1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

63

ἑαυτὸν ἀρκεῖν φησι πρὸς τὴν τοιαύτην ἀκρίβειαν. Εἶτα, ἐπειδὴ καὶ τοῦτο σφόδρα ἐπαιρο[υ]μένου ἐδόκει εἶναι τὸ ῥῆμα, καὶ αὐτὸ διωρθώσατο εἰπών· Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Τί οὖν, οὐ χρὴ δικάζειν ἑαυτοῖς καὶ τοῖς ἁμαρτήμασι; Καὶ σφόδρα μὲν οὖν χρὴ τοῦτο ποιεῖν, ὅταν ἁμαρτάνωμεν· ἀλλὰ Παῦλος τοῦτο οὐκ εἶπεν· Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, φησί. Ποῖον οὖν ἔμελλε κρίνειν ἁμάρτημα, μηδὲν ἑαυτῷ συνειδώς; Ὁ δὲ οὔ φησι δεδικαιῶσθαι. Οἱ οὖν μυρίων τραυμάτων τὸ συνειδὸς ἐμπεπλησμένον ἔχοντες, καὶ μηδὲν συνειδότες ἑαυτοῖς ἀγαθὸν, ἀλλὰ πᾶν τοὐναντίον, τί ἂν εἴποιμεν; Καὶ τί δήποτε, εἰ μηδὲν ἑαυτῷ σύνοιδεν, οὐ δεδικαίωται; Ὅτι συνέβαινεν ἡμαρτῆσθαι μὲν 61.90 αὐτῷ τινα ἁμαρτήματα, μὴ μὴν αὐτὸν εἰδέναι ταῦτα ἁμαρτήματα. Ἐντεῦθεν λογίζου πόση τῆς μελλούσης κρίσεως ἡ ἀκρίβεια. Οὐ τοίνυν ὡς ἄληπτον ἑαυτὸν νομίζων, οὕτως ἀνάξιον ἑαυτοῦ εἶναι τὸ κρίνεσθαι παρ' ἐκείνων φησὶν, ἀλλ' ἐπιστομίζων τοὺς ἀλόγως ταῦτα ποιοῦντας. Ἑτέρωθι γοῦν οὐδὲ φανερῶν ὄντων τῶν ἁμαρτημάτων, ἐπιτρέπει κρίνειν ἑτέροις, ἐπειδὴ ὁ καιρὸς τοῦτο ἀπῄτει. Τί γὰρ κρίνεις τὸν ἀδελφόν σου; φησίν· ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Οὐ γὰρ τοῦτο ἐπετάγης, ἄνθρωπε, κρίνειν ἑτέρους, ἀλλὰ τὰ σαυτοῦ δοκιμάζειν. Τί τοίνυν τοῦ ∆εσπότου τὴν τάξιν ἁρπάζεις; ἐκείνου τὸ κρίνειν ἐστὶν, οὐχὶ σόν. ∆ιὸ καὶ ἐπήγαγεν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Τί οὖν, οὐ χρὴ τοὺς διδασκάλους τοῦτο ποιεῖν; Χρὴ μὲν ἐπὶ τῶν φανερῶν ἁμαρτημάτων καὶ ὡμολογημένων, καὶ τοῦτο μετὰ τοῦ προσήκοντος καιροῦ, καὶ τότε δὲ ἀλγοῦντας καὶ δακνομένους, καὶ οὐχ, ὡς οὗτοι τότε ἐποίουν, ἀπὸ κενοδοξίας καὶ ἀπονοίας. Καὶ γὰρ καὶ ἐνταῦθα οὐ περὶ τῶν ὡμολογημένων ἁμαρτημάτων φησὶν, ἀλλὰ περὶ τοῦ τὸν δεῖνα τοῦ δεῖνος προτιθέναι, καὶ συγκρίσεις ποιεῖσθαι βίων. Ταῦτα γὰρ αὐτὸς μόνος οἶδε κρίνειν μετὰ ἀκριβείας, ὁ μέλλων ἡμῶν τὰ ἀπόῤῥητα κρίνειν, ποῖα μὲν μείζονος, ποῖα δὲ ἐλάττονος κολάσεώς ἐστιν ἄξια καὶ τιμῆς· ἡμεῖς δὲ κατὰ τὸ παραστὰν ταῦτα πράττομεν. Εἰ γὰρ ἐν οἷς αὐτὸς ἥμαρτον, φησὶν, οὐδὲν οἶδα σαφῶς, πῶς ἄξιος ἂν εἴην ὑπὲρ ἑτέρων φέρειν ψῆφον; πῶς δὲ, ὁ τὰ ἐμαυτοῦ μετὰ ἀκριβείας μὴ ἐπιστάμενος, τὰ ἄλλων δυνήσομαι κρίνειν; Εἰ δὲ Παῦλος τοῦτο ἔπασχε, πολλῷ μᾶλλον ἡμεῖς. Καὶ γὰρ ταῦτα ἔλεγεν, οὐχ ἵνα δείξῃ ἑαυτὸν ἄληπτον, ἀλλ' ἵνα δείξῃ, ὅτι εἰ καὶ τοιοῦτος εἴη τις παρ' αὐτοῖς μηδὲν ἡμαρτηκὼς, οὐδ' οὗτος ἄξιος ἂν εἴη τοὺς ἑτέρων κρίνειν βίους· καὶ ὅτι εἰ οὗτος ὁ μηδὲν ἑαυτῷ συνειδὼς ὑπεύθυνος εἶναί φησι, πολλῷ μᾶλλον ἐκεῖνοι οἱ μυρία ἑαυτοῖς συνειδότες. Οὕτω τοίνυν ἐπιστομίσας τοὺς τὰς τοιαύτας ποιουμένους κρίσεις, ὠδίνει λοιπὸν ἀποῤῥήξας τὸν θυμὸν ἐπὶ τὸν πεπορνευκότα ἐλθεῖν· καὶ καθάπερ χειμῶνος ἐπιόντος νέφη τινὰ ζοφώδη προτρέχει, εἶτα ἐπειδὰν ὁ τῶν βροντῶν πάταγος γένηται καὶ τὸν οὐρανὸν ἐργάσηται νέφος ἓν, τότε ἀθρόον ἐπὶ τὴν γῆν καταῤῥήγνυται ὁ ὑετός· οὕτω καὶ τότε συνέβαινε. Καὶ γὰρ ἔχων μετὰ πολλῆς ἀγανακτήσεως χρήσασθαι τῷ πεπορνευκότι, τοῦτο οὐ ποιεῖ, ἀλλὰ φοβεροῖς ῥήμασι καταστέλλει πρότερον τὸ φύσημα τοῦ ἀνδρός· ἐπειδὴ καὶ διπλοῦν ἁμάρτημα ἦν τὸ συμβὰν, πορνεία, καὶ πορνείας χεῖρον, τὸ μὴ πενθεῖν ὑπὲρ τοῦ πλημμεληθέντος. Οὐ γὰρ οὕτω τὸν ἡμαρτηκότα πενθεῖ, ὡς τὸν ἡμαρτηκότα, καὶ μὴ μετανοοῦντα. Πενθήσω γὰρ πολλοὺς, φησὶν, οὐχὶ τῶν προημαρτηκότων ἁπλῶς, ἀλλὰ τῶν μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν. Ὁ γὰρ μετὰ τὸ ἁμαρτεῖν μετανοίᾳ κεχρημένος, οὐ πένθους, ἀλλὰ μακαρισμῶν ἐστιν ἄξιος, ἐπὶ τὸν τῶν δικαίων χορὸν μεταστάς. Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Εἰ δὲ μετὰ τὸ ἁμαρτεῖν ἀναισχυντεῖ, οὐχ οὕτως ἐπὶ τῷ πεσεῖν ἐστιν ἐλεεινὸς, ὡς ἐπὶ τῷ κεῖσθαι πεσών. γʹ. Εἰ δὲ τὸ μὴ μετανοεῖν ἐπὶ ἁμαρτήμασι, χαλεπὸν, 61.91 τὸ καὶ πεφυσιῶσθαι ἐπὶ τοῖς ἁμαρτήμασι, ποίας κολάσεώς ἐστιν ἄξιον! Εἰ γὰρ ὁ ἐπὶ τοῖς κατορθώμασιν ἐπαιρόμενος, ἀκάθαρτός ἐστιν, ὁ ἐπὶ