1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

61

ἑτέρου μηδενός· εἰ δὲ τοῦτο ἔσται, τὰ πάντα ἀνατραπήσεται. Πανταχοῦ γὰρ τὸ διδόναι καὶ μεταλαμβάνειν ἀρχὴ πολλῶν ἐστιν ἀγαθῶν, ἐπὶ σπερμάτων, ἐπὶ μαθητῶν, ἐπὶ τεχνῶν. Ἂν γὰρ βουληθῇ τις παρ' ἑαυτῷ κατέχειν τὴν τέχνην, καὶ ἑαυτὸν καὶ τὸν βίον ἀνέτρεψεν ἅπαντα. Καὶ ὁ γεωργὸς τὰ σπέρματα ἂν οἴκοι κατορύξας φυλάττοι, λιμὸν ἐργάσεται χαλεπόν· οὕτω καὶ ὁ πλούσιος ἐὰν ἐπὶ τῶν χρημάτων τοῦτο ποιῇ, πρὸ τῶν πενήτων ἑαυτὸν ἀναιρήσει, τὴν φλόγα τῆς γεέννης χαλεπωτέραν κατὰ τῆς ἑαυτοῦ σωρεύων κεφαλῆς. Ὥσπερ οὖν οἱ διδάσκαλοι, κἂν πολλοὺς ἔχωσι τοὺς μαθητὰς, ἑκάστῳ μεταδιδόασι τῆς τέχνης· οὕτω καὶ σὺ πολλοὺς κτῆσαι τοὺς εὐεργετουμένους· καὶ λεγέτωσαν ἅπαντες, ὅτι Τὸν δεῖνα ἀπήλλαξε πενίας, καὶ τὸν δεῖνα κινδύνων· καὶ, Ὁ δεῖνα ἂν ἀπώλετο, εἰ μὴ μετὰ τὴν χάριν τοῦ Θεοῦ 61.88 τῆς σῆς ἀπέλαυσε προστασίας· καὶ ὅτι τῷ δεῖνι τὴν νόσον ἔλυσας, ἕτερον συκοφαντίας ἀπήλλαξας, ἄλλον ξένον ὄντα συνήγαγες, ἄλλον γυμνὸν ὄντα περιέβαλες. Μυρίου πλούτου καὶ πολλῶν θησαυρῶν βελτίω τὰ ῥήματα ταῦτα ἐπιστρέφει πάντας μᾶλλον τῶν ἱματίων τῶν χρυσῶν καὶ τῶν ἵππων καὶ τῶν ἀνδραπόδων. Ἐκεῖνα μὲν γὰρ καὶ φορτικὰ ποιεῖ φαίνεσθαι, καὶ ὡς κοινὸν ἐχθρὸν μισεῖσθαι· ταῦτα δὲ ὡς πατέρα κοινὸν καὶ εὐεργέτην ἀνακηρύττει· καὶ ὃ πάντων μέγιστόν ἐστιν, ἡ παρὰ τοῦ Θεοῦ εὔνοια ἁπανταχοῦ σοι τῶν πράξεων ἕπεται. Λεγέτω τοίνυν ὁ δεῖνα, ὅτι Ἐμοῦ τὴν θυγατέρα συνεξέδωκεν· ἕτερος, Ἐμοὶ δὲ τὸν υἱὸν εἰς ἄνδρας ἐμφανῆναι παρεσκεύασε· καὶ ἄλλος, ὅτι Τὴν συμφορὰν ἔλυσε· καὶ ἕτερος, ὅτι Τῶν κινδύνων ἀπήλλαξε. Ταῦτα στεφάνων χρυσῶν βελτίω τὰ ῥήματα, μυρίους κήρυκας ἐν τῇ πόλει τῆς οἰκείας φιλανθρωπίας ἔχειν· αὗται αἱ φωναὶ τῆς φωνῆς τῶν κηρύκων τῶν πρὸ τῶν ἀρχόντων βαδιζόντων ἡδίους πολλῷ καὶ γλυκύτεραι, τὸν σωτῆρα, τὸν εὐεργέτην, τὸν προστάτην, τὰ τοῦ Θεοῦ καλεῖσθαι ὀνόματα, ἀλλὰ μὴ πλεονέκτην καὶ ἀλαζόνα καὶ ἀκόρεστον καὶ σμικρολόγον. Μὴ, παρακαλῶ, μηδενὸς τούτων ἐπιθυμήσωμεν τῶν ῥημάτων, ἀλλὰ τῶν ἐναντίων. Εἰ γὰρ ἐπὶ γῆς ταῦτα λεγόμενα λαμπρὸν οὕτω ποιεῖ καὶ περιφανῆ, ὅταν ἐν οὐρανῷ ταῦτα γράφηται, καὶ ὁ Θεὸς ταῦτα κατὰ τὴν ἡμέραν ἀνακηρύττῃ τὴν μέλλουσαν, ἐννόησον ὅσης ἀπολαύσῃ τῆς περιφανείας, ὅσης τῆς λαμπρότητος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΑʹ.

Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνα κριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης

ἡμέρας· ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω (οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι)· ὁ δὲ ἀνακρί νων με, Κύριός ἐστι. αʹ. Μετὰ τῶν ἄλλων κακῶν οὐκ οἶδα πῶς ἐπεισῆλθε τῇ τῶν ἀνθρώπων φύσει τὸ τῆς περιεργίας καὶ τὸ τῆς πολυπραγμοσύνης τῆς ἀκαίρου νόσημα· ὃ καὶ ὁ Χριστὸς ἐκόλασεν εἰπών· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ὅπερ ἡδονὴν μὲν οὐδεμίαν ἔχει, καθάπερ καὶ τὰ λοιπὰ τῶν ἁμαρτημάτων, κόλασιν δὲ μόνον καὶ τιμωρίαν. Καὶ γὰρ μυρίων αὐτοὶ γέμοντες κακῶν, καὶ τὰς δοκοὺς ἐπὶ τῶν ὀμμάτων φέροντες, τῶν ἁμαρτημάτων τοῦ πλησίον, κάρφους οὐδὲν διαφερόντων, ἀκριβεῖς γινόμεθα ἐξετασταί· ὥσπερ καὶ ἐν τῇ Κορίνθῳ τοῦτο συνέβαινεν. Ἄνδρας γὰρ εὐλαβεῖς καὶ Θεῷ φίλους διὰ τὴν ἀμαθίαν ἐκωμῴδουν καὶ ἐξέβα[λ]λον, τοὺς δὲ μυρίων γέμοντας κακῶν ἐνέκρινον διὰ τὴν εὐγλωττίαν. Εἶτα, καθάπερ δικασταὶ προκαθήμενοι, τοιαῦτα μετὰ προπετείας ἐψηφίζοντο· Ὁ δεῖνα ἄξιος, ὁ δεῖνα τοῦ δεῖνος ἀμείνων· καὶ οὗτος ἐκείνου καταδεέστερος, κἀκεῖνος τούτου βελτίων· καὶ ἀφέντες τὰ ἑαυτῶν πενθεῖν κακὰ, ἑτέροις ἐγίνοντο δικασταὶ, καὶ ταύτῃ πολέμους ἀνῆπτον πάλιν χαλεπούς. Ὁ Παῦλος