72
ἐξετάζοντες φύσιν, ἀλλὰ πρὸς τὴν δόξαν τῶν πολλῶν ἀποβλέποντες. δʹ. Καὶ ἐπὶ τῶν κακῶν τὸ αὐτὸ τοῦτο πάσχοντες πά 61.101 λιν, οὐκ ὄντα οὖν τινα ἀγαθὰ καὶ καλὰ εἶναι δοκοῦντα τοῖς πολλοῖς, ὡς ἀγαθὰ ἀπὸ τῆς αὐτῆς συνηθείας διώκομεν· ὥστε ἑκατέρωθεν φθείρεσθαι. Τάχα πολλοῖς ἀσαφέστερον εἶναι δοκεῖ τὸ λεχθέν· οὐκοῦν ἀνάγκη αὐτὸ σαφέστερον εἰπεῖν. Ὅταν πορνεύωμεν (δεῖ γὰρ ἀπὸ τῶν εἰρημένων ἄρξασθαι), ἀνθρώπους φοβούμεθα μᾶλλον, ἢ τὸν Θεόν. Ἐπεὶ οὖν οὕτως ἑαυτοὺς ὑπεθήκαμεν ἐκείνοις, καὶ δεσπότας ἡμῶν αὐτοὺς ἐποιήσαμεν, πολλὰ δὲ τοῖς δεσπόταις τούτοις καὶ ἄλλα δοκεῖ εἶναι κακὰ οὐκ ὄντα κακὰ, κἀκεῖνα φεύγομεν πάλιν ὁμοίως. Οἷον τὸ ἐν πενίᾳ ζῇν πολλοῖς δοκεῖ εἶναι αἰσχρόν· καὶ φεύγομεν τὴν πενίαν, οὐκ ἐπειδή ἐστιν αἰσχρὸν, οὐδὲ ἐπειδὴ τοῦτο πεπείσμεθα, ἀλλ' ἐπειδὴ τοῖς δεσπόταις ἡμῶν εἶναι δοκεῖ τοῦτο αἰσχρὸν, κἀκείνους δεδοίκαμεν. Πάλιν τὸ ἀτιμάζεσθαι καὶ εὐκαταφρόνητον εἶναι καὶ πάσης ἐκτὸς δυναστείας, δοκεῖ τοῖς πολλοῖς ὁμοίως εἶναι αἰσχύνης πολλῆς καὶ εὐτελείας. Τοῦτο πάλιν φεύγομεν, οὐδὲ αὐτοῦ καταγινώσκοντες, ἀλλὰ διὰ τὴν τῶν δεσποτῶν ἡμῶν ψῆφον. Πάλιν καὶ ἐκ τοῦ ἐναντίου τὴν αὐτὴν ὑπομένομεν λύμην· τὸ γὰρ πλουτεῖν ἀγαθὸν εἶναι δοκεῖ, καὶ ὁ τῦφος καὶ αἱ δόξαι καὶ τὸ περίβλεπτον εἶναι· καὶ τοῦτο πάλιν διώκομεν, οὐδὲ ἐνταῦθα τὴν τῶν πραγμάτων ἐπισκεψάμενοι φύσιν ὅτι καλὴ, ἀλλ' ἀπὸ τῆς δόξης τῶν δεσποτῶν ἡμῶν πεπεισμένοι. ∆εσπότης γὰρ ἡμῶν ὁ δῆμός ἐστι· καὶ ὁ πολὺς ὄχλος δεσπότης ὠμὸς καὶ τύραννος χαλεπός. Οὐδὲ γὰρ ἐπιταγῆς αὐτῷ δεῖ πρὸς τὸ ἀκουσθῆναι παρ' ἡμῶν, ἀλλ' ἀρκεῖ μόνον ἡμᾶς εἰδέναι τί βούλεται, καὶ χωρὶς ἐπιτάγματος εἴκομεν· τοσαύτῃ εὐνοίᾳ περὶ αὐτὸν κεχρήμεθα. Καὶ ὁ μὲν Θεὸς καθ' ἑκάστην ἀπειλῶν καὶ νουθετῶν τὴν ἡμέραν, οὐκ ἀκούεται· ὁ δὲ πολὺς ὄχλος καὶ ἄτακτος καὶ συρφετώδης οὐδὲ ἐπιταγῆς χρείαν ἔχει, ἀλλ' ἀρκεῖ μόνον δεῖξαι τίσιν ἀρέσκεται, καὶ πάντα ὑπακούομεν εὐθέως. Καὶ πῶς ἄν τις τούτους, φησὶν, ἀποφύγῃ τοὺς δεσπότας; Εἰ μεῖζον αὐτῶν φρόνημα λάβοι, εἰ τὴν τῶν πραγμάτων ἐπισκέψαιτο