1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

69

σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; καὶ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Εἰ γάρ ἐσμεν ἓν καὶ συνδεδέμεθα ἀλλήλοις, ἐπανίστασθαι ἀλλήλοις οὐ χρή. Ὁ ταπεινῶν γὰρ ἑαυτὸν ὑψωθήσεται, φησί· καὶ, Ὁ θέλων εἶναι πρῶτος πάντων, γενέσθω πάντων διάκονος. Ταῦτά ἐστιν ἃ γέγραπται. Ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. Πάλιν τοὺς διδασκάλους ἀφεὶς, τοῖς μαθηταῖς ἐπιτιμᾷ· ἐκεῖνοι γὰρ ἦσαν οἱ τούτους ἐπαίροντες. Καὶ ἄλλως δὲ οἱ ἄρχοντες οὐκ ἂν εὐκόλως ἐδέξαντο τὸν τοιοῦτον λόγον, διὰ τὸ τῆς δόξης ἐπιθυμεῖν τῆς ἔξωθεν· καὶ γὰρ ἦσαν πεπηρωμένοι τῷ πάθει· οἱ δὲ αὐτοὶ μὴ καρπούμενοι τὴν δόξαν, ἀλλ' ἑτέροις αὐτὴν παρέχοντες, καὶ εὐκολώτερον ἂν ἤνεγκαν τὴν νουθεσίαν, καὶ κυριώτεροι τῶν ἀρχόντων ἦσαν πρὸς τὸ λῦσαι τὸ νόσημα. Ἄρα καὶ τοῦτο φυσιώσεως, τὸ ὑπὲρ ἑτέρου ἐπαίρεσθαι, κἂν μὴ ἐπὶ τοῖς αὑτοῦ τις τοῦτο πάσχῃ. Ὥσπερ γὰρ ὁ ἐπὶ πλούτῳ μέγα φρονῶν ἀλλοτρίῳ, ἐξ ἀπονοίας αὐτὸ ποιεῖ· οὕτω καὶ ὁ ἐπὶ τῇ δόξῃ τοῦ ἑτέρου. Καὶ καλῶς φυσίωσιν ἐκάλεσεν. Ὅταν γὰρ ἐπαναστῇ τὸ μέλος τὸ ἓν, οὐδὲν ἕτερόν ἐστιν ἢ φλεγμονὴ καὶ νόσημα· ἄλλως γὰρ οὐ γίνεται ὑψηλότερον ἕτερον ἑτέρου μέλος, ἀλλ' ἢ ὅταν οἴδημα γένηται. Οὕτω τοίνυν καὶ ἐν τῷ σώματι τῆς Ἐκκλησίας ὁ φλεγμαίνων καὶ φυσιούμενος, αὐτὸς ἂν εἴη ὁ νοσῶν· οἰδεῖ γὰρ ὑπὲρ τὴν κοινὴν συμμετρίαν. Τοῦτο γάρ ἐστιν οἴδημα. Οὕτω καὶ ἐν τῷ σώματι γίνεται, ὅταν νόθος τις καὶ πονηρὸς ἐπιῤῥεύσῃ χυμὸς, ἀλλὰ μὴ ἡ εἰωθυῖα τροφή. Οὕτω καὶ ἀλαζονεία τίκτεται, ἀλλοτρίων ἡμῖν ἐπεισερχομένων λογισμῶν. Καὶ ὅρα πῶς κυρίως εἶπε· Μὴ φυσιοῦσθε. Τὸ γὰρ πεφυσημένον ὄγκον ἔχει πνεύματος ἐμπεπλησμένον χυμοῦ διεφθορότος. Ταῦτα δὲ λέγει, οὐ τὴν θεραπείαν ἐκκόπτων, ἀλλὰ τὴν ἐπὶ κακῷ θεραπείαν. Βούλει θεραπεύειν τὸν δεῖνα; Οὐ κωλύω· ἀλλὰ μὴ εἰς ἑτέρου λύμην. Οὐ γὰρ ἵνα κατ' ἀλλήλων συνταττώμεθα, διδάσκαλοι ἡμῖν ἐδόθησαν, ἀλλ' ἵνα πάντες ἀλλήλοις συναπτώμεθα. Καὶ γὰρ ὁ στρατηγὸς διὰ τοῦτο ἐπίκειται τῷ στρατοπέδῳ, ἵνα τοὺς κεχωρισμένους ἓν σῶμα ἐργάσηται· εἰ δὲ μέλλοι διασπᾷν τὸ στρατόπεδον, πολεμίου μᾶλλον ἢ στρατηγοῦ χώραν ἐπλήρωσε. Τίς γάρ σε διακρίνει; τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Λοιπὸν ἀφεὶς τοὺς ἀρχομένους, πρὸς τοὺς ἄρχοντας τρέπεται. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πόθεν δῆλον ὅτι ἄξιος εἶ τοῦ ἐπαινεῖσθαι; κρίσις γὰρ γέγονεν; ἐξέτασις προεχώρησε; δοκιμασία, βάσανος ἀκριβής; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν. Εἰ δὲ ἄνθρωποι ψηφίζονται, ἀλλ' οὐκ ὀρθὴ τούτων ἡ κρίσις. Θῶμεν δὲ, ὅτι καὶ ἄξιος ἐπαίνων εἶ, καὶ ἔχεις ὄντως τὸ χάρισμα, καὶ οὐ διέφθαρται τῶν ἀνθρώπων ἡ κρίσις· οὐδέ γε οὕτως ἐχρῆν μέγα φρονεῖν. Οὐδὲν γὰρ οἴκοθεν ἔχεις, ἀλλὰ παρὰ τοῦ Θεοῦ λαβών. Τί τοίνυν 61.98 ἔχειν προσποιῇ, ὅπερ οὐκ ἔχεις; Ἀλλ' ἔχεις τοῦτο σὺ, καὶ ἕτεροι μετὰ σοῦ. Οὐκοῦν λαβὼν ἔχεις, οὐχὶ τόδε καὶ τόδε, ἀλλὰ πάντα ὅσα ἔχεις. βʹ. Οὐ γὰρ σὰ κατορθώματα ταῦτα, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος. Κἂν τὴν πίστιν εἴπῃς, ἀπὸ τῆς κλήσεως γέγονε· κἂν τὴν ἄφεσιν εἴπῃς τῶν ἁμαρτημάτων, κἂν τὰ χαρίσματα κἂν τὸν διδασκαλικὸν λόγον, κἂν τὰς δυνάμεις, πάντα ἐκεῖθεν ἔλαβες. Τί τοίνυν ἔχεις, εἰπὲ, ὅπερ οὐχὶ λαβὼν ἔχεις, ἀλλ' αὐτὸς ἀπὸ σαυτοῦ κατώρθωσας; οὐκ ἂν ἔχοις εἰπεῖν. Ἀλλ' ἔλαβες, καὶ διὰ τοῦτο μέγα φρονεῖς; ∆ιὰ τοῦτο μὲν οὖν ἔδει συνεστάλθαι· οὐ γὰρ σόν ἐστι τὸ δοθὲν, ἀλλὰ τοῦ δεδωκότος. Εἰ γὰρ ἔλαβες, ἀλλὰ παρ' ἐκείνου ἔλαβες· εἰ δὲ παρ' ἐκείνου ἔλαβες, οὐ σὸν ἔλαβες· εἰ δὲ οὐ σὸν ἔλαβες, τί μέγα φρονεῖς, ὡς σὸν ἔχων; ∆ιὸ καὶ ἐπήγαγεν· Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Κατασκευάσας τοίνυν κατὰ συνδρομὴν τὸν λόγον, δείκνυσιν ὅτι καὶ πολλῶν αὐτοῖς δεῖ, καί φησιν, ὅτι Μάλιστα μὲν, εἰ καὶ πάντα ἐλάβετε, οὐκ ἔδει καυχᾶσθαι· οὐδὲν γὰρ ὑμέτερον· νυνὶ δὲ καὶ πολλῶν ἐστε ἔρημοι. Καὶ ἐν ἀρχῇ μὲν τοῦτο ᾐνίξατο εἰπών· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς· καὶ, Οὐδὲν ἔκρινα εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον· ἐνταῦθα δὲ ἐντρεπτικῶς ποιεῖ λέγων· Ἤδη κεκορεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε· τουτέστιν, Οὐδενὸς δεῖσθε λοιπὸν, τέλειοι γεγένησθε, τὴν κορυφὴν αὐτὴν κατέχετε, οὐδενὸς ἐν χρείᾳ