1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

70

καθεστηκέναι νομίζετε, οὔτε ἀποστόλων, οὔτε διδασκάλων. Ἤδη κεκορεσμένοι ἐστέ. Καὶ καλῶς τῷ Ἤδη ἐχρήσατο, ἀπὸ τοῦ χρόνου δεικνὺς τὸ ἀπίθανον αὐτῶν καὶ τὴν ἄλογον οἴησιν. ∆ιὸ καὶ κωμῳδῶν αὐτοὺς, ἔλεγεν· Οὕτω ταχέως πρὸς τὸ τέλος ἐφθάσατε, ὅπερ ἀδύνατον ἦν γενέσθαι διὰ τὸν καιρόν. Τὰ γὰρ τελειότερα ἐν τῷ μέλλοντι μένει· τὸ δὲ ἀπὸ ὀλίγων κορεσθῆναι, ψυχῆς ἐστιν ἀσθενοῦς· τὸ ἀπὸ ὀλίγων νομίζειν πλουτεῖν, ναυτιώσης καὶ ταλαιπώρου· ἀκόρεστον γὰρ ἡ εὐλάβεια· καὶ παιδικῆς διανοίας ἐστὶν ἀπὸ τῶν πρώτων νομίζειν τὸ πᾶν εἰληφέναι, καὶ οὐδέπω οὐδὲ ἐν προοιμίοις ὄντας ὡς τοῦ τέλους ἐπειλημμένους μέγα φρονεῖν. Εἶτα καὶ διὰ τῶν ἑξῆς ἐντρέπει μᾶλλον. Εἰπὼ γὰρ, Ἤδη κεκορεσμένοι ἐστὲ, ἐπήγαγεν· Ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Πολλῆς γέμει τῆς βαρύτητος ὁ λόγος. ∆ιὸ καὶ ἔσχατον αὐτὸν ἐπήγαγε μετὰ πολλὴν τὴν ἐπίπληξιν. Οὕτω γὰρ σεμνὴ γίνεται ἡ παραίνεσις καὶ εὐπαράδεκτος, ὅταν μετὰ τὰς κατηγορίας ἐπιφέρηται τὰ ἐντρεπτικὰ ῥήματα. Καὶ γὰρ τὴν ἀναίσχυντον ἱκανὸν τοῦτο ψυχὴν κατασχεῖν, καὶ πλῆξαι μειζόνως τῆς φανερᾶς κατηγορίας, καὶ διορθῶσαι τὴν ἀπὸ τῆς κατηγορίας μέλλουσαν γίνεσθαι ἀλγηδόνα τε καὶ ἀναισχυντίαν. Τὸ γὰρ δὴ θαυμαστὸν τῶν ἐντρεπτικῶν λόγων τοῦτο μάλιστά ἐστιν, ὅτι δύο κέκτηνται τἀναντία· καὶ τομὴν βαθυτέραν δίδωσι τῆς προφανοῦς διαβολῆς, καὶ τὸν ἐλεγχόμενον παρασκευάζει χαλεπώτερον τεμνόμενον καρτερῆσαι μειζόνως. Χωρὶς ἡμῶν ἐβασιλεύσατε. Πολλὴ ἔμφασις ἐνταῦθα καὶ πρὸς τοὺς διδασκάλους καὶ πρὸς τοὺς μαθητάς. Καὶ τὸ ἀσυνείδητον δὲ αὐτῶν δείκνυται καὶ τὸ σφόδρα ἀνόητον. Ὃ γὰρ λέγει, τοῦτό 61.99 ἐστιν· Ἐν μὲν τοῖς πόνοις φησὶν εἶναι πάντα κοινὰ καὶ ἡμῖν καὶ ὑμῖν, ἐν δὲ τοῖς ἐπάθλοις καὶ τοῖς στεφάνοις ὑμεῖς πρῶτοι. Ἀλλ' οὐκ ἀλγῶ ταῦτα λέγων· διὸ καὶ ἐπήγαγε· Καὶ ὄφελόν γε ἐβασιλεύσατε. Εἶτα, ἵνα μὴ δόξῃ εἰρωνεία τις εἶναι, ἐπήγαγεν· Ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Καὶ γὰρ ἂν, φησὶ, καὶ ἡμεῖς τούτων