1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

76

αὐτὸ ἄωρον ὑποστῆναι θάνατον (συμβαίνει δὲ πολλάκις), πολὺς ἕψεται παρὰ τοῦ διαβόλου γέλως, ὅτι ὡσεὶ παῖδας ἀνοήτους διέπαιξε. Τί ἄν τις εἴποι τὰ περίαπτα καὶ τοὺς κώδωνας τοὺς τῆς χειρὸς ἐξηρτημένους καὶ τὸν κόκκινον στήμονα, καὶ τὰ ἄλλα τὰ πολλῆς ἀνοίας γέμοντα, δέον μηδὲν ἕτερον τῷ παιδὶ περιτιθέναι, ἀλλ' ἢ τὴν ἀπὸ τοῦ σταυροῦ φυλακήν; Νῦν δὲ οὗτος μὲν καταπεφρόνηται ὁ τὴν οἰκουμένην ἐπιστρέψας ἅπασαν, καὶ χαλεπὴν δοὺς τῷ διαβόλῳ πληγὴν, καὶ πᾶσαν αὐτοῦ καταστρέψας τὴν δύναμιν· κρόκη δὲ καὶ στήμων καὶ 61.106 τὰ ἄλλα περιάμματα τὰ τοιαῦτα τοῦ παιδίου ἐμπιστεύονται τὴν ἀσφάλειαν. Εἴπω τι τούτου καταγελαστότερον ἕτερον; Ἀλλὰ μηδεὶς ἀκαιρίαν ἡμῶν καταγινωσκέτω, εἰ καὶ μέχρι τούτων πρόεισιν ὁ λόγος. Ὁ γὰρ τὴν σηπεδόνα καθᾶραι βουλόμενος, οὐ παραιτήσεται προτέρας τὰς ἑαυτοῦ μολῦναι χεῖρας. Τί δήποτ' οὖν τοῦτό ἐστι τὸ καταγέλαστον; Ὃ μηδὲν μὲν εἶναι δοκεῖ (διὰ γὰρ τοῦτο στένω), ἀρχὴ δέ ἐστι παραφροσύνης καὶ παρανοίας ἐσχάτης. Βόρβορον αἱ γυναῖκες ἐν τῷ βαλανείῳ λαμβάνουσαι τροφοὶ καὶ θεραπαινίδες, καὶ τῷ δακτύλῳ χρίσασαι, κατὰ τοῦ μετώπου τυποῦσι τοῦ παιδίου· κἂν ἔρηταί τις, Τί βούλεται ὁ βόρβορος, τί δὲ ὁ πηλός; Ὀφθαλμὸν πονηρὸν ἀποστρέφει, φησὶ, καὶ βασκανίαν καὶ φθόνον. Βαβαὶ τῆς ἰσχύος τοῦ βορβόρου καὶ τῆς τοῦ πηλοῦ δυνάμεως, ἡλίκην ἔχει τὴν ἰσχύν! Ὁλόκληρον τοῦ διαβόλου παράταξιν ἀποστρέφει. Οὐκ ἐγκαλύψεσθε, εἰπέ μοι; οὐ συνήσετε ὀψέ ποτε τὰς παγίδας τὰς διαβολικὰς, πῶς ἐκ πρώτης ἡλικίας κατὰ μικρὸν ἐπεισάγει τὰς παρ' ἑαυτοῦ μηχανὰς ὁ διάβολος; Εἰ γὰρ ὁ βόρβορος τοῦτο ποιεῖ, διὰ τί μὴ καὶ σὺ τοῦτο ποιεῖς ἐπὶ τοῦ σαυτοῦ μετώπου, ἀνὴρ ὢν καὶ ἐν ἕξει γεγονὼς, καὶ μᾶλλον τοῦ παιδίου τοὺς φθονοῦντας ἔχων; διὰ τί μὴ καὶ ὅλον βορβοροῖς τὸ σῶμα; εἰ γὰρ ἐπὶ τοῦ μετώπου τοσαύτην ἔχει τὴν ἰσχὺν, τίνος ἕνεκεν οὐχ ὅλον σεαυτὸν βορβόρῳ καταχρίεις; Γέλως ταῦτα καὶ κωμῳδία σατανικὴ, οὐκ εἰς χλευασίαν μόνον, ἀλλὰ καὶ εἰς γέενναν καταστρέφουσα τοὺς ἀπατωμένους. Καὶ τὸ μὲν παρ' Ἕλλησι