φύσιν, εἰ καταγνοίη τῆς τῶν πολλῶν ψήφου, εἰ πρὸ τῶν ἄλλων ἁπάντων ἐν τοῖς ὄντως αἰσχροῖς παιδεύσει ἑαυτὸν μὴ ἀνθρώπους, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν δεδοικέναι, καὶ ἐν τοῖς ἀγαθοῖς πάλιν τοὺς παρ' ἐκείνου στεφάνους ζητεῖν. Οὕτω γὰρ οὐδὲ ἐν τοῖς ἄλλοις αὐτῶν ἀνεξόμεθα. Ὁ γὰρ, ἡνίκα ἂν κατορθοῖ, μὴ ἀξίους κρίνας ἐκείνους εἰδέναι αὐτοῦ τὰ κατορθώματα, ἀλλ' ἀρκούμενος τῇ τοῦ Θεοῦ ψήφῳ, οὐδὲ ἐν τοῖς ἐναντίοις λόγον αὐτῶν ἕξει τινά. Καὶ πῶς αὐτὸ τοῦτο ἔσται, φησίν; Ἐννόησον τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ τίνα ἀφεὶς τίνι προσφεύγεις, καὶ ταχέως διορθώσῃ τὸ πᾶν. Ἄνθρωπος ὑπὸ τὴν αὐτὴν ἁμαρτίαν σοὶ κεῖται καὶ τὴν κρίσιν καὶ τὴν κόλασιν· ἄνθρωπος ματαιότητι ὡμοιώθη, καὶ κρίσιν ὀρθὴν οὐκ ἔχει, καὶ δεῖται τῆς ἄνωθεν διορθώσεως· ἄνθρωπος, γῆ καὶ σποδὸς, κἂν ἐπαινέσῃ, πολλάκις ἁπλῶς ἐπαινέσεται, ἢ πρὸς χάριν, ἢ πρὸς ἀπέχθειαν· κἂν διαβάλῃ καὶ κατηγορήσῃ, πάλιν ἀπὸ τῆς αὐτῆς τοῦτο ἐργάσεται γνώμης. Ἀλλ' οὐχ ὁ Θεὸς οὕτως, ἀλλ' ἄληπτος ἡ ψῆφος αὐτοῦ, καὶ καθαρὰ ἡ κρίσις αὐτοῦ. Καὶ χρὴ διὰ ταῦτα ἀεὶ πρὸς αὐτὸν καταφεύγειν· οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλ' ὅτι καὶ αὐτὸς ἐποίησε, καὶ φείδεταί σου μάλιστα πάντων, καὶ αὐτοῦ σοῦ μᾶλλόν σε ἀγαπᾷ. Τί τοίνυν ἀφέντες ἔχειν θαυμαστὸν ἐπαινέτην, πρὸς ἄνθρωπον καταφεύγομεν, τὸν οὐδὲν, τὸν εἰκῆ, τὸν ἁπλῶς; Πονηρόν σε λέγει καὶ μιαρὸν οὐκ ὄντα τοιοῦτον; Ταύτῃ μᾶλλον αὐτὸν ἐλέησον, καὶ δάκρυσον ὅτι διέφθαρται, καὶ καταφρόνησον αὐτοῦ τῆς δόξης, ὅτι πεπήρωται αὐτοῦ τὰ τῆς διανοίας ὄμματα· ἐπεὶ καὶ οἱ ἀπόστολοι ταῦτα ἤκου 61.102 σαν, καὶ κατεγέλων τῶν διαβαλλόντων. Ἀλλ' ἀγαθόν σε λέγει καὶ χρηστόν; Ἂν μὲν τοιοῦτος ᾖς, μηδόλως χαυνωθῇς ὑπὸ τῆς δόξης· ἂν δὲ μὴ ᾖς τοιοῦτος, πλέον καταφρόνησον, καὶ χλευασίαν τὸ πρᾶγμα εἶναι νόμιζε. Βούλει μαθεῖν τῶν πολλῶν τὰς κρίσεις, πῶς εἰσὶ διεφθαρμέναι καὶ ἄχρηστοι καὶ γέλωτος ἄξιαι, καὶ αἱ μὲν μεμηνότων καὶ ἐξεστηκότων, αἱ δὲ παίδων ὑποτιτθίων; Ἄκουσον ἄνωθεν. Ἐρῶ δέ