1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

62

οὖν ἀναιρῶν τοῦτο τὸ νόσημα, ὅρα πῶς αὐτοὺς διορθοῦται συνετῶς. Ἐπειδὴ γὰρ εἶπεν, Ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα 61.88 πιστός τις εὑρεθῇ, καὶ ἐδόκει πάροδον αὐτοῖς διδόναι τοῦ κρίνειν καὶ ἐξετάζειν τὸν ἑκάστου βίον· τοῦτο δὲ τὴν στάσιν ἐπέτριβεν· ἵνα μὴ τοῦτο πάθωσιν, ἀπήγαγεν αὐτοὺς τῆς τοιαύτης ἐρεσχελίας, λέγων· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ· πάλιν ἐπὶ τοῦ οἰκείου προσώπου τὸν λόγον προάγων. Τί δέ ἐστιν, Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας; Ἀνάξιον ἐμαυτὸν κρίνω, φησὶ, τοῦ παρ' ὑμῶν κρίνεσθαι· καὶ τί λέγω παρ' ὑμῶν; καὶ τὸ παρ' οὑτινοσοῦν ἑτέρου. Ἀλλὰ μηδεὶς ἀπόνοιαν καταγινωσκέτω τοῦ Παύλου, εἰ μηδένα τῶν ἀνθρώπων ἄξιον εἶναι λέγει τοῦ φέρειν τὴν περὶ αὐτοῦ ψῆφον. Πρῶτον μὲν γὰρ οὐ δι' ἑαυτὸν ταῦτά φησιν, ἀλλ' ἑτέρους ἐξαρπάσαι βουλόμενος τῆς παρ' ἐκείνων ἐπαχθείας· ἔπειτα δὲ οὐδὲ μέχρι Κορινθίων τὸ πρᾶγμα ἔστησεν, ἀλλὰ καὶ ἑαυτὸν τῆς κρίσεως ταύτης ἐξέβαλε, μεῖζον εἶναι τῆς αὑτοῦ γνώμης λέγων τὰ τοιαῦτα ψηφίζεσθαι· ἐπήγαγε γοῦν· Οὐδὲ ἐμαυτὸν ἀνακρίνω. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τὴν ὑπόθεσιν ἐξετάσαι χρὴ, δι' ἣν ταῦτα ἐλέγετο· οἶδε γὰρ πολλαχοῦ καὶ μεγαλοφρόνως φθέγγεσθαι. Τοῦτο δὲ οὐκ ἔστι τύφου οὐδὲ ἀπονοίας, ἀλλ' οἰκονομίας ἀρίστης· ἐπεὶ καὶ νῦν οὐκ αὐτὸς ἐπαιρόμενος, ἀλλ' ἑτέρους καταστέλλων, ταῦτα ἔλεγε, καὶ ἀξίωμα 61.89 σπεύδων περιθεῖναι τοῖς ἁγίοις. Ὅτι γὰρ τῶν σφόδρα ταπεινῶν ἦν, ἄκουσον τί φησι, τὴν τῶν ἐχθρῶν μαρτυρίαν εἰς μέσον περὶ τούτου φέρων· ὅτι Ἡ μὲν παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος· καὶ πάλιν, Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Ἀλλ' ὅμως ὁ ταπεινὸς οὗτος, καιροῦ καλοῦντος, σκόπει ποῦ τὰ φρονήματα τῶν μαθητῶν ἐπῆρεν, οὐχὶ τῦφον διδάσκων, ἀλλὰ φρόνημα ὑγιὲς ἐμποιῶν. Αὐτοῖς γὰρ τούτοις διαλεγόμενος ἔλεγε· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων. Ὥσπερ γὰρ ἀλαζονείας εἶναι χρὴ πόῤῥω τὸν Χριστιανὸν, οὕτω καὶ κολακείας καὶ ἀγεννοῦς φρονήματος. Οὐδὲ γὰρ εἰ λέγοι τις, ὅτι Τὰ χρήματα οὐδὲν ἡγοῦμαι εἶναι, ἀλλὰ τὰ παρόντα ἅπαντα σκιά μοι καὶ ὄναρ καὶ παίδων ἀθύρματα, ἀλαζονείας αὐτὸν γραψόμεθα· ἐπεὶ καὶ τὸν Σολομῶντα οὕτως εἰς ἀλαζονείαν διαβαλοῦμεν, περὶ τούτων φιλοσοφοῦντα καὶ λέγοντα· Ματαιότης ματαιοτήτων, καὶ τὰ πάντα ματαιότης. Ἀλλὰ μὴ γένοιτο τῷ τῆς ἀλαζονείας ὀνόματι τὴν φιλοσοφίαν καλεῖν. Ἄρα οὐκ ἀπόνοια τὸ καταφρονεῖν τούτων, ἀλλὰ μεγαλοψυχία, καίτοι γε βασιλεῖς καὶ ἄρχοντας καὶ δυνάστας ὁρῶμεν αὐτῶν ἀντεχομένους· ἀλλ' ὁ πτωχὸς φιλοσοφῶν πολλάκις αὐτῶν ὑπερορᾷ, καὶ οὐ διὰ τοῦτο ἀλαζόνα αὐτὸν, ἀλλὰ μεγαλόφρονα εἶναι φήσομεν· ὥσπερ οὖν οὐδὲ τὸν σφόδρα ἀντεχόμενον αὐτῶν, ταπεινόφρονα καὶ μέτριον, ἀλλ' ἀσθενῆ καὶ μικρόψυχον καὶ ἀνελεύθερον. Καὶ γὰρ εἴ τις υἱὸς τῶν μὲν τῷ πατρὶ προσηκόντων κατεφρόνει, τὰ δὲ δουλικὰ ἐθαύμαζεν, οὐχ ὡς ταπεινόφρονα αὐτὸν ἐπῃνέσαμεν ἂν, ἀλλ' ὡς ἀγεννῆ καὶ δουλικὸν ἐκακίζομεν· ἐθαυμάσαμεν δ' ἂν καταφρονοῦντα ἐκείνων, καὶ τῶν πατρικῶν πολὺν ποιούμενον λόγον. Ἀπονοίας γάρ ἐστι τὸ τῶν ὁμοδούλων ἑαυτὸν νομίζειν εἶναι βελτίω· τὸ μέντοι τὴν οὖσαν περὶ τῶν πραγμάτων φέρειν ψῆφον, οὐχὶ ἀλαζονείας, ἀλλὰ φιλοσοφίας ἐστί. βʹ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος οὐχ ἑαυτὸν ἐπαίρων, ἀλλ' ἑτέρους ταπεινῶν καὶ ἐξανισταμένους καταστέλλων καὶ πείθων μετριάζειν, ἔλεγεν· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. Ὁρᾷς πῶς κἀκείνους ἐθεράπευσεν; Ὁ γὰρ ἀκούσας, ὅτι πάντων ὁμοίως καταφρονεῖ, καὶ ὑπ' οὐδενὸς ἀξιοῖ κρίνεσθαι, οὐκέτι λοιπὸν ἀλγήσει, ὡς μόνος αὐτὸς ἐκβεβλημένος. Εἰ γὰρ εἶπεν, Ὑφ' ὑμῶν, μόνον, καὶ ἐσίγησεν, ἱκανὸν ἴσως αὐτοὺς τοῦτο δακεῖν ὡς καταφρονηθέντας ἦν· νυνὶ δὲ τῷ ἐπαγαγεῖν, Οὐδὲ ἀνθρωπίνης ἡμέρας, παραμυθίαν ἐκόμισε τῇ πληγῇ, κοινωνοὺς αὐτοῖς δοὺς τῆς καταφρονήσεως. Ἀλλὰ καὶ αὐτὸ τοῦτο θεραπεύει πάλιν εἰπών· Ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω. Ὅρα πῶς οὐκ ἔστιν ἀπονοίας τὸ εἰρημένον· οὐδὲ γὰρ