1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

66

λοιπόν· κἂν παράσχῃ τις αὐτοῖς ἐμφορηθῆναι τοῦ πόματος, οὗ σβέννυσιν, ἀλλ' ἐκκαίει τὴν κάμινον· οὕτω καὶ ἐπὶ τούτου συμβαίνει τοῦ πάθους· ἂν παρὰ τὴν ἀρχὴν εἰσελαῦνον εἰς τὴν ψυχὴν τὴν ἡμετέραν μὴ κωλύσωμεν μηδὲ ἀποκλείσωμεν τὰς θύρας, εἰσελθὸν λοιπὸν ἀνίατον ἐργάζεται τοῖς δεξαμένοις τὸ νόσημα. Καὶ γὰρ καὶ τὰ καλὰ καὶ τὰ κακὰ ὅταν ἐπιπλεῖον ἡμῖν ἐνδιατρίψῃ, δυνατώτερα γίνεται. εʹ. Καὶ ἐπὶ πάντων δὲ τῶν ἄλλων τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Καὶ γὰρ φυτὸν ἄρτι μὲν ἐντεθὲν ἐπὶ τῆς γῆς, εὐκόλως ἀνασπᾶται· χρόνῳ δὲ πολλῷ ῥιζωθὲν, οὐκέτι, ἀλλὰ πολλῆς δεῖται τῆς μοχλείας· καὶ οἰκοδομὴ νεοπαγὴς μὲν οὖσα, περιτρέπεται εὐκόλως ὑπὸ τῶν ἐνοχλούντων· παγεῖσα δὲ καλῶς, πολλὰ παρέχει τοῖς καθαιρεῖν ἐπιχειροῦσι τὰ πράγματα· καὶ θηρίον τόποις ἐμφιλοχωρῆσαν πολλῷ χρόνῳ δυσκόλως ἐλαύνεται. Τοῖς μὲν οὖν οὐδέπω κατασχεθεῖσιν ὑπὸ τοῦ πάθους παρακαλῶ μὴ ἁλῶναι· εὐκολώτερον γὰρ φυλάξασθαι μὴ ἐμπεσεῖν, ἢ ἐμπεσόντας ἀποστῆναι. Τοῖς δὲ κατασχεθεῖσι καὶ κατεῤῥαγμένοις, ἐὰν θελήσωσιν ἐπιδοῦναι ἑαυτοὺς ἰατρῷ τῷ λόγῳ, πολλὴν ἐπαγγέλλομαι σωτηρίας ἐλπίδα τῇ τοῦ Θεοῦ χάριτι. Ἂν γὰρ τοὺς παθόντας καὶ περιπεσόντας τῷ νοσήματι, καὶ ἀνενεγκόντας ἐννοήσωσι, χρηστὰς ἕξουσιν ἐλπίδας ὑπὲρ τῆς τοῦ νοσήματος ἀπαλλαγῆς. Τίς οὖν περιέπεσε τῷ νοσήματι τούτῳ, καὶ ἀπηλλάγη ῥᾳδίως; Ὁ Ζακχαῖος ἐκεῖνος. Τί γὰρ τελώνου μᾶλλον φιλοχρήματον γένοιτ' ἄν; Ἀλλ' ἀθρόον ἐγένετο φιλόσοφος, καὶ πᾶσαν ἔσβεσε τὴν πυράν. Ὁ Ματθαῖος ὁμοίως· καὶ γὰρ καὶ οὗτος τελώνης ἦν, ἐν ἁρπαγῇ διηνεκεῖ ζῶν. Ἀλλὰ καὶ οὗτος ἀθρόον ἀπεδύσατο τὴν βλάβην, καὶ τὸ δίψος ἔσβεσε, καὶ πραγματείαν μετῆλθε πνευματικήν. Τούτους τοίνυν καὶ τοὺς κατ' αὐτοὺς ἐννοῶν, μηδὲ σὺ ἀπογνῷς. Ἂν γὰρ θέλῃς, δυνήσῃ ταχέως ἀνενεγκεῖν. Καὶ εἰ βούλει, κατὰ τὸν τῶν ἰα 61.94 τρῶν νόμον καὶ τὰ πρακτέα σοι μετὰ ἀκριβείας ὑπαγορεύσομεν. ∆εῖ τοίνυν πρὸ τῶν ἄλλων ἁπάντων ἐκεῖνο κατορθοῦν, τὸ μὴ ἀπογινώσκειν