1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

82

ἐπαιτούντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ τὸν Θεὸν ἀνυμνοῦσι, καὶ ἐλέου φθέγγονται ῥήματα καὶ φιλοσοφίας πολλῆς· διὸ καὶ ἐλεοῦμεν αὐτοὺς, καὶ χεῖρα ὀρέγομεν, καὶ οὐδέποτε ἐγκαλοῦμεν. Οἱ δὲ πλουτοῦντες κακῶς, ὠμότητος καὶ ἀπανθρωπίας, ἁρπαγῆς καὶ σατανικῆς ἐπιθυμίας ἐρεύγονται λόγους· διὸ καὶ παρὰ πᾶσίν εἰσι μισητοὶ καὶ καταγέλαστοι. Σκόπει δὲ, τί παρὰ πᾶσιν ἀνθρώποις αἰσχρὸν εἶναι δοκεῖ, τὸ παρὰ τῶν πλουτούντων αἰτεῖν, ἢ τὸ παρὰ τῶν ἀπόρων; Παντί που δῆλον, ὅτι τὸ παρὰ τῶν ἀπόρων. Τοῦτο τοίνυν οἱ πλουτοῦντες ποιοῦσιν· οὐ γὰρ ἂν τολμήσαιεν τοῖς πλουσιωτέροις προσελθεῖν. Οἱ δὲ ἐπαιτοῦντες, παρὰ τῶν εὐπόρων· οὐ γὰρ τὸν ἐπαίτην ὁ ἐπαίτης αἰτήσει, ἀλλὰ τὸν εὔπορον· ὁ δὲ πλούσιος τὸν πένητα σπαράττει. Πάλιν τί σεμνότερον, εἰπέ μοι, παρὰ ἑκόντων λαβεῖν καὶ χάριν ἐχόντων, ἢ τοὺς οὐ θέλοντας ἀναγκάζειν καὶ ἐνοχλεῖν; Εὔδηλον ὅτι τοὺς μὴ βουλομένους μὴ ἐνοχλεῖν. Ἀλλὰ καὶ τοῦτο οἱ πλουτοῦντες ποιοῦσιν. Οἱ μὲν γὰρ πένητες παρ' ἑκόντων λαμβάνουσι καὶ χάριν εἰδότων, οἱ δὲ πλουτοῦντες παρὰ ἀκόντων καὶ μὴ βουλομένων, ὃ μείζονός ἐστι πενίας ἀπόδειξις. Εἰ γὰρ οὐδὲ ἐπ' ἄριστον ἕλοιτό τις ἀπελθεῖν, εἰ μὴ χάριν ὁ καλῶν εἰδείη τῷ καλουμένῳ, πῶς χρήματα λαβεῖν μετ' ἀνάγκης καλόν; Τοὺς κύνας οὐ διὰ τοῦτο ἀποστρεφόμεθα καὶ φεύγομεν τοὺς ὑλακτοῦντας, ὅτι τῇ πολλῇ προσεδρίᾳ ἡμᾶς ἐκβιάζονται; Τοῦτο καὶ οἱ πλούσιοι ποιοῦσιν. Ἀλλὰ τὸν φόβον προσεῖναι τῇ δόσει σεμνότερον. Τοῦτο μὲν οὖν πάντων αἰσχρότερον· ὁ γὰρ πάντα κινῶν ὑπὲρ 61.114 τοῦ λαβεῖν, τίνος οὐκ ἂν εἴη καταγελαστότερος; Καὶ γὰρ τοὺς κύνας πολλάκις φοβηθέντες, προηκάμεθα ἅπερ κατείχομεν. Τί πάλιν αἰσχρότερον, εἰπέ μοι, ῥάκια περιβεβλημένον αἰτεῖν, ἢ σηρικὰ φοροῦντα; Ὅταν μὲν γὰρ πλουτῶν τις γέροντας θεραπεύῃ πένητας, ὥστε τὰ ἐκείνων λαβεῖν, καὶ ταῦτα παίδων ὄντων, τίνος ἔσται συγγνώμης ἄξιος; Εἰ δὲ βούλεσθε, καὶ τὰ ῥήματα αὐτὰ ἐξετάσωμεν, τίνα μὲν οἱ πλουτοῦντες ἐπαιτοῦντες λέγουσι, τίνα δὲ οἱ πένητες. Τί οὖν ὁ πένης φησίν; Ὅτι ὁ διδοὺς ἐλεημοσύνην οὐ μετριάσει ποτὲ, ὅτι ἀπὸ τῶν τοῦ Θεοῦ δίδωσιν, ὅτι ὁ Θεὸς φιλάνθρωπος καὶ μείζονα ἀντιδίδωσιν· ἅπερ ἅπαντα φιλοσοφίας ἐστὶ ῥήματα καὶ παραινέσεως καὶ συμβουλῆς. Ἀξιοῖ σε γὰρ πρὸς τὸν ∆εσπότην ἰδεῖν, καὶ τὸν φόβον ἐξαίρει σου τῆς μελλούσης πενίας· καὶ πολλὴν ἄν τις ἴδοι διδασκαλίαν ἐν τοῖς τῶν ἐπαιτούντων ῥήμασι. Τὰ δὲ τῶν πλουτούντων ὁποῖα; Χοίρων καὶ κυνῶν καὶ λύκων καὶ τῶν ἄλλων θηρίων. Οἱ μὲν γὰρ αὐτῶν περὶ τραπεζῶν καὶ ὄψων καὶ καρυκευμάτων καὶ οἴνου παντοδαποῦ καὶ μύρων καὶ ἱματίων καὶ τῆς ἄλλης διαπαντὸς διαλέγονται ἀσωτίας· οἱ δὲ περὶ τόκων καὶ δανεισμάτων, καὶ γραμματεῖα πλάττοντες καὶ χρεῶν ὄγκον ἀφόρητον ἐπαιωροῦντες, ὡς ἐκ πατέρων ἢ πάππων ἀρχὴν εἰληφότα, τοῦ μὲν τὴν οἰκίαν, τοῦ δὲ τὸν ἀγρὸν, τοῦ δὲ ἀνδράποδον ἀφαιροῦνται καὶ τὰ ὄντα ἅπαντα. Τί ἄν τις εἴποι τὰς διαθήκας, τὰς ἀντὶ μέλανος αἵματι γεγραμμένας; Ἢ γὰρ κίνδυνον ἀφόρητον περιστήσαντες, ἢ μικραῖς τισι καταγοητεύσαντες ὑποσχέσεσιν, οὓς ἂν ἴδωσιν ὀλίγα τινὰ κεκτημένους, ἔπεισαν τοὺς μὲν προσήκοντας ἅπαντας καὶ πενίᾳ πολλάκις ἀπολλυμένους παραδραμεῖν, αὐτοὺς δὲ ἀντ' ἐκείνων ἐγγράψαι. Ταῦτ' οὖν ποίων θηρίων οὐκ ἀποκρύπτει μανίαν καὶ ἀγριότητα; ∆ιὸ, παρακαλῶ, πάντα τὸν τοιοῦτον πλοῦτον φύγωμεν, τὸν αἰσχρὸν καὶ φόνων γέμοντα· καὶ κτησώμεθα τὸν πνευματικὸν, καὶ τοὺς ἐν τοῖς οὐρανοῖς θησαυροὺς ἐπιζητήσωμεν. Οἱ γὰρ τούτους ἔχοντες, ἐκεῖνοι οἱ πλούσιοι, ἐκεῖνοι οἱ εὔποροι, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ πάντων ἀπολαύοντες. Ὁ γὰρ βουλόμενος πένεσθαι κατὰ τὸν τοῦ Θεοῦ λόγον, τὰς πάντων οἰκίας ἀνεῳγμένας ἔχει. Τῷ γὰρ οὐδὲν κεκτημένῳ διὰ τὸν Θεὸν, ἕκαστος ἂν εἰσενέγκοι τὰ ἑαυτοῦ· ὁ δὲ μικρὰ μετὰ ἀδικίας βουλόμενος ἔχειν, τὰς ἁπάντων ἀπέκλεισε θύρας. Ἵνα τοίνυν καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἀγαθῶν ἐπιτύχωμεν, ἑλώμεθα τὸν πλοῦτον τὸν ἀκίνητον, τὴν ἀθάνατον εὐπορίαν· ἧς γένοιτο πάντας