1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

71

ἐπὶ πάντων. Τί δέ ἐστι, Καὶ ἀγγέλοις; Ἀντὶ τοῦ, Ἔστι μὲν ἀνθρώποις εἶναι θέατρον, μηκέτι δὲ ἀγγέλοις, ὅταν εὐτελῆ τὰ γινόμενα ᾖ· τὰ δὲ ἡμῶν παλαίσματα τοιαῦτα, ὡς καὶ τῆς ἀγγελικῆς θεωρίας ἄξια εἶναι. Ὅρα ἀφ' ὧν ἑαυτὸν ἐξευτελίζει, πῶς πάλιν μέγαν δείκνυσιν· ἀφ' ὧν δὲ ἐκεῖνοι μέγα φρονοῦσι, πῶς αὐτοὺς εὐτελεῖς ἀποφαίνει. Ἐπειδὴ γὰρ τὸ μωροὺς εἶναι τοῦ φρονίμους φαίνεσθαι, καὶ τὸ ἀσθενεῖς εἶναι τοῦ ἰσχυροὺς γίνεσθαι, καὶ τὸ ἀτίμους εἶναι τοῦ ἐνδόξους καὶ περιφανεῖς εὐτελέστερον εἶναι ἐδόκει, καὶ τὰ μὲν ἐκείνοις μέλλει προσρίπτειν, τὰ δὲ αὐτὸς κατεδέξατο· δείκνυσιν ὅτι ταῦτα ἐκείνων ἀμείνω, εἴ γε διὰ ταῦτα μὴ μόνον ἀνθρώπων, ἀλλὰ καὶ αὐτῶν τῶν ἀγγέλων τὸν δῆμον πρὸς τὴν θεωρίαν ἐπέστρεψε τὴν ἑαυτῶν. Οὐ γὰρ πρὸς ἀνθρώπους ἡμῖν ἡ πάλη μόνον, ἀλλὰ καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις. ∆ιὰ τοῦτο καὶ μέγα θέατρον κάθηται. Ἡμεῖς 61.100 μωροὶ διὰ Χριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ. Πάλιν καὶ τοῦτο ἐντρεπτικῶς εἴρηκε, δεικνὺς ὅτι πρᾶγμά ἐστιν ἀδύνατον ταῦτα συμβῆναι τὰ ἐναντία, καὶ οὐκ ἔστιν ἐν τοῖς αὐτοῖς τὰ τοσοῦτον ἀλλήλων ἀπέχοντα συνελθεῖν. Πῶς γὰρ ἔνι, φησὶν, ὑμᾶς μὲν φρονίμους εἶναι, ἡμᾶς δὲ μωροὺς ἐν τοῖς κατὰ Χριστὸν πράγμασιν; Ἐπειδὴ γὰρ αὐτοὶ μὲν ἐτύπτοντο καὶ κατεφρονοῦντο καὶ ἠτιμάζοντο καὶ οὐδὲν εἶναι ἐνομίζοντο, ἐκεῖνοι δὲ τιμῆς ἀπέλαυον, καὶ σοφοί τινες καὶ συνετοὶ παρὰ πολλοῖς ὑπωπτεύοντο, διὰ τοῦτο ταῦτά φησιν, ὅτι Πῶς ἔνι τοὺς τὰ τοιαῦτα κηρύττοντας, ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύεσθαι εἶναι; Ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί. Τουτέστιν, Ἡμεῖς ἐλαυνόμεθα, διωκόμεθα· ὑμεῖς δὲ ἀδείας ἀπολαύετε καὶ θεραπείας πολλῆς. Ἀλλ' οὐκ ἀνέχεται τοῦ κηρύγματος ἡ φύσις. Ἡμεῖς ἄτιμοι, ὑμεῖς δὲ ἔνδοξοι. Ἐνταῦθα πρὸς τοὺς εὐγενεῖς ἀποτείνεται καὶ μέγα φρονοῦντας ἐπὶ τοῖς ἔξωθεν. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί. Τουτέστιν, Οὐ παλαιὰ διηγοῦμαι πράγματα, ἀλλ' ἅπερ καὶ ὁ παρών μοι καιρὸς μαρτυρεῖ. Τῶν γὰρ ἀνθρωπίνων ἡμῖν λόγος οὐδεὶς οὐδὲ τῆς ἔξωθεν περιφανείας, ἀλλὰ πρὸς τὸν Θεὸν ἀφορῶμεν μόνον· ὃ δὴ καὶ ἡμᾶς πράττειν πανταχοῦ ἀναγκαῖον. Οὐ γὰρ δὴ ἄγγελοι θεωροῦσι μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνων ὁ ἀγωνοθέτης. Μὴ τοίνυν ἑτέρων δεόμεθα ἐπαινετῶν. Τοῦτο γὰρ ἐκεῖνόν ἐστιν ὑβρίσαι, ὅταν ὡς οὐκ ἀρκοῦντα πρὸς τὸ θαυμάσαι παρατρέχοντες, ἐπὶ τοὺς συνδούλους σπεύδωμεν. Καθάπερ γὰρ οἱ ἐν μικρῷ θεάτρῳ ἀγωνιζόμενοι μέγα ζητοῦσιν, ὡς οὐκ ἀρκοῦντος αὐτοῖς πρὸς ἐπίδειξιν ἐκείνου· οὕτω καὶ οἱ ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ ἀγωνιζόμενοι, εἶτα τὴν παρὰ ἀνθρώποις ζητοῦντες εὐφημίαν, τὴν μείζονα ἀφέντες καὶ τῆς ἐλάττονος ἐφιέμενοι, μεγάλην ἑαυτοῖς ἐπισπῶνται κόλασιν. Τοῦτο γοῦν ἄνω καὶ κάτω πάντα πεποίηκε, τοῦτο συνετάραξε τὴν οἰκουμένην ἅπασαν, ὅτι πρὸς ἀνθρώπους βλέποντες ἅπαντα πράττομεν, κἀν τοῖς ἀγαθοῖς οὐδὲν ἡγούμεθα τὸ τὸν Θεὸν ἔχειν θαυμαστὴν, ἀλλ' ἐπιζητοῦμεν τὴν παρὰ τοῖς ὁμοδούλοις εὐδοκίμησιν· κἀν τοῖς ἐναντίοις πάλιν αὐτοῦ καταφρονήσαντες, ἀνθρώπους δεδοίκαμεν. Καίτοι γε αὐτοὶ μεθ' ἡμῶν στήσονται ἐπὶ τοῦ βήματος ἐκείνου, οὐδὲν ἡμᾶς ὠφελοῦντες· ὁ δὲ Θεὸς, οὗ καταφρονοῦμεν νῦν, αὐτὸς οἴσει τὴν ψῆφον ἡμῖν. Ἀλλ' ὅμως, καὶ ταῦτα εἰδότες, πρὸς ἀνθρώπους ἔτι κεχήναμεν, ὅπερ ἐστὶν ἁμάρτημα πρῶτον. Καὶ ἀνθρώπου μὲν ὁρῶντος, οὐκ ἄν τις ἕλοιτο πορνεύειν, ἀλλὰ κἂν μυριάκις φλέγηται τῷ κακῷ, νικᾶται τοῦ πάθους ἡ τυραννὶς ὑπὸ τῆς τῶν ἀνθρώπων αἰδοῦς· τοῦ Θεοῦ δὲ ὁρῶντος, οὐχὶ μοιχεύουσιν οὐδὲ πορνεύουσι μόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ χαλεπώτερα πολλοὶ τετολμήκασι καὶ τολμῶσι. Τοῦτο οὖν μόνον οὐχ ἱκανὸν μυρίους ἄνωθεν σκηπτοὺς κατενεγκεῖν; Καὶ τί λέγω μοιχείας καὶ πορνείας; Τὰ γὰρ πολλῷ τούτων ἐλάττω ἐπὶ μὲν ἀνθρώπων δεδοίκαμεν πράττοντες· Θεοῦ δὲ ὁρῶντος, οὐκέτι. ∆ιὰ δὴ τοῦτο πάντα ἐτέχθη τὰ κακὰ, ὅτι ἐν τοῖς ὄντως κακοῖς οὐ τὸν Θεὸν, ἀλλὰ τοὺς ἀνθρώπους αἰδούμεθα. ∆ιά τοι τοῦτο καὶ τὰ ὄντως ἀγαθὰ, οὐ δοκοῦντα εἶναι τοιαῦτα τοῖς πολλοῖς, φεύγομεν, οὐ τὴν τῶν πραγμάτων