1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

87

ἡδονὴν ἀντὶ τῆς αἰωνίας. Οὐκοῦν τοῦτο εὔκολον; Οὐκ εὔκολον, ἀλλ' ἀσθενοῦς ψυχῆς τοῦτο. Καὶ καθάπερ οἱ πυρέττοντες, οὐκ ἐπειδὴ ἥδιον τὸ πρὸς βραχὺ τρυφᾷν τοῦ διόλου καίεσθαι, διὰ τοῦτο ψυχροποσίας ἐρῶσιν, ἀλλ' ἐπειδὴ κατασχεῖν οὐκ ἀνέχονται τῆς ἐπιθυμίας τῆς ἀτόπου· οὕτω καὶ οὗτοι· ὡς εἴ γε ἐπὶ τὴν κόλασίν τις αὐτοὺς ἔφερεν ὁμοῦ μετὰ τῆς ἡδονῆς, οὐκ ἄν ποτε ταύτην εἵλοντο. Εἶδες πῶς οὐκ εὔκολον ἡ κακία; Εἰ δὲ βούλει, καὶ ἐπ' αὐτῶν τῶν πραγμάτων ἐξετάσωμεν τὸ αὐτὸ τοῦτο πάλιν. Τί γὰρ ἥδιον, εἰπέ μοι, καὶ εὐκολώτερον; Ἀλλὰ μὴ πάλιν ἀπὸ τῆς ἐπιθυμίας τῶν πολλῶν τὰ πράγματα κρίνωμεν· οὐδὲ γὰρ ἀπὸ τῶν νοσούντων, ἀλλ' ἀπὸ τῶν ὑγιαινόντων ψηφίζεσθαι χρή. Οὐδὲ γὰρ, ἂν μυρίους μοι δείξῃς πυρέττοντας καὶ τὰ ἐναντία τῇ ὑγείᾳ ζητοῦντας, καὶ αἱρουμένους μετὰ ταῦτα κολάζεσθαι, ἀποδέξομαι τὴν αἵρεσιν ταύτην. Τί τοίνυν εὐκολώτερον, εἰπέ μοι, ἐφίεσθαι πολλῶν χρημάτων, ἢ μείζονα εἶναι τῆς ἐπιθυμίας ταύτης; Ἐμοὶ μὲν γὰρ τοῦτο δοκεῖ· εἰ δὲ αὐτὸς ἀπιστεῖς, ἐπ' αὐτὰ τὰ πράγματα τὸν λόγον ἀγάγωμεν. Καὶ ἔστω ὁ μὲν πολλῶν ἐφιέμενος, ὁ δὲ μηδενός· τί τοίνυν κρεῖττον, εἰπέ μοι, καὶ τί σεμνότερον; εʹ. Ἀλλὰ τοῦτο μὲν παρείσθω· τοῦτο γὰρ ὡμολόγηται, ὅτι οὗτος ἐκείνου σεμνότερος· καὶ οὐδὲν περὶ τούτου ζητοῦμεν νῦν, ἀλλὰ τίς εὐκολώτερον ζῇ βίον καὶ ἥδιον. Ὁ μὲν γὰρ φιλάργυρος οὐδὲ τῶν ὄντων ἀπολαύσεται· ὃ γὰρ φιλεῖ, οὐκ ἂν ἕλοιτο δαπανῆσαι, ἀλλ' ἡδέως ἑαυτὸν ἂν κατακόψειε καὶ τὰ σάρκας πρόοιτο, ἢ τὸ χρυσίον· ὁ δὲ καταφρονῶν χρημάτων 61.120 τοῦτο τέως ἐκέρδανε, τὸ τῶν ὄντων ἀπολαύειν ἁπλῶς καὶ μετὰ ἀδείας πολλῆς, καὶ ἑαυτὸν προτιθέναι ἐκείνων. Τί οὖν ἥδιον, μετὰ ἀδείας ἀπολαύειν τῶν ὄντων, ἢ ὑπὸ δεσπότῃ ζῶντα τῷ πλούτῳ, μηδενὸς τολμᾷν ἅπτεσθαι τῶν ἑαυτοῦ; Ὅμοιον γὰρ εἶναί μοι δοκεῖ, ὥσπερ ἂν εἴ τινες ἄνδρες δύο γυναῖκας ἔχοντες, καὶ σφόδρα αὐτῶν ἐρῶντες, μὴ ὁμοίως αὐταῖς χρῷντο· ἀλλὰ τῷ μὲν ἐξῇ καὶ ἅπτεσθαι καὶ ὁμιλεῖν τῇ γυναικὶ, ἐκείνῳ δὲ μηδὲ ἐγγὺς γενέσθαι. Εἴπω καὶ ἕτερον, τοῦ μὲν τὴν ἡδονὴν, τοῦ δὲ ἀθυμίαν ἐνδεικνύμενος. Ὁ φιλάργυρος οὐδέποτε στήσεται τῆς ἐπιθυμίας ταύτης, οὐ τῷ μὴ δύνασθαι τὰ πάντων λαβεῖν μόνον, ἀλλὰ καὶ τῷ, ὅσα ἂν περιβάληται, μηδὲν ἡγεῖσθαι ἔχειν· ὁ δὲ χρημάτων καταφρονῶν, περιττὰ πάντα ἡγήσεται, καὶ οὐ κολάσει τὴν ψυχὴν ἀπεράντοις ἐπιθυμίαις. Οὐδὲν γὰρ οὕτως εἰς κολάσεως λόγον ἐστὶν, ὡς ἐπιθυμία ἀπολαύσεως ἐστερημένη, ὃ μάλιστα καὶ τὴν διεστραμμένην δείκνυσι γνώμην. Σκόπει δέ· ὁ ἐπιθυμῶν χρημάτων καὶ κτησάμενος πλείονα, ὡς οὐδὲν ἔχων διάκειται ὁ τοιοῦτος· ἆρα τῆς νόσου ταύτης πολυπλοκώτερόν τι γένοιτ' ἄν; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ ἔχων, οὐκ ἔχειν δοκεῖ αὐτὰ ἃ κατέχει, καὶ ὡς οὐκ ἔχων κόπτεται· κἂν τὰ πάντων λάβῃ, μᾶλλον ἀνιᾶται· κἂν κτήσηται ἑκατὸν τάλαντα, ὅτι μὴ χίλια ἔλαβεν, ἀλγεῖ κἂν χίλια λάβῃ, ὅτι μὴ μύρια, δάκνεται· κἂν μύρια λάβῃ, ὅτι μὴ δεκάκις τοσαῦτα, κατακόπτεται· καὶ ἡ πλείων κτῆσις αὐτῷ προσθήκη γίνεται πενίας· ὅσῳ γὰρ ἂν λάβῃ πλείονα, τοσούτῳ πλειόνων ἐπιθυμεῖ. Οὐκοῦν ὅσῳ ἂν πλείονα λάβῃ, τοσούτῳ μᾶλλον γίνεται πένης· ὁ γὰρ πλειόνων ἐπιθυμῶν, μᾶλλον πένης ἐστίν. Ὅταν μὲν οὖν ἑκατὸν ἔχῃ τάλαντα, οὐ σφόδρα πτωχεύει· χιλίων γὰρ ἐπιθυμεῖ· ὅταν χίλια λάβῃ, τότε μᾶλλον γίνεται πένης· οὐκέτι γὰρ χιλίων ὡς πρότερον, ἀλλὰ μυρίων αὐτὸν ἐν χρείᾳ φησὶν εἶναι. Εἰ δὲ τὸ ἐπιθυμεῖν, καὶ μὴ ἐπιτυγχάνειν, ἡδονὴν εἶναι λέγεις, ἀγνοεῖν μοι σφόδρα δοκεῖς τῆς ἡδονῆς τὴν φύσιν. Ὅτι γὰρ οὐχ ἡδονὴ, ἀλλὰ κόλασις τὸ τοιοῦτον, ἐφ' ἕτερον αὐτὸ πάλιν ἀγαγόντες, ἐξετάσωμεν. Ὅταν διψῶμεν, οὐ διὰ τοῦτο ἡδόμεθα πίνοντες, ὅτι τὸ δίψος παύομεν, καὶ διὰ τοῦτο ἡδονὴ τὸ πίνειν, ὅτι μεγάλης ἡμᾶς ἀπαλλάττει βασάνου, τῆς ἐπιθυμίας λέγω τοῦ πίνειν; παντί που δῆλον. Εἰ δὲ μέλλοιμεν ἐν ἐπιθυμίᾳ ἀεὶ διατρίβειν τοιαύτῃ, οὐδὲν ἔλαττον ἕξομεν τοῦ πλουσίου τοῦ ἐπὶ τοῦ Λαζάρου εἰς κολάσεως λόγον· ἐπεὶ καὶ ἐκείνῳ κόλασις τοῦτο ἦν, τὸ ἐπιθυμοῦντα σφοδρῶς σταγόνος μικρᾶς, μὴ ἔχειν τὸν ταύτην παρέχοντα· ὅπερ καὶ οἱ φιλάργυροι πάσχειν μοι δοκοῦσι διηνεκῶς, καὶ κατ' ἐκεῖνον