μηδὲ ἀπελπίζειν ἑαυτῶν τὴν σωτηρίαν· μετὰ τοῦτο μὴ τὰ τῶν κατωρθωκότων παραδείγματα μόνον, ἀλλὰ καὶ τὰ τῶν ἐναπομεινάντων παθήματα ἐνορᾷν. Ὥσπερ γὰρ ἐνενοήσαμεν τὸν Ζακχαῖον καὶ τὸν Ματθαῖον, οὕτω δὴ καὶ τὸν Ἰούδαν λογίσασθαι χρὴ, καὶ τὸν Γιεζῆ, καὶ τὸν Ἄχαρ, καὶ τὸν Ἀχαὰβ, καὶ τὸν Ἀνανίαν, καὶ τὴν Σάπφειραν· ἵνα δι' ἐκείνων μὲν τὴν ἀπόγνωσιν ἐκβάλωμεν, διὰ τούτων δὲ τὴν ῥᾳθυμίαν ἐκκόψωμεν, μηδὲ ὑπτία γένηται ἡ ψυχὴ πρὸς τὴν τῶν ὑπαγορευομένων παραίνεσιν· καὶ παιδεύσωμεν ἑαυτοὺς λέγειν, ἃ τότε τῷ Πέτρῳ προσελθόντες ἔλεγον οἱ Ἰουδαῖοι· Τί δεῖ ποιεῖν ἵνα σωθῶμεν; καὶ ἀκουέτωσαν ἃ χρὴ ποιεῖν. Τί οὖν χρὴ ποιεῖν; Εἰδέναι τὴν εὐτέλειαν τῶν πραγμάτων, καὶ πῶς δραπέτης οἰκέτης καὶ ἀγνώμων ἐστὶν ὁ πλοῦτος, καὶ μυρίοις περιβάλλει κακοῖς τοὺς ἔχοντας· καὶ τὰ τοιαῦτα αὐτοῖς συνεχῶς ἐπᾴδωμεν ῥήματα. Καὶ καθάπερ ἰατροὶ τοὺς κάμνοντας ψυχρὸν αἰτοῦντας παραμυθοῦνται, παρέχειν λέγοντες, καὶ πηγὴν προφασιζόμενοι καὶ ἄγγος καὶ καιρὸν καὶ πολλὰ τοιαῦτα (ἂν γὰρ ἀθρόον ἀνανεύσωσιν, ὑπὸ τῆς μανίας αὐτοὺς ἀγριοῦσθαι παρασκευάζουσι)· οὕτω δὴ καὶ ἡμεῖς πρὸς τοὺς φιλοχρημάτους ποιῶμεν· καὶ ὅταν λέγωσιν, ὅτι Πλουτῆσαι βουλόμεθα, μὴ λέγωμεν εὐθέως, ὅτι κακὸν ὁ πλοῦτος, ἀλλὰ συνθώμεθα, καὶ εἴπωμεν, ὅτι καὶ ἡμεῖς τοῦτο βουλόμεθα, ἀλλ' ἐν καιρῷ τῷ προσήκοντι, ἀλλὰ πλοῦτον ἀληθῆ, ἀλλὰ τὸν ἡδονὴν ἔχοντα ἀθάνατον, ἀλλὰ τὸν σοὶ συλλεγόμενον, καὶ μὴ ἑτέροις, πολλάκις δὲ καὶ ἐχθροῖς· καὶ τοὺς περὶ φιλοσοφίας λόγους εἰς μέσον ἄγωμεν, καὶ λέγωμεν, ὅτι Οὐ κελεύομεν μὴ πλουτεῖν, ἀλλὰ κακῶς μὴ πλουτεῖν· ἔξεστι γὰρ πλουτεῖν, ἀλλὰ χωρὶς πλεονεξίας, χωρὶς ἁρπαγῆς καὶ βίας καὶ τοῦ παρὰ πάντων ἀκούειν κακῶς. Καὶ τούτοις αὐτοὺς προλεαίνοντες τοῖς λόγοις, μηδέπω περὶ γεέννης διαλεγώμεθα· οὐ γὰρ ἀνέχεται ὁ κάμνων εὐθέως τῶν τοιούτων ῥημάτων. ∆ιόπερ ἀπὸ τῶν παρόντων ἅπαντας τοὺς περὶ τούτων ποιώμεθα λόγους, καὶ λέγωμεν Τί βούλει ἀπὸ πλεονεξίας πλουτεῖν; ἵνα ἑτέροις μὲν τὸ χρυσίον ἀποκέηται καὶ τὸ ἀργύριον, σοὶ δὲ ἀραὶ καὶ