1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

90

δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ. Καὶ τί ἐστιν, Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἀντὶ τοῦ, Κατὰ Θεὸν, μὴ ἀνθρωπίνῃ κατεχομένους προλήψει. Τινὲς δὲ οὕτως ἀναγινώσκουσι· Τὸν οὕτω τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ὑποστίξαντες ἐνταῦθα, ἢ μέσην θέντες, οὕτως ἐπάγουσι τὸ ἑξῆς λέγοντες· Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ. Καί φασι τὴν ἔννοιαν ταύτην εἶναι τῆς τοιαύτης ἀναγνώσεως· Τὸν τοῦτο κατεργασάμενον, φησὶν, ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ παράδοτε τῷ σατανᾷ· τουτέστι, τὸν εἰς τὸ ὄνομα τοῦ Χριστοῦ ἐνυβρίσαντα, τὸν μετὰ τὸ γενέσθαι πιστὸν καὶ ἐπώνυμον ἐκείνης τῆς προσηγορίας τοιαῦτα τολμήσαντα, τοῦτον παράδοτε τῷ σατανᾷ. Ἐμοὶ δὲ ἡ προτέρα ἀληθεστέρα ἔκδοσις εἶναι δοκεῖ. Ποία δὴ αὕτη; Ἐν τῷ ὀνόματι τοῦ Κυρίου συναχθέντων ὑμῶν· τουτέστιν, Αὐτοῦ τοῦ ὀνόματος ὑμᾶς συνάγοντος, ὑπὲρ οὗ συνέρχεσθε. Καὶ τοῦ ἐμοῦ πνεύματος. Πάλιν ἐπέστησεν αὐτοῖς ἑαυτὸν, ἵν' ὅταν δικάζωσιν, ὡς αὐτοῦ παρόντος, οὕτως αὐτὸν ἀποτέμωσι, καὶ μηδεὶς τολμήσῃ συγγνώμης αὐτὸν ἀξιῶσαι, εἰδὼς ὅτι Παῦλος εἴσεται τὰ γενόμενα. Εἶτα φοβερώτερον αὐτὸ ποιῶν, φησί· Σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστιν, ἢ ὅτι ὁ Χριστὸς δύναται τοιαύτην ὑμῖν χάριν δοῦναι, ὡς δύνασθαι τῷ διαβόλῳ παραδιδόναι· ἢ ὅτι καὶ αὐτὸς μεθ' ὑμῶν κατ' αὐτοῦ φέρει τὴν ψῆφον. Καὶ οὐκ εἶπεν, Ἐνδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, ἀλλὰ, Παραδοῦναι, ἀνοίγων αὐτῷ τῆς μετανοίας τὰς θύρας, καὶ ὥσπερ παιδαγωγῷ τὸν τοιοῦτον παραδιδούς. Καὶ 61.124 πάλιν. Τὸν τοιοῦτον, καὶ οὐδαμοῦ ἀνέχεται τῆς προσηγορίας αὐτοῦ μνημονεῦσαι. Εἰς ὄλεθρον τῆς σαρκός. Ὥσπερ ἐπὶ τοῦ μακαρίου Ἰὼβ γέγονεν, ἀλλ' οὐχ ὑπὲρ τῆς αὐτῆς ὑποθέσεως. Ἐκεῖ μὲν γὰρ ὑπὲρ στεφάνων λαμπροτέρων, ἐνταῦθα δὲ ὑπὲρ ἁμαρτημάτων λύσεως, ἵνα μαστίξῃ αὐτὸν ἕλκει πονηρῷ ἢ νόσῳ ἑτέρᾳ. Καὶ μὴν ἀλλαχοῦ φησιν, ὅτι Ὑπὸ τοῦ Κυρίου κρινόμεθα, ταῦτα πάσχοντες. Ἀλλ' ἐνταῦθα μᾶλλον καθάψασθαι θέλων, τῷ σατανᾷ παραδίδωσι. Καὶ τοῦτο δὲ Θεῷ δοκοῦν ἐγίνετο, ὥστε κολάζεσθαι αὐτοῦ τὴν σάρκα. Ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀδηφαγίας καὶ τῆς τρυφῆς τῆς κατὰ τὴν σάρκα ἐπιθυμίαι τίκτονται, ταύτην κολάζει. Ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Τουτέστιν, ἡ ψυχή· οὐχ ὡς ταύτης σωζομένης μόνης, ἀλλ' ὡς ὁμολογουμένου τούτου, ὅτι σωζομένης ἐκείνης, ἀναντιῤῥήτως καὶ τὸ σῶμα κοινωνήσει τῆς σωτηρίας. Καὶ γὰρ θνητὸν δι' αὐτὴν ἐγένετο ἁμαρτοῦσαν· κἂν αὐτὴ δικαιοπραγήσῃ, πάλιν πολλῆς καὶ αὐτὸ ἀπολαύσεται δόξης. Τινὲς δὲ τὸ πνεῦμα τὸ χάρισμά φασιν, ὅπερ σβέννυται ἁμαρτανόντων ἡμῶν. Ἵν' οὖν τοῦτο μὴ γένηται, φησὶ, τιμωρείσθω, ἵνα ταύτῃ βελτίων γενόμενος, ἐπισπάσηται τὴν χάριν, καὶ εὑρεθῇ σώαν αὐτὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παρεχόμενος. Ὥστε κηδομένου μᾶλλόν ἐστι καὶ ἰατρεύοντος, οὐχὶ κόπτοντος ἁπλῶς, οὐδὲ κολάζοντος εἰκῆ καὶ μάτην. Μεῖζον γὰρ τὸ κέρδος τῆς τιμωρίας· ἡ μὲν γὰρ πρόσκαιρος, τὸ δὲ διηνεκές. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἵνα τὸ πνεῦμα σωθῇ, ἀλλ', Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καλῶς αὐτοὺς καὶ εὐκαίρως τῆς ἡμέρας ἐκείνης ἀναμιμνήσκει, ἵνα καὶ αὐτοὶ προθυμότερον ἔλθωσιν ἐπὶ τὴν ἰατρείαν, κἀκεῖνος καταδέξηται μᾶλλον, οὐχ ὡς ὀργῆς ῥήματα ὄντα, ἀλλ' ὡς πατρὸς κηδεμονικοῦ πρόνοιαν. ∆ιὰ γὰρ τοῦτο, Καὶ εἰς ὄλεθρον τῆς σαρκὸς, εἶπεν· ἤδη τῷ διαβόλῳ νόμους τιθεὶς, καὶ οὐκ ἀφεὶς αὐτὸν περαιτέρω προβῆναι· ὥσπερ ἐπὶ τοῦ Ἰὼβ ἔλεγεν ὁ Θεός· Πλὴν τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ. γʹ. Εἶτα ἀπαρτίσας τὴν ἀπόφασιν, καὶ ἐν βραχεῖ αὐτὴν εἰπὼν καὶ οὐκ ἐνδιατρίψας, ἐπάγει πάλιν ἐπιτίμησιν, πρὸς ἐκείνους ἀποτεινόμενος· Οὐ καλὸν τὸ καύχημα ὑμῶν· δεικνὺς ὅτι ἐκεῖνοι μέχρι τοῦ παρόντος οὐκ εἴασαν αὐτὸν μετανοῆσαι, καυχώμενοι ἐπ' αὐτῷ. Εἶτα δηλοῖ ὅτι οὐκ ἐκείνου φειδόμενος μόνον τοῦτο ποιεῖ, ἀλλὰ καὶ αὐτῶν τούτων· διὸ καὶ ἐπάγει· Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Εἰ γὰρ καὶ ἐκείνου τὸ ἁμάρτημα, φησὶν, ἀλλ' ἀμελούμενον δύναται καὶ τὸ λοιπὸν τῆς Ἐκκλησίας σῶμα λυμήνασθαι.