ταῦτα γίνεσθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ παρὰ τοῖς τὸν σταυρὸν προσκυνοῦσι, καὶ μυστηρίων ἀποῤῥήτων κεκοινωνηκόσι, καὶ τοσαῦτα φιλοσοφοῦσι ταύτην κρατεῖν τὴν ἀσχημοσύνην, τοῦτ' ἔστι τὸ πολλῶν θρήνων ἄξιον. Ὁ Θεός σε μύρῳ ἐτίμησε πνευματικῷ, καὶ σὺ βορβόρῳ μολύνεις τὸ παιδίον; ὁ Θεός σε ἐτίμησε, σὺ δὲ σαυτὸν ἀτιμάζεις; καὶ δέον τὸν σταυρὸν ἐπιγράφειν τῷ μετώπῳ, τὴν ἀσφάλειαν ἄμαχον παρέχοντα· σὺ δὲ ταῦτα ἀφεὶς, ἐπὶ τὴν σατανικὴν ἄνοιαν καταπίπτεις; Εἰ δέ τισι ταῦτα μικρὰ εἶναι δοκεῖ, μανθανέτωσαν, ὅτι μεγάλων ἐστὶν αἴτια κακῶν, καὶ ὅτι οὐδὲ τῷ Παύλῳ τὰ μικρὰ παρορᾷν ἔδοξε. Τί γὰρ, εἰπέ μοι, τοῦ καλύπτεσθαι ἄνθρωπον τὴν κεφαλὴν μικρότερον, Ἀλλ' ὅρα πόσην ὑπὲρ τούτου ποιεῖται σπουδὴν, καὶ μεθ' ὅσης ἀπαγορεύει σφοδρότητος, ἄλλα τε πολλὰ λέγων, καὶ ὅτι καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. Εἰ δὲ ὁ κατακαλυπτόμενος καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, ὁ βορβόρῳ χρίων, πῶς οὐχὶ καὶ βδελυκτὸν ποιεῖ τὸ παιδίον; πῶς γὰρ αὐτὸ προσάγει ταῖς χερσὶ τοῦ ἱερέως, εἰπέ μοι; πῶς ἀξιοῖς ἐπὶ τοῦ μετώπου σφραγῖδα ἐπιτεθῆναι παρὰ τῆς τοῦ πρεσβυτέρου χειρὸς, ἔνθα τὸν βόρβορον ἐπέχρισας; Μὴ ταῦτα, μὴ, ἀδελφοὶ, ἀλλ' ἐκ πρώτης ἡλικίας πνευματικοῖς αὐτὰ περιφράττετε ὅπλοις, καὶ τῇ χειρὶ παιδεύετε σφραγίζειν τὸ μέτωπον· καὶ πρὶν ἢ δυνηθῆναι τῇ χειρὶ τοῦτο ποιεῖν, αὐτοὶ ἐντυποῦτε αὐτοῖς τὸν σταυρόν. Τί ἄν τις εἴποι τὰς ἑτέρας παρατηρήσεις τὰς σατανικὰς ἐπὶ τῶν ὠδίνων καὶ τῶν τοκετῶν, ἃς αἱ μαῖαι ἐπὶ κακῷ τῆς ἑαυτῶν ἐπεισάγουσι κεφαλῆς; τὰς ἐπὶ τοῦ θανάτου καὶ τῆς καθ' ἕκαστον ἐκφορᾶς τὰς οἰμωγὰς, τοὺς κωκυτοὺς τοὺς ἀλόγους, τὴν ἐν τοῖς τάφοις ἄνοιαν, τὴν περὶ τὰ μνήματα σπουδὴν, τὸν ἄκαιρον καὶ καταγέλαστον τῶν θρηνῳδῶν γυναικῶν ἐσμὸν, τὰς τῶν ἡμερῶν παρατηρήσεις, τῶν εἰσόδων καὶ τῶν ἐξόδων; Τούτων οὖν, εἰπέ μοι, τὴν δόξαν θη 61.107 ρᾷς; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα ἀνοίας, ἀνθρώπων οὕτω διεφθαρμένων τὰς γνώμας, καὶ πάντα ὡς ἔτυχε ποιούντων, τὴν δόξαν ἐπιζητεῖν,