1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

75

τῇ τῶν ὀνειδῶν καὶ τῇ τῶν αἰσχρῶν ῥημάτων φιλοτιμίᾳ, δι' ὧν καταισχύνουσι τοὺς συνιόντας, κἀκεῖνοι νικήσαντες ἀπῆλθον, ὅσοι πλείονα τὰ ὀνείδη καὶ μείζονα τὰ αἰσχρὰ προσέῤῥιψαν. Καὶ οἶδα μὲν ὅτι φορτικός τίς εἰμι καὶ ἐπαχθὴς καὶ δύσκολος, ὡς ἡδονήν τινα περικόπτων τοῦ βίου. ∆ιὰ γὰρ τοῦτο πενθῶ, ὅτι τὰ ἀηδῆ ἡδονή τις εἶναι νενόμισται. Πῶς γὰρ οὐκ ἀηδὲς, εἰπέ μοι, τὸ ὑβρίζεσθαι καὶ λοιδορεῖσθαι, τὸ παρὰ πάντων ἀτιμάζεσθαι μετὰ τῆς νύμφης; Κἂν μὲν εἷς τις τῆς ἀγορᾶς τὴν συνοικοῦσαν εἴπῃ κακῶς, μυρία κινεῖς πράγματα, καὶ ἀβίωτον εἶναι τὸν βίον νομίζεις· τῆς δὲ πόλεως παρούσης ἁπάσης ἀσχημονῶν μετὰ τῆς συνοικεῖν μελλούσης, χαίρεις καὶ καλλωπίζῃ; καὶ πόσης ταῦτα μανίας; Ἀλλὰ συνήθεια τὸ πρᾶγμά ἐστι, φησί. ∆ιὰ γὰρ τοῦτο θρηνεῖν μάλιστα ἄξιον, ὅτι ἐν συνηθεία τὸ πρᾶγμα κατέκλεισεν ὁ διάβολος. Ἐπειδὴ γὰρ ὁ γάμος πρᾶγμά ἐστι σεμνὸν, καὶ τὸ γένος ἡμῶν συγκροτοῦν, καὶ πολλῶν αἴτιον ἀγαθῶν, δακνόμενος ὁ πονηρὸς ἐκεῖνος, καὶ εἰδὼς ὅτι κατὰ τῆς πορνείας ἐπιτετείχισται, ἑτέρως πορνείαν ἐπεισάγει πᾶσαν. Πολλαὶ γοῦν ἐν ταῖς τοιαύταις συνόδοις καὶ κατῃσχύνθησαν παρθένοι· εἰ δὲ μὴ πανταχοῦ, ἀλλ' ἀρκεῖ τῷ δαίμονι τέως ἐκεῖνα τὰ ῥήματα καὶ τὰ ᾄσματα ἐκεῖνα τὰ πονηρὰ, καὶ παραδειγματίσαι τὴν νύμφην, καὶ ἐκπομπεῦσαι τὸν νυμφίον διὰ τῆς ἀγορᾶς. Εἶτ' ἐπειδήπερ ἐν ἑσπέρᾳ ταῦτα γίνεται, ἵνα μηδὲ τὸ σκότος παραπέτασμα ᾖ τῶν κακῶν τούτων, ἐπεισάγονται λαμπάδες πολλαὶ οὐκ ἐῶσαι λαν 61.105 θάνειν τὴν ἀσχημοσύνην. Τί γὰρ ὁ πολὺς ὄχλος βούλεται; τί δὲ ἡ μέθη; τί δὲ αἱ σύριγγες; οὐκ εὔδηλον ὅτι ἵνα μηδὲ οἱ ἐν ταῖς οἰκίαις ὄντες, καὶ βαπτιζόμενοι ὕπνῳ βαθεῖ, ταῦτα ἀγνοῶσιν, ἀλλ' ὑπὸ τῆς σύριγγος διεγειρόμενοι, καὶ ἄνωθεν ἀπὸ τῶν δρυφάκτων κατακύπτοντες, μάρτυρες γένωνται τῆς κωμῳδίας ἐκείνης; Τί ἄν τις εἴποι τὰς ᾠδὰς αὐτὰς, αἳ πάσης γέμουσιν ἀκολασίας, ἔρωτας ἀτόπους καὶ μίξεις παρανόμους καὶ οἰκιῶν ἀνατροπὰς καὶ μυρίας ἐπεισάγουσαι τραγῳδίας, καὶ πολὺ τὸ τοῦ φίλου καὶ ἐρῶντος ὄνομα ἔχουσαι, καὶ τὸ τῆς φίλης