῦ σώματος, καὶ παντός ἐστι τοῦ σώματος καὶ ἑνὸς ἑκάστου μέλους ἡ διακονία· ὅταν δὲ ἑνὸς μόνου γίνεται μέλους, καὶ τὴν ἰδίαν ἀπόλλυσιν ἐνέργειαν· οὕτω καὶ ἐπὶ τῶν χρημάτων συμβαίνει. δʹ. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ἡ τροφὴ τοῦ σώματος ἡ κοινὴ δεδομένη τοῖς μέλεσιν, ἐὰν εἰς ἓν ἔλθῃ μέλος, κἀκείνου λοιπὸν ἀλλοτρία γίνεται. Ὅταν γὰρ μὴ δυνηθῇ πεφθῆναι μηδὲ θρέψαι, ἀλλοτρία κἀκείνου γέγονεν. Ἂν δὲ κοινὴ γένηται, κἀκείνου καὶ πάντων ἐστὶν ἰδία. Οὕτω καὶ ἐπὶ τῶν χρημάτων, ἂν σὺ μόνος ἀπολαύσῃς, καὶ σὺ ἀπώλεσας. Οὐ γὰρ αὐτῶν καρπώσῃ τὸν μισθὸν, ἂν δὲ μετὰ τῶν ἄλλων κτήσῃ, τότε μᾶλλον ἔσται σὰ, καὶ τότε καρπώσῃ τὴν ὠφέλειαν. Οὐχ ὁρᾷς ὅτι χεῖρες διακονοῦνται, καὶ στόμα λεαίνει, καὶ γαστὴρ δέχεται; μὴ λέγει ἡ γαστὴρ, Ἐπειδὴ ἐδεξάμην, ὀφείλω τὸ πᾶν κατέχειν; Μὴ τοίνυν, μηδὲ ἐπὶ τῶν χρημάτων τοῦτο σὺ λέγε· τοῦ γὰρ δεχομένου, τὸ μεταδιδόναι. Ὥσπερ οὖν κακία γαστρὸς, τὸ κατέχειν τὰ βρώματα, καὶ μὴ διανέμειν· παντὶ γὰρ τῷ σώματι λυμαίνεται· οὕτω κακία τῶν πλουτούντων, τὸ κατέχειν ὅπερ ἔχουσι παρ' ἑαυτοῖς· τοῦτο γὰρ καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους ἀπόλλυσιν. Ὁ ὀφθαλμὸς πάλιν τὸ πᾶν δέχεται φῶς· ἀλλ' οὐ τοῦτο αὐτὸς κατέχει μόνος, ἀλλ' ὁλόκληρον φωτίζει τὸ σῶμα. Οὐδὲ γὰρ ἔχει φύσιν παρ' ἑαυτῷ κατέχειν, ἕως ἂν ὀφθαλμὸς ᾖ. Αἱ ῥῖνες πάλιν αἰσθάνονται εὐωδίας· ἀλλ' οὐ κατέχουσιν αὐτὴν μόναι, ἀλλ' ἐγκεφάλῳ παραπέμπουσι, καὶ στόμαχον ἐν εὐωδίᾳ τιθέασι, καὶ ὁλόκληρον δι' αὐτῶν ἀνακτῶνται τὸν ἄνθρωπον. Οἱ πόδες μόνοι βαδίζουσιν· ἀλλ' οὐχ ἑαυτοὺς μεταφέρουσι μόνον, ἀλλὰ καὶ ὅλον μετατιθέασι τὸ σῶμα. Οὕτω καὶ σὺ, ὅπερ ἂν ἐγχειρισθῇς, μὴ κάτεχε μόνος, ἐπεὶ τῷ παντὶ λυμαίνῃ, καὶ σαυτῷ πρὸ τῶν ἄλλων. Οὐκ ἐπὶ τῶν μελῶν δὲ μόνον ἴδοι τις ἂν τοῦτο γινόμενον. Καὶ γὰρ ὁ σιδηροκόπος, εἰ βουλη 61.87 θείη μηδενὶ μεταδοῦναι τῆς τέχνης, καὶ ἑαυτὸν καὶ τὰς λοιπὰς ἀνατρέπει τέχνας. Ὁ σκυτοτόμος ὁμοίως, ὁ γεωργὸς, ὁ σιτοποιὸς, καὶ ἕκαστος δὲ τῶν ἀναγκαῖον ἐπιτήδευμα μετιόντων, εἰ βουληθείη μὴ μεταδοῦναι ἑτέρῳ τῶν ἀπὸ τῆς τέχνης, οὐχὶ τοὺς ἄλλους μόνον, ἀλλὰ καὶ ἑαυτὸν τοῖς ἄλλοις προσαπολεῖ. Καὶ τί λέγω τοὺς πλουτοῦντας; Καὶ γὰρ οἱ πένητες, εἰ τὴν ὑμετέραν τῶν πλεονεκτούντων καὶ πλουτούντων κακίαν μετῆλθον, μέγιστα ἂν ὑμᾶς ἔβλαψαν, καὶ ταχέως ἂν ὑμᾶς ἐποίησαν πένητας, μᾶλλον δὲ καὶ ἀπώλεσαν, εἰ μὴ δεομένοις τῶν ἑαυτῶν μεταδοῦναι ἠβουλήθησαν· οἷον, ὁ γηπόνος τῆς ἀπὸ τῶν χειρῶν ἐργασίας, ὁ ναύτης τῆς ἀπὸ τοῦ πλεῖν ἐμπορίας, ὁ στρατιώτης τῆς ἀριστείας τῆς ἀπὸ τῶν πολέμων. Ὥστε εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν αἰδέσθητε, καὶ τὴν ἐκείνων μιμήσασθε φιλοφροσύνην. Οὐ μεταδίδως τοῦ πλούτου οὐδενί; Οὐκοῦν μὴ μεταλάβῃς παρ'