ἐπετύχομεν τῶν ἀγαθῶν. Εἶδες πῶς ὁμοῦ καὶ τὴν βαρύτητα καὶ τὴν κηδεμονίαν ἐνδείκνυται καὶ τὴν φιλόσοφον γνώμην; Ὅρα πῶς καθαιρεῖ καὶ τὸν τῦφον δι' ὧν ἐπάγει λέγων· ∆οκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους. Πολλὴν τὴν ἔμφασιν καὶ τὴν βαρύτητα ἐνδείκνυται πάλιν τῷ εἰπεῖν, Ἡμᾶς. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τὸ ἀξίωμα ἐπήγαγε, σφόδρα αὐτῶν καθικνούμενος· Ἡμᾶς, φησὶ, τοὺς ἀποστόλους· τοὺς τὰ μυρία ὑπομένοντας κακὰ, τοὺς σπείροντας τὸ κήρυγμα τῆς εὐσεβείας, τοὺς ἐπὶ τὴν φιλοσοφίαν ταύτην ὑμᾶς ἄγοντας· τούτους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, τουτέστιν, ὡς καταδίκους. Ἐπειδὴ γὰρ εἶπεν, Ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν, καὶ ἐχάλασε τῷ λόγῳ τὸ σφοδρόν· ἵνα μὴ αὐτοὺς ἐκλύσῃ, ἀναλαμβάνει πάλιν αὐτὸ μετὰ πλείονος βαρυθυμίας, καί φησι· ∆οκῶ γὰρ, ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους. Ὡς γὰρ ὁρῶ, φησὶ, καὶ ἐξ ὧν ὑμεῖς φατε, οἱ πάντων ἀτιμότεροι καὶ οἱ κατάδικοι ἡμεῖς ἐσμεν, οἳ εἰς τὸ πάσχειν ἀεὶ κακῶς προβεβλήμεθα· ὑμεῖς δὲ ἤδη βασιλείαν καὶ τιμὰς καὶ τὰ ἔπαθλα φαντάζεσθε. Βουλόμενος δὲ εἰς πλείονα ἀτοπίαν ἀπαγαγεῖν τὸν λόγον, καὶ δεῖξαι αὐτὸν ἀπίθανον μεθ' ὑπερβολῆς, οὐκ εἶπεν, ὅτι Ἁπλῶς ἡμεῖς ἐσμεν ἔσχατοι, ἀλλ', Ὁ Θεὸς ἡμᾶς ἐσχάτους ἐποίησε. Καὶ οὐκ ἠρκέσθη τῷ εἰπεῖν Ἐσχάτους, ἀλλὰ προσέθηκε καὶ Ἐπιθανατίους· ἵνα καὶ ὁ σφόδρα ἀνόητος συνειδῇ τῶν εἰρημένων τὸ ἀπίθανον, καὶ ὅτι ἀλγοῦντος ἦν τὰ λεγόμενα καὶ σφόδρα αὐτοὺς ἐντρέποντος. γʹ. Καὶ ὅρα Παύλου σύνεσιν. Ἀφ' ὧν ἑαυτὸν, ἡνίκα ἂν ᾖ καιρὸς, ἐπαίρει καὶ σεμνὸν δείκνυσι καὶ μέγαν ποιεῖ, ἀπὸ τούτων ἐκείνους ἐντρέπει νῦν, κατάδικον ἑαυτὸν καλῶν. Τοσοῦτόν ἐστι μετὰ τοῦ προσήκοντος καιροῦ πάντα ποιεῖν. Ἐπιθανατίους δὲ ἐνταῦθα τοὺς καταδίκους λέγει, καὶ μυρίων θανάτων ἀξίους. Ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Τί ἐστι, Θέατρον ἐγενήθημεν τῷ κόσμῳ; Οὐκ ἐν γωνίᾳ μιᾷ οὐδὲ ἐν μικρῷ τῆς οἰκουμένης μέρει ταῦτα πάσχομεν, φησὶν, ἀλλὰ πανταχοῦ καὶ