καὶ ἐρωμένης; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ παρθένοι παραγίνονται τούτοις, πᾶσαν ἀποδυσάμεναι τὴν αἰδὼ, εἰς τὴν τῆς νυμφευομένης τιμὴν, μᾶλλον δὲ ὕβριν, καὶ τὴν ἑαυτῶν προπίνουσαι σωτηρίαν, καὶ μεταξὺ νέων ἀκολάστων ἀσχημονοῦσαι τοῖς ἀτάκτοις ᾄσμασι, τοῖς αἰσχροῖς ῥήμασι, τῇ σατανικῇ συμφωνίᾳ. Ἔτι οὖν ἐρωτᾷς, εἰπέ μοι, πόθεν μοιχεῖαι; πόθεν πορνεῖαι; πόθεν διαφθοραὶ γάμων; Ἀλλ' οὐκ εὐγενεῖς οὐδὲ εὐσχήμονες ταῦτα πράττουσι, φησί. Πῶς οὖν ἐμοῦ καταγελᾷς, αὐτὸς πρὸ ἐμοῦ τὸν νόμον τοῦτον εἰδώς; Εἰ γὰρ καλὰ τὰ γινόμενα, ἔασον κἀκείνας ταῦτα ποιεῖν. Μὴ γὰρ, ἐπειδὴ πενίᾳ συζῶσιν αὗται, οὐχὶ καὶ αὐταὶ παρθένοι εἰσὶ, καὶ σωφροσύνης ἐπιμελεῖσθαι καὶ αὐτὰς χρή; Νῦν δὲ ὀρχεῖται παρθένος ἐν κοινῷ θεάτρῳ νέων ἀκολάστων, εἰπέ μοι, καὶ οὐ δοκεῖ σοι τῆς πόρνης εἶναι ἀτιμοτέρα; Εἰ δὲ λέγεις, ὅτι θεραπαινίδες ταῦτα ἐργάζονται, οὐδὲ οὕτως ἀφίημί σε τῆς κατηγορίας· οὐδὲ γὰρ ταύταις ἐπιτετράφθαι ἐχρῆν. ηʹ. Ἀπὸ γὰρ τούτων πάντα τίκτεται τὰ κακὰ, ὅτι τῆς οἰκετίας οὐδένα ποιούμεθα λόγον· ἀλλ' ἀρκεῖ εἰς καταφρόνησιν τὸ εἰπεῖν, ὅτι ∆οῦλός ἐστι καὶ εἰσὶ θεραπαινίδες· καίτοι γε καθ' ἑκάστην ἡμέραν ἀκούοντες, ὅτι Ἐν Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος. Σὺ δὲ ἵππου μὲν οὐ καταφρονεῖς οὐδὲ ὄνου, ἀλλὰ πάντα ποιεῖς ὥστε μὴ γενέσθαι φαύλους· δούλων δὲ τῶν ὁμοψύχων ὑπερορᾷς; Καὶ τί λέγω δούλων, ὅπου γε καὶ παίδων καὶ θυγατέρων; Τί δὴ μετὰ ταῦτα; Ἀνάγκη λύπην εὐθέως ἐπεισιέναι, πάντων ἐκείνων καθαιρουμένων· πολλάκις δὲ καὶ ζημίαν τίκτεσθαι μεγίστην, ἐν τῷ πλήθει καὶ τῷ θορύβῳ πολυτίμων τινῶν ἀπολλυμένων χρυσίων. Εἶτα μετὰ τὸν γάμον εἴ ποτε γένοιτο παιδίον, καὶ ἐνταῦθα πάλιν τὴν αὐτὴν ἄνοιαν ὀψόμεθα, καὶ πολλὰ σύμβολα γέλωτος γέμοντα. Καὶ γὰρ ἡνίκα ἂν καλεῖσθαι τὸ παιδίον δέῃ, ἀφέντες ἀπὸ τῶν ἁγίων αὐτὸ καλεῖν, ὡς οἱ παλαιοὶ τὸ πρῶτον ἐποίουν, λύχνους ἅψαντες καὶ ὀνόματα αὐτοῖς ἐπιτιθέντες, τῷ διαρκέσαντι μέχρι πολλοῦ τὸ παιδίον ποιοῦσιν ὁμώνυμον, ἐντεῦθεν πολὺν αὐτὸ στοχαζόμενοι βιώσεσθαι χρόνον. Εἶτα ἐπειδὰν συμβῇ πολλάκις